Mithridatic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Λεύκιος δὲ Λεύκολλος ὑπατεύειν καὶ στρατηγεῖν αἱρεθεὶς τοῦδε τοῦ πολέμου τέλος μέν τι στρατιωτῶν ἦγεν ἐκ Ῥώμης, δύο δʼ ἄλλα τὰ Φιμβρίου καὶ ἐπʼ αὐτοῖς ἕτερα δύο προσλαβών, σύμπαντας ἔχων πεζοὺς τρισμυρίους καὶ ἱππέας ἐς χιλίους ἐπὶ ἑξακοσίοις, παρεστρατοπέδευε τῷ Μιθριδάτῃ περὶ Κύζικον. καὶ διʼ αὐτομόλων ἐπιγνοὺς εἶναι τῷ βασιλεῖ στρατιὰν μὲν ἀνδρῶν ἀμφὶ μυριάδας τριάκοντα, ἀγορὰν δὲ εἴ τι σιτολογοῦντες ἢ ἐκ θαλάσσης λάβοιεν, ἔφη πρὸς τοὺς ἀμφʼ αὑτὸν ἀμαχὶ λήψεσθαι τοὺς πολεμίους αὐτίκα, καὶ τοῦ ἐπαγγέλματος αὐτοῖς ἐνεκελεύετο μνημονεύειν. ὄρος δὲ ἰδὼν εὔκαιρον ἐς στρατοπεδείαν, ὅθεν αὐτὸς μὲν εὔπορήσειν ἔμελλεν ἀγορᾶς, τοὺς δὲ πολεμίους ἀποκλείσειν, ἐπεχείρει καταλαβεῖν ὡς ἐν τῷδε τὴν νίκην ἀκίνδυνον ἕξων. μιᾶς δʼ οὔσης ἐς αὐτὸ διόδου στενῆς, ὁ Μιθριδάτης αὐτὴν ἐφύλαττεν ἐγκρατῶς, ὧδε καὶ Ταξίλου καὶ τῶν ἄλλων ἡγεμόνων αὐτῷ παραινοῦντων. Λεύκιος δὲ Μάγιος ὁ Σερτωρίῳ καὶ Μιθριδάτῃ τὰ ἐς ἀλλήλους διαιτήσας, ἀνῃρημένου τοῦ Σερτωρίου πρὸς Λεύκολλον ἐπεπόμφει κρύφα, καὶ πίστιν λαβὼν μετέπειθε τὸν Μιθριδάτην ὑπεριδεῖν Ῥωμαίων παροδευόντων τε καὶ στρατοπεδευόντων ὅπῃ θελήσειαν. τὰ γὰρ ὑπὸ Φιμβρίᾳ γενόμενα δύο τέλη βουλεύειν αὐτομολίαν, καὶ αὐτίκα τῷ βασιλεῖ προσέσεσθαι· τί οὖν χρῄζειν αὐτὸν ἀγῶνος καὶ φόνου, δυνάμενον ἀμαχὶ κρατῆσαι τῶν πολεμίων; οἷς ὁ Μιθριδάτης συνθέμενος ἀνοήτως μάλα καὶ ἀνυπόπτως, περιεῖδε Ῥωμαίους διὰ στενοῦ παροδεύοντας ἀδεῶς καὶ ἐπιτειχίζοντας αὑτῷ μέγα ὄρος, οὗ κρατοῦντες αὐτοὶ μὲν ὄπισθεν ἔμελλον ἀγορὰν ἀδεῶς ἐπάξεσθαι, Μιθριδάτην δὲ λίμνῃ καὶ ὄρεσι καὶ ποταμοῖς ἀποκλείσειν τῶν κατὰ γῆν ἁπάντων, ὅ τι μὴ γλίσχρως ποτὲ λάβοι, οὔτε ἐξόδους εὐρείας ἔτι ἔχοντα, οὔτε βιάζεσθαι δυνάμενον ἔτι Λεύκολλον ὑπὸ τῆς δυσχωρίας, ἧς κρατῶν κατεφρόνησεν. ὅ τε χειμὼν ἤδη πλησιάζων ἔμελλε καὶ τῶν ἀπὸ τῆς θαλάσσης αὐτὸν ἐν ἀπορίᾳ καταστήσειν. ἃ θεωρῶν ὁ Λεύκολλος τοὺς φίλους ἀνεμίμνησκε τῆς ὑποσχέσεως, καὶ τὸ ἐπαγγελθὲν ὡς παρὸν ἐδείκνυ.

ὁ δὲ Μιθριδάτης δυνηθεὶς ἂν ἴσως καὶ τότε διὰ τὸ πλῆθος διὰ μέσων ὤσασθαι τῶν πολεμίων, τούτου μὲν ὑπερεῖδε, Κυζίκῳ δὲ οἷς παρεσκεύασε πρὸς πολιορκίαν ἐπετίθετο, νομίσας ἐν τῷδε διορθώσειν τὴν δυσχωρίαν ὁμοῦ καὶ τὴν ἀπορίαν. οἷα δὲ εὐπορῶν στρατοῦ πολλοῦ, πᾶσιν ἔργοις ἐπεχείρει, τόν τε σταθμὸν ἀποτειχίζων τείχει διπλῷ, καὶ τὰ λοιπὰ τῆς πόλεως ἀποταφρεύων. χώματά τε ἤγειρε πολλά, καὶ μηχανὰς ἐπήγνυτο, πύργους καὶ χελώνας κριοφόρους, ἑλέπολίν τε ἑκατὸν πήχεων, ἐξ ἧς ἕτερος πύργος ἐπῇρτο καταπέλτας καὶ λίθους καὶ βέλη ποικίλα ἀφιείς. κατὰ δὲ τοὺς λιμένας δύο πεντήρεις ἐζευγμέναι πύργον ἕτερον ἔφερον, ἐξ οὗ γέφυρα, ὁπότε προσπελάσειαν ἐς τὸ τεῖχος, ὑπὸ μηχανῆς ἐξήλλετο. ὡς δʼ ἕτοιμα αὐτῷ πάντα ἐγεγένητο, πρῶτα μὲν τρισχιλίους αἰχμαλώτους Κυζικηνοὺς ἐπὶ νεῶν τῇ πόλει προσῆγεν, οἳ χεῖρας ἐς τὸ τεῖχος ὀρέγοντες ἐδέοντο σφῶν κινδυνευόντων φείσασθαι τοὺς πολίτας, μέχρι Πεισίστρατος αὐτοῖς, ὁ στρατηγὸς ὁ τῶν Κυζικηνῶν, ἀπὸ τοῦ τείχους ἐκήρυξε φέρειν τὸ συμβαῖνον ἐγκρατῶς, αἰχμαλώτους γεγονότας.

ὁ δὲ Μιθριδάτης ὡς ἀπέγνω τῆσδε τῆς πείρας, ἐπῆγε τὴν ἐπὶ τῶν νεῶν μηχανήν· καὶ ἥ τε γέφυρα ἐς τὸ τεῖχος ἐξήλατο ἄφνω, καὶ τέσσαρες ἀπʼ αὐτῆς ἄνδρες ἐξέδραμον. ᾧ δὴ καὶ μάλιστα καινοτρόπῳ φανέντι καταπλαγέντες οἱ Κυζικηνοὶ ἐπὶ μέν τι ὑπεχώρησαν, οὐκ ὀξέως δὲ ἑτέρων ἐπιδραμόντων ἀνεθάρρησάν τε καὶ τοὺς τέσσαρας κατέωσαν ἐς τὸ ἔξω, ταῖς τε ναυσὶ πῦρ καὶ πίσσαν ἐπιχέαντες ἠνάγκασαν πρύμναν τε κρούσασθαι καὶ ὑποχωρεῖν ὀπίσω μετὰ τοῦ μηχανήματος. ὧδε μὲν δὴ τῶν κατὰ θάλασσαν ἐπενεχθέντων ἐκράτουν οἱ Κυζικηνοί· τρίτα δʼ αὐτοῖς ἐπήγετο τῆς αὐτῆς ἡμέρας τὰ ἐν τῇ γῇ μηχανήματα ὁμοῦ πάντα, πονουμένοις τε καὶ μεταθέουσιν ἐς τὸ ἀεὶ βιαζόμενον. τοὺς μὲν οὖν κριοὺς λίθοις ἀπεκαύλιζον ἢ βρόχοις ἀνέκλων ἢ φορμοῖς ἐρίων τῆς βίας ἐξέλυον, τῶν δὲ βελῶν τοῖς μὲν πυρφόροις ὑπήντων ὕδατι καὶ ὄξει, τὰ δʼ ἄλλα προβολαῖς ἱματίων ἢ ὀθόναις κεχαλασμέναις τῆς φορᾶς ἀνέλυον, ὅλως τε οὐδὲν προθυμίας ἀνδρὶ δυνατῆς ἐξέλειπον. καὶ τάδε αὐτοῖς φερεπονώτατα δὴ κακοπαθοῦσιν ὅμως γε τοῦ τείχους ἐκαύθη τι καὶ συνέπεσεν ἐς ἑσπέραν. οὐ μὴν ἔφθασέ τις ἐσαλάμενος ἔτι θερμόν, ἀλλʼ αὐτὸ νυκτὸς αὐτίκα περιῳκοδόμησαν οἱ Κυζικηνοί. τῶν δὲ αὐτῶν ἡμερῶν πνεῦμα σφοδρὸν ἐπιγενόμενον περιέκλασε τὰ λοιπὰ τῶν μηχανημάτων τοῦ βασιλέως.

λέγεται δʼ ἡ πόλις ἐμπροίκιον ὑπὸ Διὸς τῇ κόρῃ δοθῆναι, καὶ σέβουσιν αὐτὴν οἱ Κυζικηνοὶ μάλιστα θεῶν. ἐπελθούσης δὲ τῆς ἑορτῆς, ἐν ᾗ θύουσι βοῦν μέλαιναν, οἱ μὲν οὐκ ἔχοντες ἔπλαττον ἀπὸ σίτου, μέλαινα δὲ βοῦς ἐκ πελάγους πρὸς αὐτοὺς διενήχετο, καὶ τὸ κλεῖθρον τοῦ στόματος ὑποδῦσά τε καὶ ἐς τὴν πόλιν ἐσδραμοῦσα ὥδευσεν ἀφʼ ἑαυτῆς ἐς τὸ ἱερὸν καὶ τοῖς βωμοῖς παρέστη. ταύτην μὲν οὖν οἱ Κυζικηνοὶ μετὰ χρηστῆς ἐλπίδος ἔθυον, οἱ δὲ φίλοι τῷ Μιθριδάτῃ συνεβούλευον ὡς ἱερᾶς τῆς πόλεως ἀποπλεῦσαι. ὁ δʼ οὐ πεισθεὶς ἐπὶ τὸ Δίνδυμον ὄρος ὑπερκείμενον ἀνῄει, καὶ χῶμα ἀπʼ αὐτοῦ ἐς τὴν πόλιν ἔχου, πύργους τε ἐφίστη, καὶ ὑπονόμοις τὸ τεῖχος ἀνεκρήμνη. τοὺς δʼ ἵππους ἀχρείους οἱ τότε ὄντας, καὶ ἀσθενεῖς διʼ ἀτροφίαν καὶ χωλεύοντας ἐξ ὑποτριβῆς, ἐς Βιθυνίαν περιέπεμπεν· οἷς ὁ Λεύκολλος περῶσι τὸν Ῥύνδακον ἐπιπεσὼν ἔκτεινε πολλούς, καὶ αἰχμαλώτους ἔλαβεν ἄνδρας μὲν ἐς μυρίους καὶ πεντακισχιλίους, ἵππους δʼ ἐς ἑξακισχιλίους καὶ σκευοφόρα πολλά.

καὶ τάδε μὲν ἦν περὶ Κύζικον, τῷ δʼ αὐτῷ χρόνῳ Φρυγίαν Εὔμαχος Μιθριδάτου στρατηγὸς ἐπιτρέχων ἔκτεινε Ῥωμαίων πολλοὺς μετὰ παίδων καὶ γυναικῶν, Πισίδας τε καὶ Ἰσαύρους ὑπήγετο καὶ Κιλικίαν, μέχρι τῶν τις Γαλατικῶν τετραρχῶν Δηιόταρος ἐπιπολάζοντα αὐτὸν συνεδίωξε καὶ πολλοὺς διέφθειρεν.

καὶ περὶ μὲν Φρυγίαν τοιάδε ἐγίγνετο, Μιθριδάτου δὲ χειμὼν ἐπιγενόμενος ἀφῄρητο καὶ τὴν ἐκ τῆς θαλάττης ἀγοράν, εἴ τις ἦν, ὥστε πάμπαν ὁ στρατὸς ἐλίμωττε, καὶ πολλοὶ μὲν ἀπέθνησκον, εἰσὶ δʼ οἳ καὶ σπλάγχνων ἐγεύοντο βαρβαρικῶς· οἱ δʼ ἄλλοι ποηφαγοῦντες ἐνόσουν. καὶ τὰ νεκρὰ σφῶν ἀγχοῦ ἄταφα ῥιπτούμενα λοιμὸν ἐπῆγεν ἐπὶ τῷ λιμῷ. διεκαρτέρει δʼ ὅμως ὁ Μιθριδάτης, ἐλπίζων ἔτι τὴν Κύζικον αἱρήσειν τοῖς χώμασι τοῖς ἀπὸ τοῦ Δινδύμου. ὡς δὲ καὶ ταῦθʼ ὑπεσύροντο οἱ Κυζικηνοί, καὶ τὰς ἐπʼ αὐτῶν μηχανὰς ἐπίμπρασαν, καὶ αἰσθήσει τοῦ λιμοῦ πολλάκις ἐπεκθέοντες τοῖς πολεμίοις ἀσθενεστάτοις γεγονόσιν ἐπετίθεντο, δρασμὸν ὁ Μιθριδάτης ἐβούλευε, καὶ ἔφευγε νυκτὸς αὐτὸς μὲν ἐπὶ τῶν νεῶν ἐς Πάριον, ὁ δὲ στρατὸς αὐτοῦ κατὰ γῆν ἐς Λάμψακον. περῶντας δʼ αὐτοὺς τὸν Αἴσηπον ὅ τε ποταμὸς τότε μάλιστα ἀρθεὶς μέγας, καὶ ἐπὶ τῷ ποταμῷ Λεύκολλος ἐπιδραμὼν ἔφθειρεν. ὧδε μὲν οἱ Κυζικηνοὶ πολλὴν βασιλέως παρασκευὴν διέφυγον, αὐτοί τε γενναίως ἀγωνισάμενοι, καὶ λιμῷ πιεσθέντος ὑπὸ Λευκόλλου. ἀγῶνά τε αὐτῷ θέμενοι μέχρι νῦν τελοῦσι, τὰ Λευκόλλεια καλούμενα. Μιθριδάτης δὲ τοὺς ἐς Λάμψακον ἐσφυγόντας, ἔτι τοῦ Λευκόλλου περικαθημένου, ναῦς ἐπιπέμψας ἐξεκόμισε σὺν αὐτοῖς Λαμψακηνοῖς. μυρίους δʼ ἐπιλέκτους ἐπὶ νεῶν πεντήκοντα Οὐαρίῳ, πεμφθέντι οἱ στρατηγεῖν ὑπὸ Σερτωρίου, καὶ Ἀλεξάνδρῳ τῷ Παφλαγόνι καὶ Διονυσίῳ τῷ εὐνούχῳ καταλιπών, ταῖς πλέοσιν αὐτῶν ἐς Νικομήδειαν ἔπλει. καὶ χειμὼν ἐπιγενόμενος πολλὰς ἑκατέρων διέφθειρεν.

Λεύκολλος δʼ ἐπεὶ τὸ κατὰ γῆν εἴργαστο διὰ τοῦ λιμοῦ, ναῦς ἐκ τῆς Ἀσίας ἀγείρας διέδωκε τοῖς ἀμφʼ αὑτὸν στρατηγοῦσιν. καὶ Τριάριος μὲν Ἀπάμειαν εἷλεν ἐπιπλεύσας, καὶ πολλὴ τῶν Ἀπαμέων συμφυγόντων ἐς τὰ ἱερὰ ἐγένετο σφαγή· Βάρβας δὲ Προυσιάδα εἷλε τὴν πρὸς τῷ ὄρει, καὶ Νίκαιαν ἔλαβε, τῶν Μιθριδάτου φρουρῶν ἐκφυγόντων. Λεύκολλος δὲ περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα ναῦς εἷλε τῶν πολεμίων. Οὐάριον δὲ καὶ Ἀλέξανδρον καὶ Διονύσιον περὶ Λῆμνον ἐν ἐρήμῃ νήσῳ καταλαβών, ἔνθα δείκνυται βωμὸς Φιλοκτήτου καὶ χαλκοῦς ὄφις καὶ τόξα καὶ θώραξ ταινίαις περίδετος, μνῆμα τῆς ἐκείνου πάθης, ἐπέπλει μὲν αὐτοῖς ῥοθίῳ τε πολλῷ καὶ μετὰ καταφρονήσεως, εὐσταθῶς δʼ ἐκείνων ὑπομενόντων ἔστησε τὴν εἰρεσίαν, καὶ κατὰ δύο ναῦς ἐπιπέμπων ἠρέθιζεν ἐς ἔκπλουν. οὐ σαλευόντων δʼ ἐκείνων ἀλλʼ ἀπὸ γῆς ἀμυνομένων, περιέπλευσε τὴν νῆσον ἑτέραις ναυσί, καὶ πεζοὺς ἐς αὐτὴν ἐκβιβάσας συνήλασε τοὺς ἐχθροὺς ἐπὶ τὰς ναῦς. οἱ δʼ ἐς μὲν τὸ πέλαγος οὐκ ἠφίεσαν, τὸν Λευκόλλου στρατὸν δεδιότες, παρὰ δὲ τὴν γῆν πλέοντες, ἔκ τε τῆς γῆς καὶ τῆς θαλάσσης ἀμφίβολοι γιγνόμενοι κατετιτρώσκοντο, καὶ φόνος πολὺς ἦν αὐτῶν καὶ φυγή. ἐλήφθησαν δʼ ἐν σπηλαίῳ κρυπτόμενοι Οὐάριός τε καὶ Ἀλέξανδρος καὶ Διονύσιος ὁ εὐνοῦχος. καὶ αὐτῶν ὁ μὲν Διονύσιος, πιὼν ὅπερ ἤγετο φάρμακον, αὐτίκα ἀπέθανε, Οὐάριον δʼ ἀναιρεθῆναι προσέταξε Λεύκολλος· οὐ γὰρ ἐδόκει Ῥωμαῖον ἄνδρα βουλευτὴν θριαμβεύειν. Ἀλέξανδρος δὲ ἐς τὴν πομπὴν ἐφυλάσσετο. καὶ Λεύκολλος περὶ τῶνδε Ῥωμαίοις ἐπέστελλε, τὰ γράμματα δάφνῃ περιβαλών, ὡς ἔθος ἐστὶν ἐπὶ νίκαις· αὐτὸς δὲ ἠπείγετο ἐς Βιθυνίαν.

Μιθριδάτῃ δʼ ἐς Πόντον ἐσπλέοντι χειμὼν ἐς δὶς ἐπιγίγνεται, καὶ τῶν ἀνδρῶν ἀμφὶ τοὺς μυρίους καὶ νῆες ἀμφὶ τὰς ἑξήκοντα διεφθάρησαν· αἱ δὲ λοιπαὶ διερρίφησαν, ὡς ἑκάστην ὁ χειμὼν ἐξήνεγκεν. αὐτὸς δὲ ῥηγνυμένης τῆς στρατηγίδος ἐς λῃστῶν σκάφος, ἀπαγορευόντων τῶν φίλων, ὅμως ἐνέβη. καὶ ἐς Σινώπην αὐτὸν οἱ λῃσταὶ διέσωσαν. ὅθεν ὁ μὲν ἐς Ἀμισὸν ἀπὸ κάλω διαπλέων, πρός τε τὸν κηδεστὴν Τιγράνην τὸν Ἀρμένιον καὶ ἐς Μαχάρην τὸν υἱόν, ἄρχοντα Βοσπόρου, περιέπεμπεν, ἐπικουρεῖν ἐπείγων ἑκάτερον. ἔς τε Σκύθας τοὺς ὁμόρους χρυσὸν καὶ δῶρα πολλὰ Διοκλέα φέρειν ἐκέλευεν. ἀλλʼ ὁ μὲν αὐτοῖς τε δώροις καὶ αὐτῷ χρυσίῳ πρὸς Λεύκολλον ηὐτομόλησε, Λεύκολλος δʼ ἐπὶ τῇ νίκῃ θρασέως προϊὼν ἐς τὸ πρόσθεν καὶ τὰ ἐν ποσὶν ἅπαντα χειρούμενος προυνόμευεν. οἷα δʼ εὐδαίμονος χώρας καὶ πολὺν χρόνον ἀπολεμήτου, τὸ μὲν ἀνδράποδον τεττάρων δραχμῶν αὐτίκα ἐγίγνετο, ὁ δὲ βοῦς μιᾶς, αἶγες δὲ καὶ πρόβατα καὶ ἐσθὴς καὶ τὰ λοιπὰ τούτων κατὰ λόγον. Λεύκολλος δʼ Ἀμισόν τε καὶ Εὐπατορίαν, ἥν τινα τῇ Ἀμισῷ παρῳκοδόμησεν ὁ Μιθριδάτης Εὐπατορίαν τε ὠνόμαζεν ἀφʼ ἑαυτοῦ καὶ βασίλεια ἡγεῖτο, περικαθήμενος ἐπολιόρκει, καὶ ἑτέρῳ στρατῷ Θεμίσκυραν, ἣ τῶν Ἀμαζόνων τινὸς ἐπώνυμος οὖσα παρὰ τὸν Θερμώδοντα ποταμὸν ἔστιν. τούτων δʼ οἱ μὲν τοῖς Θεμισκυρίοις ἐπικαθήμενοι πύργους ἐπῆγον αὐτοῖς καὶ χώματα ἐχώννυον καὶ ὑπονόμους ὤρυττον, οὕτω δή τι μεγάλους ὡς ἐν αὐτοῖς ὑπὸ τὴν γῆν ἀλλήλοις κατὰ πλῆθος ἐπιχειρεῖν· καὶ οἱ Θεμισκύριοι ὀπὰς ἄνωθεν ἐς αὐτοὺς ὀρύττοντες, ἄρκτους τε καὶ θηρία ἕτερα καὶ σμήνη μελισσῶν ἐς τοὺς ἐργαζομένους ἐνέβαλλον. οἱ δʼ ἀμφὶ τὴν Ἀμισὸν ἕτερον τρόπον ἐμόχθουν, ἀπομαχομένων αὐτοὺς τῶν Ἀμισέων καὶ πολλάκις ἐκθεόντων καὶ ἐς μονομαχίας προκαλουμένων. Μιθριδάτης δʼ αὐτοῖς πολλὴν ἀγορὰν καὶ ὅπλα καὶ στρατιὰν ἔπεμπεν ἐκ Καβείρων, ἔνθα χειμάζων στρατὸν ἄλλον συνέλεγεν. καὶ συνῆλθον αὐτῷ πεζοὶ μὲν ἐς τετρακισμυρίους, ἱππεῖς δὲ ἐς τετρακισχιλίους.