Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Καρχηδόνα τὴν ἐν Λιβύῃ Φοίνικες ᾤκισαν ἔτεσι πεντήκοντα πρὸ ἁλώσεως Ἰλίου, οἰκισταὶ δʼ αὐτῆς ἐγένοντο Ζῶρός τε καὶ Καρχηδών, ὡς δὲ Ῥωμαῖοι καὶ αὐτοὶ Καρχηδόνιοι νομίζουσι, Διδὼ γυνὴ Τυρία, ἧς τὸν ἄνδρα κατακαίνει Πυγμαλίων Τύρου τυραννεύων, καὶ τὸ ἔργον ἐπέκρυπτεν. ἡ δὲ ἐξ ἐνυπνίου τὸν φόνον ἐπέγνω, καὶ μετὰ χρημάτων πολλῶν καὶ ἀνδρῶν, ὅσοι Πυγμαλίωνος τυραννίδα ἔφευγον, ἀφικνεῖται πλέουσα Λιβύης ἔνθα νῦν ἔστι Καρχηδών. ἐξωθούμενοι δʼ ὑπὸ τῶν Λιβύων ἐδέοντο χωρίον ἐς συνοικισμὸν λαβεῖν, ὅσον ἂν βύρσα ταύρου περιλάβοι. τοῖς δὲ ἐνέπιπτε μέν τι καὶ γέλωτος ἐπὶ τῇ τῶν Φοινίκων μικρολογίᾳ, καὶ ᾐδοῦντο ἀντειπεῖν περὶ οὕτω βραχυτάτου· μάλιστα δʼ ἠπόρουν ὅπως ἂν πόλις ἐν τηλικούτῳ διαστήματι γένοιτο, καὶ ποθοῦντες ἰδεῖν ὅ τι ἔστιν αὐτοῖς τοῦτο τὸ σοφόν, συνέθεντο δώσειν καὶ ἐπώμοσαν. οἱ δὲ τὸ δέρμα περιτεμόντες ἐς ἱμάντα ἕνα στενώτατον, περιέθηκαν ἔνθα νῦν ἔστιν ἡ Καρχηδονίων ἀκρόπολις· καὶ ἀπὸ τοῦδε Βύρσα ὀνομάζεται.

χρόνῳ δʼ, ἐντεῦθεν ὁρμώμενοι καὶ τῶν περιοίκων ἀμείνους ὄντες ἐς χεῖρας ἐλθεῖν, ναυσί τε χρώμενοι καὶ τὴν θάλασσαν οἷα Φοίνικες ἐργαζόμενοι, τὴν πόλιν τὴν ἔξω τῇ Βύρσῃ περιέθηκαν. καὶ δυναστεύοντες ἤδη Λιβύης ἐκράτουν καὶ πολλῆς θαλάσσης, ἐκδήμους τε πολέμους ἐστράτευον ἐς Σικελίαν καὶ Σαρδὼ καὶ νήσους ἄλλας ὅσαι τῆσδε τῆς θαλάσσης εἰσί, καὶ ἐς Ἰβηρίαν. πολλαχῇ δὲ καὶ ἀποικίας ἐξέπεμπον. ἥ τε ἀρχὴ αὐτοῖς ἐγένετο δυνάμει μὲν ἀξιόμαχος τῇ Ἑλληνικῇ, περιουσίᾳ δὲ μετὰ τὴν Περσικήν. ἑπτακοσίοις δʼ αὐτοὺς ἔτεσιν ἀπὸ τοῦ συνοικισμοῦ Ῥωμαῖοι Σικελίαν ἀφείλοντο, καὶ Σαρδὼ μετὰ Σικελίαν, δευτέρῳ δὲ πολέμῳ καὶ Ἰβηρίαν. ἔς τε τὴν ἀλλήλων ἐμβαλόντες μεγάλοις στρατοῖς, οἱ μὲν Ἀννίβου σφῶν ἡγουμένου τὴν Ἰταλίαν ἐπόρθουν ἑκκαίδεκα ἔτεσιν ἑξῆς, οἱ δὲ Λιβύην Κορνηλίου Σκιπίωνος τοῦ πρεσβυτέρου σφῶν στρατηγοῦντος, μέχρι τὴν ἡγεμονίαν Καρχηδονίους ἀφείλοντο καὶ ναῦς καὶ ἐλέφαντας, καὶ χρήματα σφίσιν ἐπέταξαν ἐσενεγκεῖν ἐν χρόνῳ. δεύτεραί τε σπονδαὶ Ῥωμαίοις καὶ Καρχηδονίοις αἵδε διέμειναν ἐς ἔτη πεντήκοντα, μέχρι λύσαντες αὐτὰς τρίτον πόλεμον καὶ τελευταῖον ἀλλήλοις ἐπολέμησαν, ἐν ᾧ Καρχηδόνα Ῥωμαῖοι κατέσκαψαν Σκιπίωνος τοῦ νεωτέρου σφῶν στρατηγοῦντος, καὶ ἐπάρατον ἔγνωσαν. αὖθις δʼ ᾤκισαν ἰδίοις ἀνδράσιν, ἀγχοτάτω μάλιστα τῆς προτέρας, ὡς εὔκαιρον ἐπὶ Λιβύῃ χωρίον. τούτων τὰ μὲν ἀμφὶ Σικελίαν ἡ Σικελικὴ γραφὴ δηλοῖ, τὰ δʼ ἐν Ἰβηρίᾳ γενόμενα ἡ Ἰβηρική, καὶ ὅσα Ἀννίβας ἐς Ἰταλίαν ἐσβαλὼν ἔπραξεν, ἡ Ἀννιβαϊκὴ· τὰ δʼ ἐν Λιβύῃ γενόμενα ἀπʼ ἀρχῆς ἥδε συνάγει.

ἤρξαντο δʼ αὐτῶν ἀμφὶ τὸν Σικελικὸν πόλεμον οἱ Ῥωμαῖοι, ναυσὶ πεντήκοντα καὶ τριακοσίαις ἐπιπλεύσαντες ἐς Λιβύην, καὶ πόλεις τινὰς ἑλόντες, καὶ στρατηγὸν ἐπὶ τῇ δυνάμει καταλιπόντες Ἀτίλιον Ῥῆγλον, ὃς ἄλλας τε πόλεις διακοσίας προσέλαβεν, αἳ Καρχηδονίων ἔχθει πρὸς αὐτὸν μετετίθεντο, καὶ τὴν χώραν ἐπιὼν ἐπόρθει. Καρχηδόνιοι δὲ Λακεδαιμονίους στρατηγὸν ἤτουν, οἰόμενοι διʼ ἀναρχίαν κακοπραγεῖν. οἱ μὲν δὴ Ξάνθιππον αὐτοῖς ἔπεμπον, ὁ δὲ Ἀτίλιος ἀμφὶ λίμνῃ στρατοπεδεύων ὥρᾳ καύματος περιώδευε τὴν λίμνην ἐπὶ τοὺς πολεμίους, ὅπλων τε βάρει καὶ πνίγει καὶ δίψει καὶ ὁδοιπορίᾳ κακοπαθῶν, καὶ βαλλόμενος ἀπὸ κρημνῶν ἄνωθεν. ὡς δʼ ἐπλησίασε περὶ ἑσπέραν καὶ ποταμὸς αὐτοὺς διεῖργεν, ὁ μὲν εὐθὺς ἐπέρα τὸν ποταμὸν ὡς καὶ τῷδε τὸν Ξάνθιππον ἐκπλήξων, ὁ δὲ συντεταγμένην τὴν στρατιὰν ἐπαφίησι διὰ τῶν πυλῶν, ἐλπίσας κεκμηκότος καὶ κακοπαθοῦντος περιέσεσθαι, καὶ τὴν νύκτα πρὸς τῶν νικώντων ἔσεσθαι. τῆσδε μὲν οὖν τῆς ἐλπίδος ὁ Ξάνθιππος οὐκ ἀπέτυχεν· ἀπὸ γὰρ τρισμυρίων ἀνδρῶν οὓς ὁ Ἀτίλιος ἦγεν, ὀλίγοι μόλις αὐτῶν ἐς Ἀσπίδα πόλιν διέδρασαν, οἱ δὲ λοιποὶ πάντες οἱ μὲν ἀπώλοντο οἱ δʼ ἐζωγρήθησαν. καὶ μετʼ αὐτῶν ὁ στρατηγὸς Ἀτίλιος, ὕπατος γεγονώς, αἰχμάλωτος ἦν.

τόνδε μὲν δὴ μετʼ οὐ πολὺ κάμνοντες οἱ Καρχηδόνιοι σὺν οἰκείοις πρέσβεσιν ἔπεμψαν ἐς Ῥώμην, ἐργασόμενον σφίσι διαλλαγὰς ἢ ἐπανήξοντα· καὶ ὁ Ἀτίλιος Ῥῆγλος ἐν ἀπορρήτῳ τοῖς τέλεσι Ῥωμαίων ἐπισκήψας ἐγκρατῶς ἔχεσθαι τοῦ πολέμου, ἐπανῆλθεν ἐς λύμην ἕτοιμον, καὶ αὐτὸν οἱ Καρχηδόνιοι καθείρξαντες ἐν γαλεάγρᾳ κέντρα πάντοθεν ἐχούσῃ διέφθειραν. Ξανθίππῳ δὲ τὸ εὐτύχημα συμφορῶν ἦρξε· Καρχηδόνιοι γὰρ αὐτόν, ἵνα μὴ δοκοίη Λακεδαιμονίων ἔργον εἶναι τοσοῦτον, ὑποκρινάμενοι τιμᾶν δωρεαῖς πολλαῖς καὶ προπέμπειν ἐπὶ τριήρων ἐς Λακεδαίμονα, τοῖς τριηράρχοις ἐνετείλαντο μετὰ τῶν συμπλεόντων Λακώνων καταποντίσαι. ὁ μὲν δὴ δίκην ἔδωκε τήνδε εὐπραξίας, καὶ τάδε ἦν τοῦ πρώτου πολέμου Ῥωμαίοις περὶ Λιβύην εὐπραγήματά τε καὶ ἀτυχήματα, μέχρι Καρχηδόνιοι Σικελίας Ῥωμαίοις ἀπέστησαν. ὅπως δὲ ἀπέστησαν, ἐν τῇ Σικελικῇ γραφῇ δεδήλωται.

μετὰ δὲ τοῦτο Ῥωμαίοις μὲν καὶ Καρχηδονίοις εἰρηναῖα ἦν ἐς ἀλλήλους, Λίβυες, δʼ ὅσοι Καρχηδονίων ὄντες ὑπήκοοι συνεμεμαχήκεσαν αὐτοῖς ἐπὶ Σικελίαν, καὶ Κελτῶν ὅσοι ἐμεμισθοφορήκεσαν, ἐγκλήματά τινα μισθῶν καὶ ὑποσχέσεων ἐς τοὺς Καρχηδονίους ἔχοντες ἐπολέμουν αὐτοῖς μάλα καρτερῶς. οἱ δὲ Ῥωμαίους ἐς συμμαχίαν ὡς φίλους ἐκάλουν, καὶ αὐτοὺς οἱ Ῥωμαῖοι ξενολογεῖν ἐς μόνον τόνδε τὸν πόλεμον ἀπὸ τῆς Ἰταλίας ἐφῆκαν· ἀπείρητο γὰρ ἐν ταῖς σπονδαῖς καὶ τόδε. ἔπεμψαν δὲ καὶ διαλλακτῆρας, οἷς οἱ Λίβυες οὐχ ὑπήκουον, ἀλλὰ τὰς πόλεις ἐδήλωσαν ὑπηκόους εἶναι Ῥωμαίων, εἰ θέλοιεν· οἱ δʼ οὐκ ἐδέξαντο. Καρχηδόνιοι δὲ ναυτικῷ πολλῷ ταῖς πόλεσιν ἐφεδρεύοντες τὴν ἀγορὰν αὐτῶν ἀφῃροῦντο τὴν ἐκ τῆς θαλάσσης, ἀσπόρου δὲ καὶ τῆς γῆς ὡς ἐν πολέμῳ γενομένης, Λιβύων μὲν διὰ τὸν λιμὸν ἐκράτουν, ἐμπόρους δʼ, ὅσοι παρέπλεον, ἐλῄστευον ἐξ ἀπορίας· τοὺς δὲ Ῥωμαίων καὶ κτείνοντες ἔβαλλον ἐς τὸ πέλαγος, ἵνα λανθάνοιεν. καὶ διέλαθον ἐπὶ πολύ. γνωσθέντος δὲ τοῦ γιγνομένου, ποινὴν αἰτούμενοι διωθοῦντο, μέχρι Ῥωμαίων ἐπιστρατεύειν αὐτοῖς ψηφισαμένων Σαρδὼ ποινὴν ἔδωκαν. καὶ τόδε ταῖς προτέραις συνθήκαις ἐνεγράφη.