Hannibalic War

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Τάραντα δὲ φρουρουμένην ὑπὸ Ῥωμαιων Κονωνεὺς ὧδε προύδωκεν. κυνηγετεῖν εἴθιστο ὁ Κονωνεύς, καὶ φέρων ἀεί τι τῷ φρουράρχῳ Λιουίῳ συνήθης ἐκ τοῦδε ἐγεγένητο. ὡς δὲ ἐν πολεμουμένῃ χώρᾳ, νυκτὸς ἔφη δεῖν κυνηγετεῖν καὶ νυκτὸς φέρειν τὰ λαμβανόμενα. νυκτὸς οὖν αὐτῷ τῶν πυλῶν ἀνοιγομένων, συνθέμενος Ἀννίβᾳ καὶ στρατιώτας λαβών, τοὺς μὲν ἔκρυψεν ἐν λόχμῃ τινὶ πλησίον, τοὺς δʼ ἐπακολουθεῖν ἐκέλευσεν ἑαυτῷ διʼ ὀλίγου, τοὺς δὲ σὺν αὐτῷ προσιέναι, θώρακας ἔνδοθεν ὑπεζωσμένους καὶ ξίφη, τὰ δʼ ἐκτὸς ὡς ἂν ἐς κυνηγέτας ἐσκευασμένους. κάπρον τε αὐτοῖς ἐπὶ ξύλων ἐπιθεὶς ἧκε νυκτὸς ἐπὶ τὰς πύλας. καὶ τῶν φυλάκων, ὥσπερ ἔθος ἦν, ἀνοιξάντων, οἱ μὲν συνεσελθόντες αὐτῷ τοὺς ἀνοίξαντας αὐτίκα διεχρῶντο, οἱ δʼ ἑπόμενοι κατὰ σπουδὴν συνεσέπιπτον ἐκείνοις, καὶ τοὺς ἀπὸ τῆς λόχμης ἐδέχοντο, καὶ τὰς πύλας ἀνεῴγνυον τῷ Ἀννίβᾳ. ὁ δὲ ἔσω παρελθὼν τῆς μὲν ἄλλης πόλεως εὐθὺς ἐκράτει, καὶ τοὺς Ταραντίνους ἑταιρισάμενος τὴν ἄκραν ἔτι φρουρουμένην ἐπολιόρκει.

ὧδε μὲν Κονωνεὺς Τάραντα προύδωκε· Ῥωμαῖοι δʼ ὅσοι τὴν ἀκρόπολιν εἶχον, ε͂ς μὲν πεντακισχιλίους ἦσαν, καὶ αὐτοῖς Ταραντίνων τέ τινες προσεχώρουν, καὶ ὁ τῆς ἐν Μεταποντίῳ φρουρᾶς ἡγεμὼν τὸ ἥμισυ τῆς φρουρᾶς ἔχων ἦλθε, βελῶν τε καὶ ὀργάνων πολλῶν ηὐπόρουν, ὡς ἀπὸ τείχους εὐμαρῶς ἀμύνεσθαι τὸν Ἀννίβαν. ηὐπόρει δὲ καὶ ὁ Ἀννίβας. πύργους τε οὖν καὶ καταπέλτας ἐπάγων καὶ χελώνας ἔνια διέσειε, καὶ δρεπάνοις ἀπὸ κάλων ἐπάλξεις τε κατέσυρε καὶ τὸ τεῖχος ἀπεγύμνου. οἱ δὲ λίθους μὲν ἐπὶ τὰς μηχανὰς ἀφιέντες πολλὰ συνέτριβον, βρόχοις δὲ τὰ δρέπανα περιέσπων, καὶ πολλάκις ἐκθέοντες ἄφνω συνετάρασσον ἀεί τι καὶ κτείναντες ἐπανῄεσαν. ὡς δὲ καὶ πνεῦμά ποτε λάβρον ἐθεάσαντο, οἱ μὲν ἀπὸ τοῦ τείχους δᾷδας ἡμμένας καὶ στύππιον καὶ πίσσαν αὐτοῦ τοῖς μηχανήμασιν ἐπερρίπτουν, οἱ δὲ καὶ ἐκδραμόντες ὑπέθηκαν. ἀπογνοὺς οὖν ὁ Ἀννίβας τῆσδε τῆς πείρας περιετείχισε τὴν πόλιν, χωρίς γε τοῦ πρὸς θαλάσσῃ μέρους· οὐ γὰρ ἦν καὶ τοῦτο δυνατόν. καὶ παραδοὺς Ἄννωνι τὴν πολιορκίαν, ἐς Ἰάπυγας ἀνεχώρει.

λιμένες δʼ εἰσὶ τοῖς Ταραντινοις πρὸς βορρᾶν ἄνεμον ἐκ πελάγους ἐσπλέοντι διὰ ἰσθμοῦ, καὶ τὸν ἰσθμὸν ἀπέκλειον γεφύραις, ὧν τότε κρατοῦντες οἱ Ῥωμαίων φρουροὶ σφίσι μὲν ἐδέχοντο τὴν ἀγορὰν ἐκ θαλάσσης, Ταραντίνοις δʼ ἐκώλυον ἐσκομίζεσθαι. ὅθεν ἠπόρουν ἀγορᾶς οἱ Ταραντῖνοι, ἕως ἐπελθὼν αὐτοῖς ὁ Ἀννίβας ἐδίδαξε λεωφόρον ὁδόν, ἣ διὰ μέσης τῆς πόλεως ἔφερεν ἀπὸ τῶν λιμένων ἐπὶ τὴν νοτιον θαλασσαν, ὀρύξαντας, ἰσθμὸν ἕτερον ποιήσασθαι. καὶ οἱ μὲν οὕτω πράξαντες εἶχόν τε ἀγοράν, καὶ τριήρεσι τοὺς Ῥωμαίων φρουροὺς ναῦς οὐκ ἔχοντας ὑπὸ τὸ τεῖχος ἔβλαπτον, ὅτε μὴ χειμὼν εἴη μάλιστα, καὶ τὴν ἀγορὰν τὴν καταπλέουσαν ἐκείνοις ἀφῃροῦντο· οἱ δʼ ἠπόρουν. καὶ νυκτὸς αὐτοὶς Θουρίων σῖτόν τε ναυσὶ πεμπόντων καὶ τριήρεις ἐς φυλακὴν τῶν νεῶν, οἱ Ταραντῖνοι καὶ οἱ σὺν αὐτοῖς Λίβυες πυθόμενοι καὶ λοχήσαντες ἔλαβον αὐτῷ τε σίτῳ καὶ αὐτοῖς ἀνδράσιν ἁπάσας. πρεσβευομένων δὲ θαμινὰ τῶν Θουρίων, καὶ ἀξιούντων λύσασθαι τοὺς εἰλημμένους, οἱ Ταραντῖνοι τοὺς φοιτῶντας αὐτῶν μετέπειθον ἐς Ἀννίβαν. καὶ ὁ Ἀννίβας ὅσους εἶχε Θουρίων αἰχμαλώτους, εὐθὺς ἀπέλυεν. οἱ δὲ τοὺς οἰκείους σφῶν βιασάμενοι, τὰς πύλας Ἄννωνι ἀνέῳξαν. καὶ Θούριοι μὲν Ῥωμαίοις Τάραντα περιποιούμενοι ἔλαθον οὕτως ὑπὸ Καρχηδονίοις αὐτοὶ γενόμενοι· ἡ δʼ ἐν τῇ πόλει φρουρὰ Ῥωμαίων ἐς Βρεντέσιον λαθοῦσα διεπλευσεν.

Μεταποντῖνοι δʼ, ἐξ οὗ σφῶν ὁ φρούραρχος τὸ ἥμισυ τῆς φρουρᾶς ἄγων ἐς Τάραντα ᾤχετο, τοὺς λοιποὺς ὀλίγους γενομένους ἀπέκτειναν καὶ Ἀννίβᾳ προσέθεντο. προσέθετο δὲ καὶ ἡ μεταξὺ Μεταποντίνων τε καὶ Θουρίων Ἡράκλεια, δέει μᾶλλον ἢ γνώμῃ. καὶ πάλιν ἦν ἐπικυδέστερα τὰ Ἀννίβου. τοῦ δʼ ἑξῆς ἔτους καὶ Λευκανῶν τινες ἀπέστησαν ἀπὸ Ῥωμαίων· οἷς Σεμπρώνιος Γράκχος ἀνθύπατος ἐπελθὼν ἐπολέμει. Λευκανὸς δέ τις ἐκ τῶν ἔτι Ῥωμαίοις ἐμμενόντων Φλάουιος, φίλος ὢν καὶ ξένος Γράκχου, προδιδοὺς αὐτὸν ἔπεισεν ἔς τι χωρίον ἐλθόντα συνθέσθαι Λευκανῶν τοῖς στρατηγοῖς ὡς μετανοοῦσι, καὶ δοῦναι καὶ λαβεῖν πίστεις. ὁ δʼ οὐδὲν ὑποτοπήσας εἵπετο μεθʼ ἱππέων τριάκοντα. Νομάδων δὲ πολλῶν αὐτὸν ἐξ ἐνέδρας κυκλωσαμένων, ὁ μὲν Φλάουιος ἐξίππευσεν ἐς ἐκείνους, ὁ δὲ Γράκχος συνεὶς τῆς προδοσίας καθήλατο μετὰ τῶν ἱππέων, καὶ πολλὰ καὶ γενναῖα δρῶν κατεκόπη μετὰ πάντων πλὴν τριῶν, οὓς μόνους εἷλεν ὁ Ἀννίβας, πολλὴν ποιησάμενος σπουδὴν λαβεῖν ζῶντα Ῥωμαίων τὸν ἀνθύπατον. αἰσχρῶς δʼ αὐτὸν ἐνηδρευμένον ἀγάμενος ὅμως τῆς τελευταίας ἀρετῆς ἔθαψε, καὶ τὰ ὀστᾶ Ῥωμαίοις ἔπεμψεν.

καὶ ἀπὸ τοῦδε αὐτὸς μὲν ἐν Ἰάπυξιν ἐθέριζε καὶ σῖτον πολὺν ἐσώρευε,

Ῥωμαίων δʼ ἐπιθέσθαι Καπυαιοις ἐγνωκότων ἔπεμπεν Ἄννωνα μετὰ χιλίων πεζῶν καὶ χιλίων ἱππέων ἐσδραμεῖν νυκτὸς ἐς Καπύην. καὶ ὁ μὲν ἐσέδραμε Ῥωμαίους λαθών, οἱ δʼ ἡμέρας γενομένης, ὡς πλέονας εἶδον ἐπὶ τῶν τειχῶν, τὸ συμβὰν ἔγνωσαν, καὶ τῆς μὲν πόλεως εὐθὺς ἀνεχώρουν, τὰ δὲ θέρη τὰ Καπυαίων καὶ τῶν ἄλλων Καμπανῶν προκατελάμβανον. ὀδυρομένοις δὲ περὶ τοῦδε τοῖς Καμπανοῖς ὁ Ἀννίβας ἔφη πολὺν ἔχειν σῖτον ἐν Ἰαπυγίᾳ, καὶ πέμποντας ἐκέλευε λαμβάνειν ὁσάκις θέλοιεν. οἱ δʼ οὐκ ὑποζύγια μόνον οὐδʼ ἄνδρας, ἀλλὰ καὶ γύναια καὶ παιδία ἔπεμπον ἀχθοφορήσοντα τοῦ σίτου· καὶ γὰρ ἐθάρρουν τῇ διόδῳ, μετελθόντος ἐς αὐτὴν ἐξ Ἰαπύγων Ἀννίβου, καὶ παρὰ τὸν Κάλωρα ποταμὸν στρατοπεδεύοντος, πλησίον Βενεβενδέων, οὓς μόνους ἐδεδοίκεσαν Ῥωμαίοις ἔτι συμμάχους ὄντας. τότε δὲ Ἀννίβου παρόντος ἁπάντων κατεφρόνουν.

συνέβη δὲ Ἀννίβαν μέν, καλοῦντος αὐτὸν Ἄννωνος, ἐς Λευκανοὺς διελθεῖν, τὰ πολλὰ τῆς κατασκευῆς ἐν τῷ περὶ Βενεβεντὸν στρατοπέδῳ μετʼ ὀλίγης φρουρᾶς καταλιπόντα, δυοῖν δὲ Ῥωμαίοις στρατηγούντοιν ὑπάτοιν, Φουλουίου τε Φλάκκου καὶ Κλαυδίου Ἀππίου, τὸν ἕτερον αὐτοῖν πυθόμενον ἐπιδραμεῖν τοῖς Καμπανοῖς διαφέρουσι τὰ θέρη, καὶ πολλοὺς μὲν οἷα ἀπαρασκεύους διαφθεῖραι, καὶ τὸν σῖτον Βενεβενδεῦσι δοῦναι, λαβεῖν δὲ καὶ τὸ στρατόπεδον Ἀννίβου, καὶ τὴν ἐν αὐτῷ παρασκευὴν ἁρπάσαι, καὶ Καπύην ἔτι ὄντος ἐν Λευκανοῖς Ἀννίβου περιταφρεῦσαί τε καὶ ἐπὶ τῇ τάφρῳ περιτειχίσαι πᾶσαν ἐν κύκλῳ. καὶ τοῦδε τοῦ περιτειχίσματος ἐκτὸς ἄλλο ποιήσαντες οἱ στρατηγοὶ τὸ μεσον εἶχον ἀντὶ στρατοπέδου. ἐπάλξεις δʼ ἦσαν αὐτοῖς αἱ μὲν ἐς Καπυαίους πολιορκουμένους αἱ δʼ ἐς τοὺς ἔξωθεν ἐπιόντας ἐπεστραμμέναι, ἥ τε ὄψις ἦν πόλεως μεγάλης σμικροτέραν ἐχούσης ἐν μέσῳ. τὸ δὲ ἀπὸ τοῦ περιτειχίσματος ἐς τὴν Καπύην διάστημα διστάδιον ἦν μάλιστα· ἐν ᾧ πολλαὶ ἐγίγνοντο πεῖραι καὶ συμβολαὶ καθʼ ἑκάστην ἡμέραν, πολλὰ δʼ ὡς ἐν θεάτρῳ μεσοτειχίῳ μονομάχια, προκαλουμένων ἀλλήλους τῶν ἀρίστων. καί τις Καπυαῖος, Ταυρέας, Ῥωμαίων ἐν μονομαχίῳ Κλαύδιον Ἄσελλον περιφεύγων ὑπεχώρει, μέχρι τοῖς Καπυαίων τείχεσιν ὁ Ἄσελλος ἐγκύρσας καὶ τὸν ἵππον οὐ δυνάμενος ἐκ τῆς ῥύμης ἐπιστρέψαι διὰ τῶν πολεμίων πυλῶν ἐς τὴν Καπύην ἐσήλατο σὺν ὁρμῇ, καὶ διιππεύσας τὴν πόλιν ὅλην κατὰ τὰς ἑτέρας ἐξέδραμεν ἐς τοὺς ἐπὶ θάτερα Ῥωμαίους.

καὶ ὁ μὲν οὕτω παραβόλως διεσώζετο, Ἀννίβας δὲ τῆς χρείας ψευσθεὶς ἐφʼ ἣν ἐς Λευκανοὺς μετεκέκλητο, ἀνέστρεφεν ἐς Καπύην, μέγα ποιούμενος μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοις γενομένην. προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθείς, μηδʼ ἐπινοῶν ὅπως ἂν ἐς τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸς οὐδʼ ἀπʼ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνουσαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυνθανόμενος μὲν κἀκείνους ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺς στρατηγοὺς αὐτῶν ἀπὸ Καπύης ἀναστήσειν, ἢ αὐτός τι Καπύης μεῖζον ἐργάσεσθαι. συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδὲ ἐς πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σραδίων τῆς Ῥώμης ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνος ποταμοῦ.

καὶ ἡ πόλις ἐθορυβήθη θόρυβον οἷον οὐ πρότερον, οἰκεῖον μὲν οὐδὲν ἔχοντες ἱκανόν (ὃ γὰρ εἶχον, ἐν Καμπανίᾳ τότε ἦν), πολεμίου δὲ στρατοῦ τοσοῦδε σφίσιν ἐπιστάντος ἄφνω, καὶ στρατηγοῦ διʼ ἀρετὴν καὶ εὐτυχίαν ἀμάχου. ὅμως δὲ ἐκ τῶν παρόντων οἱ μὲν δυνάμενοι φέρειν ὅπλα τὰς πύλας ἐφύλασσον, οἱ δὲ γέροντες ἐς τὸ τεῖχος ἀνεπήδων, γύναια δὲ καὶ παιδία λίθους καὶ βέλη παρέφερον. οἱ δὲ ἐκ τῶν ἀγρῶν συνέθεον ἐς τὸ ἄστυ δρόμῳ. βοῆς δὲ παμμιγοῦς καὶ θρήνων καὶ εὐχῶν καὶ παρακελεύσεων πρὸς ἀλλήλους πάντα μεστὰ ἦν. εἰσὶ δʼ αὐτῶν οἳ τὴν γέφυραν τὴν ἐπὶ τοῦ Ἀνιῆνος ἐκδραμόντες ἔκοπτον. μικρὸν δέ τι πολίχνιον Ῥωμαῖοί ποτε ἐπιτειχίζοντες Αἰκανοῖς Ἄλβην ἀπὸ τῆς αὑτῶν μητροπόλεως ἐκάλεσαν· σὺν χρόνῳ δʼ ἐπισύροντες ἢ διαφθείροντες, ἢ ἐς τὴν Ἀλβανῶν σύγκρισιν, Ἀλβησέας αὐτοὺς καλοῦσιν. τούτων τότε τῶν Ἀλβησέων ἐς Ῥώμην δισχίλιοι δρόμῳ διέθεον, τοῦ κινδύνου μετασχεῖν, καὶ ἅμα ἀφικνοῦντο καὶ ὡπλίζοντο καὶ τὰς πύλας ἐφρούρουν. τοσῇδε προθυμίᾳ βραχὺ πολίχνιον ἐκ τοσῶνδε ἀποικιῶν ἐχρήσατο μόνη, οἷόν τι καὶ Ἀθηναίοις ἐς Μαραθῶνα μικρὰ πόλις ἡ Πλαταιέων ἔδραμε τοῦ τότε κινδύνου μετασχεῖν.

τῶν δὲ στρατηγῶν Ἄππιος μὲν Καπύῃ παρέμενε, κἀκεῖνος ἡγούμενος ἑλεῖν Καπύην, Φούλουιος δὲ Φλάκκος ἑτέραις ὁδοῖς ἐπειχθεὶς ἀλήκτῳ τάχει ἀντεστρατοπέδευσε τῷ Ἀννίβᾳ, μέσον ἔχων τὸν Ἀνιῆνα. τῷ δʼ Ἀννίβᾳ τῆν γέφυραν εὑρόντι λελυμένην καὶ τὸν Φούλουιον ἀντικαθήμενον, ἔδοξε τὰς πηγὰς τοῦ ποταμοῦ περιοδεῦσαι. καὶ ὁ μὲν Φούλουιος ἀντιπαρώδευεν, ὁ δὲ καὶ ὣς ἐνήδρευε, Νομάδας ἱππέας ὑπολιπών, οἱ τῶν στρατῶν ἀναστάντων τὸν Ἀνιῆνα ἐπέρασαν καὶ τὰ Ῥωμαίων ἐδῄουν, μέχρι παρὰ τὴν πόλιν αὐτὴν γενόμενοι καὶ φοβήσαντες ἐπέστρεψαν ἐς Ἀννίβαν· οὕτω γὰρ αὐτοῖς παρήγγελτο. αὐτὸς δὲ ἐπεὶ τάς τε πηγὰς τοῦ ποταμοῦ περιῆλθε, καὶ ὁδὸς ἦν ἐς τὸ ἄστυ οὐ πολλή, λέγεται μὲν νυκτὸς σὺν τρισὶν ὑπασπισταῖς λαθὼν κατασκέψασθαι τὸ ἄστυ, καὶ τὴν τῆς δυνάμεως ἐρημίαν καὶ θόρυβον τὸν ἐπέχοντα ἰδεῖν, ἀναστρέψαι δʼ ἐς Καπύην, εἴτε θεοῦ παράγοντος αὐτὸν ἀεὶ ὡς καὶ τότε, εἴτε τὴν τῆς πόλεως ἀρετὴν καὶ τύχην δείσας, εἴτε, ὡς αὐτὸς τοῖς ἐσβαλεῖν προτρέπουσιν ἔλεγεν, οὐκ ἐθέλων τὸν πόλεμον ἐκλῦσαι δέει Καρχηδονίων, ἵνα μὴ καὶ τὴν στρατηγίαν αὐτὸς ἀποθοῖτο· οὐ γὰρ ὅ γε σὺν Φουλουίῳ στρατὸς ἦν αὐτῷ πάμπαν ἀξιόμαχος. ὁ δὲ Φούλουιος ἀναστρέφοντι παρείπετο, κωλύων τε προνομεύειν καὶ φυλασσόμενος μηδὲν ἐξ ἐνέδρας παθεῖν.