Hannibalic War

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ἰόνιον αὖθις ἐτράπη, καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει, λείαν τε περιήλαυνε πολλήν. Σερουίλιος δʼ ὕπατος ἀντιπαριὼν αὐτῷ κατῇρεν ἐς Ἀρίμινον, ἀπέχων Ἀννίβου μίαν ἡμέραν· ἔνθα τὴν στρατιὰν συνεῖχε καὶ τοὺς ἔτι φίλους Κελτῶν ἀπεθάρρυνεν, ἕως ἀφικόμενος Φάβιος Μάξιμος ὁ δικτάτωρ Σερουίλιον μὲν ἐς Ῥώμην ἔπεμπεν ὡς οὔτε ὕπατον οὔτε στρατηγὸν ἔτι ὄντα δικτάτορος ᾑρημένου, αὐτὸς δὲ τῷ Ἀννίβᾳ παρακολουθῶν ἐς μὲν χεῖρας οὐκ ᾔει, πολλάκις ἐκείνου προκαλουμένου, πολιορκεῖν δʼ οὐδένα εἴα, παραφυλάσσων καὶ ἐπικείμενος. ὁ δέ, τῆς χώρας ἐξαναλωμένης, τροφῶν ἠπόρει, καὶ αὐτὴν αὖθις περιιὼν ἑκάστης ἡμέρας ἐξέτασσε, προκαλούμενος ἐς μάχην. Φάβιος δʼ οὐ συνεπλέκετο, καταγιγνώσκοντος αὐτοῦ Μινουκίου Ῥούφου, ὃς ἵππαρχος μὲν ἦν αὐτῷ, ἔγραφε δʼ ἐς Ῥώμην τοῖς φίλοις ὡς ὀκνοίη Φάβιος ὑπὸ δειλίας. διαδραμόντος δʼ ἐς Ῥώμην ἐπὶ θυσίας τινὰς τοῦ Φαβίου, ὁ Μινούκιος ἡγούμενος τοῦ στρατοῦ συνεπλέκη τινὰ μάχην τῷ Ἀννίβᾳ, καὶ δόξας πλέον ἔχειν θρασύτερον ἐς Ῥώμην ἐπέστελλε τῇ βουλῇ, τὸν Φάβιον αἰτιώμενος οὐκ ἐθέλοντα νικῆσαι. καὶ ἡ βουλή, ἐπανεληλυθότος ἐς τὸ στρατόπεδον ἤδη τοῦ Φαβίου, ἴσον ἰσχύειν αὐτῷ τὸν ἵππαρχον ἀπέφηνεν.

οἱ μὲν δὴ μερισάμενοι τὴν στρατιὰν πλησίον ἀλλήλων ἐστρατοπέδευον, καὶ τῆς γνώμης ἑκάτερος εἴχοντο τῆς ἑαυτοῦ, Φάβιος μὲν ἐκτρύχειν Ἀννίβαν τῷ χρόνῳ καὶ πειρᾶσθαι μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, ὁ δὲ Μινούκιος μάχῃ διακριθῆναι. συνιόντος δὲ ἐς μάχην τοῦ Μινουκίου, Φάβιος τὸ μέλλον ἔσεσθαι προορῶν ἐν μέσῳ τὴν στρατιὰν ἀτρεμοῦσαν ἔστησε τὴν ἑαυτοῦ, καὶ τοὺς τοῦ Μινουκίου τραπέντας ἀνελάμβανε, τοὺς δʼ Ἀννίβου διώκοντας ἀπεκρούετο. καὶ Φάβιος μὲν ὧδε τὴν συμφορὰν ἐπεκούφισε τῷ Μινουκίῳ, οὐδὲν ἐπιμηνίσας τῆς διαβολῆς· ὁ δὲ Μινούκιος αὑτοῦ καταγνους ἀπειρίαν ἀπέθετο τὴν ἀρχήν, καὶ τὸ μέρος τοῦ στρατοῦ παρέδωκε τῷ Φαβίῳ, ἡγουμένῳ πρὸς ἄνδρα τεχνίτην μάχης ἕνα καιρὸν εἶναι τὴν ἀνάγκην. οὗ δὴ καὶ ὁ Σεβαστὸς ὕστερον πολλάκις ἐμέμνητο, οὐκ ὢν εὐχερὴς οὐδʼ οὗτος ἐς μάχας μᾶλλον τόλμῃ ἢ τέχνῃ χρῆσθαι. Φάβιος μὲν οὖν αὖθις ὁμοίως ἐφύλασσε τὸν Ἀννίβαν, καὶ τὴν χώραν πορθεῖν ἐκώλυεν, οὐ συμπλεκόμενος αὐτοῦ τῷ στρατῷ παντί, τοῖς δʼ ἀποσκιδναμένοις μόνοις ἐπιτιθέμενος, καὶ σαφῶς εἰδὼς ἀπορήσοντα τροφῶν αὐτίκα τὸν Ἀννίβαν.

στενῆς δὲ διόδου πλησιαζούσης, ὁ μὲν Ἀννίβας αὐτὴν οὐ προείδετο, Φάβιος δὲ προπέμψας τετρακισχιλίους κατέλαβε, καὶ τοῖς λοιποῖς αὐτὸς ἐπὶ θάτερα ἐστρατοπέδευεν ἐπὶ λόφου καρτεροῦ. ὁ δὲ Ἀννίβας ὡς ᾔσθετο ληφθεὶς ἐν μέσῳ Φαβίου τε καὶ τῶν στενῶν φυλασσομένων, ἔδεισε μὲν ὡς οὔ ποτε πρότερον· οὐ γὰρ εἶχε διέξοδον, ἀλλὰ πάντα ἦν ἀπόκρημνα καὶ δύσβατα, οὐδʼ ἤλπιζε Φάβιον ἢ τοὺς ἐπὶ τῶν στενῶν βιάσεσθαι διὰ τὴν τῶν χωρίων ὀχυρότητα. ὧδε δʼ ἔχων ἀπορίας τοὺς μὲν αἰχμαλώτους ἐς πεντακισχιλίους ὄντας κατέσφαξεν, ἵνα μὴ ἐν τῷ κινδύνῳ νεωτερίσειαν, βοῦς δὲ ὅσας εἶχεν ἐν τῷ στρατοπέδῳ (πολὺ δὲ πλῆθος ἦν), τοῖς κέρασιν αὐτῶν δᾷδας περιέθηκε, καὶ νυκτὸς ἐπιγενομένης τὰς δᾷδας ἐξάψας τὸ λοιπὸν ἐν τῷ στρατοπέδῳ πῦρ ἔσβεσε, καὶ σιγὴν βαθεῖαν ἔχειν παρήγγειλε, τοῖς δʼ εὐτολμοτάτοις τῶν νέων ἐκέλευσε τὰς βοῦς ἐλαύνειν μετὰ σπουδῆς ἄνω πρὸς τὰ ἀπόκρημνα, ἃ ἦν ἐν μέσῳ τοῦ τε Φαβίου καὶ τῶν στενῶν. αἱ δʼ ὑπό τε τῶν ἐλαυνόντων ἐπειγόμεναι, καὶ τοῦ πυρὸς ἐκκαίοντος αὐτάς, ἀνεπήδων ἐπὶ τοὺς κρημνοὺς ἀφειδῶς καὶ βιαίως, εἶτα κατέπιπτον καὶ αὖθις ἀνεπήδων.

Ῥωμαῖοι δὲ οἱ ἑκατέρωθεν, ὁρῶντες ἐν μὲν τῷ Ἀννίβου στρατοπέδῳ σιγὴν καὶ σκότον, ἐν δὲ τοῖς ὄρεσι πῦρ πολὺ καὶ ποικίλον, οὐκ ἔχοντες ὡς ἐν νυκτὶ τὸ γιγνόμενον ἀκριβῶς ἐπινοῆσαι, ὁ μὲν Φάβιος εἴκαζεν εἶναί τι στρατήγημα τοῦτο Ἀννίβου, καὶ συνεῖναι μὴ δυνάμενος ἀτρέμα συνεῖχε τὴν στρατιάν, τὴν νύκτα ὑφορώμενος· οἱ δʼ ἐν τοῖς στενοῖς ὑπέλαβον, ἅπερ ἤθελεν ὁ Ἀννίβας, φεύγειν αὐτὸν ὡς ἐν ἀπόροις, ἄνω διὰ τῶν κρημνῶν βιαζόμενον, καὶ μετεπήδων ἐπὶ τὴν φαντασίαν τοῦ πυρὸς καταθέοντες ὡς ἐκεῖ ληψόμενοι τὸν Ἀννίβαν κακοπαθοῦντα. ὁ δὲ ὡς εἶδε καταβάντας αὐτοὺς ἐκ τῶν στενῶν, διέδραμεν ἐς αὐτὰ τοῖς ταχυτάτοις ἄνευ φωτὸς μετὰ σιωπῆς, ἵνα διαλάθοι, καταλαβὼν δὲ αὐτὰ καὶ κρατυνάμενος ἐσήμηνε τῇ σάλπιγγι· καὶ τὸ στρατόπεδον ἀντεβόησεν αὐτῷ, καὶ πῦρ αἰφνίδιον ἐξέφηναν. Ῥωμαῖοι μὲν δὴ τότε ᾔσθοντο τῆς ἀπάτης, ὁ δὲ στρατὸς ὁ ἄλλος Ἀννίβου καὶ οἱ τὰς βοῦς ἐλαύνοντες ἐπὶ τὰ στενὰ ἀδεῶς διέδραμον. καὶ αὐτοὺς συναγαγὼν ἀπῇρεν ἐς τὸ πρόσω. οὕτω μὲν ἐξ ἀέλπτου τότε ὁ Ἀννίβας αὐτός τε περιῆν καὶ τὸν στρατὸν περιέσωζε, καὶ ἐς Γερωνίαν τῆς Ἰαπυγίας ἐπειχθείς, ἣ σίτου πλήρης ἦν, ἐξεῖλεν αὐτήν, καὶ ἐν ἀφθόνοις ἀδεῶς ἐχείμαζεν.

ὁ δὲ Φάβιος καὶ τότε τῆς αὐτῆς γνώμης ἐχόμενος εἵπετο, καὶ τῆς Γερωνίας ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευε, λαβὼν ἐν μέσῳ ποταμὸν Αὔφιδον. ληγόντων δὲ αὐτῷ τῶν ἓξ μηνῶν ἐφʼ οὓς αἱροῦνται Ῥωμαῖοι τοῦς δικτάτορας, οἱ μὲν ὕπατοι Σερουίλιός τε καὶ Ἀτίλιος ἐπὶ τὰς ἑαυτῶν ἀρχὰς ἐπανῄεσαν, καὶ ἦλθον ἐπὶ τὸ στρατόπεδον, καὶ ὁ Φάβιος ἐς Ῥώμην ἀπῄει, γίγνονται δέ τινες ἐν τῷδε τῷ χειμῶνι Ἀννίβᾳ καὶ Ῥωμαίοις ἀκροβολισμοὶ συνεχεῖς ἐς ἀλλήλους· καὶ τὰ Ῥωμαίων ἐπικυδέστερα καὶ εὐθαρσέστερα ἦν. ὁ δʼ Ἀννίβας ἐπέστελλε μὲν ἀεὶ τὰ γιγνόμενα Καρχηδονίοις ὑπερεπαίρων, τότε δὲ ἀπολωλότων αὐτῷ πολλῶν ἠπόρει, καὶ στρατιὰν ᾔτει καὶ χρήματα. οἱ δὲ ἐχθροὶ πάντα ἐπισκώπτοντες τὰ Ἀννίβου, καὶ τότε ὑπεκρίνοντο ἀπορεῖν ὅτι, τῶν νικώντων οὐκ αἰτούντων χρήματα ἀλλὰ πεμπόντων ἐς τὰς πατρίδας, ὁ Ἀννίβας αἰτοίη, λέγων νικᾶν. οἷς οἱ Καρχηδόνιοι πεισθέντες οὔτε στρατιὰν ἔπεμπον οὔτε χρήματα. καὶ ὁ Ἀννίβας ταῦτʼ ὀδυρόμενος ἔγραφεν ἐς Ἰβηρίαν Ἀσδρούβᾳ τῷ ἀδελφῷ, παρακαλῶν αὐτὸν ἀρχομένου θέρους μεθʼ ὅσης δύναιτο στρατιᾶς καὶ χρημάτων ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, καὶ πορθεῖν αὐτῆς τὰ ἐπέκεινα, ἵνα δῃῷτο πᾶσα καὶ Ῥωμαῖοι κάμνοιεν ὑπʼ αὐτῶν ἑκατέρωθεν.

καὶ τάδε μὲν ἦν περὶ Ἀννίβαν, Ῥωμαῖοι δὲ τῷ τε μεγέθει τῆς ἥττης τῆς Φλαμινίου καὶ Κεντηνίου περιαλγοῦντες ὡς ἀνάξια σφῶν καὶ παράλογα καὶ ἀθρόα παθόντες, καὶ τὸν πόλεμον ὅλως οὐ φέροντες ἔνδον ὄντα παρʼ ἑαυτοῖς, ἄλλα τε κατέλεγον ἐκ Ῥώμης τέλη στρατιωτῶν τέσσαρα μετʼ ὀργῆς ἐπὶ τὸν Ἀννίβαν, καὶ τοὺς συμμάχους πανταχόθεν ἤγειρον ἐς Ἰαπυγίαν. ὑπάτους τε αἱροῦνται ἐκ μὲν δόξης πολεμικῆς Λεύκιον Αἰμίλιον τὸν Ἰλλυριοῖς πολεμήσαντα, ἐκ δὲ δημοκοπίας Τερέντιον Οὐάρρωνα, πολλὰ αὐτοῖς ἐκ τῆς συνήθους δοξοκοπίας ὑπισχνούμενον. καὶ αὐτοὺς παραπέμποντες ἐξιόντας ἐδέοντο κρῖναι τὸν πόλεμον μάχῃ, καὶ μὴ τὴν πόλιν ἐκτρύχειν χρόνῳ τε καὶ στρατείαις συνεχέσι καὶ ἐσφοραῖς καὶ λιμῷ καὶ ἀργίᾳ τῆς γῆς δῃουμένης. οἱ δὲ τὴν στρατιὰν τὴν ἐν Ἰαπυγίᾳ προσλαβόντες, καὶ τὸ σύμπαν ἔχοντες πεζοὺς μὲν ἑπτακισμυρίους ἱππέας δʼ ἑξακισχιλίους, ἐστρατοπέδευον ἀμφὶ κώμῃ τινὶ καλουμένῃ Κάνναις. καὶ ὁ Ἀννίβας αὐτοῖς ἀντεστρατοπέδευεν. φύσει δὲ ὢν φιλοπόλεμος ὁ Ἀννίβας καὶ οὔ ποτε φέρων ἀργίαν, τότε μάλιστα τῆς ἀπορίας αὐτὸν ἐνοχλούσης ἐξέτασσε συνεχῶς ἐς μάχην, δεδιὼς μὴ οἱ μισθοφόροι μετάθοιντο διὰ τὴν ἀμισθίαν ἢ σκεδασθεῖεν ἐπὶ συλλογὴν ἀγορᾶς. καὶ ὁ μὲν οὕτω προὐκαλεῖτο τοὺς πολεμίους.

γνώμη δὲ τῶν ὑπάτων ἦν, Αἰμιλίου μὲν ὑπομένειν ἐκτρύχοντας Ἀννίβαν οὐ δυνησόμενον ἀντέχειν ἐπὶ πολὺ διὰ τὴν ἀπορίαν, μηδὲ διὰ χειρὸς ἔρχεσθαι γεγυμνασμένῳ πολέμοις καὶ εὐτυχίαις ἀνδρὶ καὶ στρατῷ, Τερεντίου δʼ, οἷα δημοκόπου, μνημονεύειν ὧν ὁ δῆμος ἐξιοῦσιν ἐνετέλλετο, καὶ κρῖναι τὴν μάχην ὀξέως. τούτοιν Αἰμιλίῳ μὲν προσετίθετο Σερουίλιος ὁ πέρυσιν ὕπατος ἔτι παρών, Τερεντίῳ δὲ ὅσοι τε ἀπὸ βουλῆς καὶ τῶν καλουμένων ἱππέων ἡγοῦντο τῆς στρατιᾶς. ἀντεχόντων δʼ ἔτι τῶν ἑτέρων, ὁ Ἀννίβας τοῖς χορτολογοῦσιν αὐτῶν ἢ ξυλευομένοις ἐπιτιθέμενος ὑπεκρίνετο ἡττᾶσθαι, καὶ περὶ ἐσχάτην ποτὲ φυλακὴν ἐκίνει τὸ πλῆθος ὡς ἀναζευγνύς. ὁ δὲ Τερέντιος ἰδὼν ἐξῆγε τὴν στρατιὰν ὡς ἐπὶ φεύγοντα τὸν Ἀννίβαν, ἀπαγορεύοντος αὐτῷ καὶ τότε τοῦ Αἰμιλίου. ὡς δὲ οὐκ ἔπειθεν, οἰωνίζετο ὁ Αἰμίλιος ἐφʼ ἑαυτοῦ, καθάπερ εἰώθασι, καὶ πέμψας ὁδεύοντι ἤδη τῷ Τερεντίῳ τὴν ἡμέραν ἀπαίσιον ἔλεγεν εἶναι. ὁ δʼ ἐπανῄει μέν, αἰδούμενος οἰωνοῖς ἀπειθῆσαι, τὰς δὲ κόμας ἐν ὄψει τῆς στρατιᾶς ἐτίλλετο καὶ χαλεπῶς ἔφερεν ὡς τὴν νίκην ἀφῃρνμένος ὑπὸ ζηλοτυπίας τοῦ συνάρχου. καὶ τὸ πλῆθος αὐτῷ συνηγανάκτει.