Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

τοῦ δʼ αὐτοῦ χρόνου μέρος ἄλλο Ἰβήρων αὐτονόμων, οἳ Λυσιτανοὶ καλοῦνται, Πουνίκου σφῶν ἡγουμένου τὰ Ῥωμαίων ὑπήκοα ἐλῄζοντο, καὶ τοὺς στρατηγοῦντας αὐτῶν, Μανίλιόν τε καὶ Καλπούρνιον Πίσωνα, τρεψάμενοι κτείνουσιν ἑξακισχιλίους, καὶ ἐπʼ αὐτοῖς Τερέντιον Οὐάρρωνα ταμίαν. οἷς ἐπαρθεὶς ὁ Πούνικος τὰ μέχρι ὠκεανοῦ κατέδραμε, καὶ Οὐέττωνας ἐς τὴν στρατείαν προσλαβὼν ἐπολιόρκει Ῥωμαίων ὑπηκόους τοὺς λεγομένους Βλαστοφοίνικας, οἷς φασὶν Ἀννίβαν τὸν Καρχηδόνιον ἐποικίσαι τινὰς ἐκ Λιβύης, καὶ παρὰ τοῦτο κληθῆναι Βλαστοφοίνικας. Πούνικος μὲν οὖν λίθῳ πληγεὶς ἐς τὴν κεφαλὴν ἀπέθανε, διαδέχεται δʼ αὐτὸν ἀνὴρ ᾧ ὄνομα ἦν Καίσαρος. οὗτος ὁ Καίσαρος Μουμμίῳ, μετὰ στρατιᾶς ἄλλης ἐπελθόντι ἀπὸ Ῥώμης, ἐς μάχην συνηνέχθη καὶ ἡττώμενος ἔφυγεν. Μουμμίου δʼ αὐτὸν ἀτάκτως διώκοντος ἐπιστραφεὶς ἔκτεινεν ἐς ἐννακισχιλίους, καὶ τήν τε λείαν τὴν ἡρπασμένην καὶ τὸ οἰκεῖον στρατόπεδον ἀνεσώσατο, καὶ τὸ Ῥωμαίων προσέλαβέ τε, καὶ διήρπασεν ὅπλα καὶ σημεῖα πολλά, ἅπερ οἱ βάρβαροι κατὰ τὴν Κελτιβηρίαν ὅλην περιφέροντες ἐπετώθαζον.

Μούμμιος δʼ ὑπολοίπους ἔχων πεντακισχιλίους ἐγύμναζεν ἔνδον ἐν τῷ στρατοπέδῳ, δεδιὼς ἄρα προελθεῖν ἐς τὸ πεδίον πρὶν τοὺς ἄνδρας ἀναθαρρῆσαι. φυλάξας δὲ εἴ τι μέρος οἱ βάρβαροι τῆς ἀφῃρημένης λείας παρέφερον, ἀδοκήτως αὐτοῖς ἐπέθετο, καὶ πολλοὺς διαφθείρας ἔλαβε τὴν λείαν καὶ τὰ σημεῖα. Λυσιτανῶν δʼ οἱ ἐπὶ θάτερα τοῦ Τάγου ποταμοῦ, κἀκεῖνοι Ῥωμαίοις πεπολεμωμένοι, Καυκαίνου σφῶν ἡγουμένου Κουνέους ἐπόρθουν, οἳ Ῥωμαίοις ἦσαν ὑπήκοοι, καὶ πόλιν αὐτῶν μεγάλην εἷλον Κονίστοργιν. παρά τε τὰς στήλας τὰς Ἡρακλείους τὸν ὠκεανὸν ἐπέρων, καὶ οἱ μὲν τὴν ἄλλην Λιβύην κατέτρεχον, οἱ δʼ Ὀκίλην πόλιν ἐπολιόρκουν. Μούμμιος δʼ ἑπόμενος ἐννακισχιλίοις πεζοῖς καὶ ἱππεῦσι πεντακοσίοις ἔκτεινε τῶν μὲν δῃούντων ἐς μυρίους καὶ πεντακισχιλίους, τῶν δʼ ἑτέρων τινάς, καὶ τὴν πολιορκίαν διέλυσε τὴν Ὀκίλης. ἐντυχὼν δὲ καὶ τοῖς φέρουσιν ἃ ἐσεσυλήκεσαν, ἔκτεινε καὶ τούσδε πάντας, ὡς μηδʼ ἄγγελον ἀπὸ τοῦ κακοῦ διαφυγεῖν. τὴν δὲ λείαν διαδοὺς τῷ στρατῷ τὴν δυνατὴν φέρεσθαι, τὰ λοιπὰ τοῖς θεοῖς τοῖς ἐνυαλίοις ἔκαυσεν.

καὶ Μούμμιος μὲν τάδε πράξας ἐπανῆλθεν ἐς Ῥώμην καὶ ἐθριάμβευσεν,

ἐκδέχεται δʼ αὐτὸν Μάρκος Ἀτίλιος, ὃς Λυσιτανῶν μὲν ἐς ἑπτακοσίους ἐπιδραμὼν ἀπέκτεινε, καὶ τὴν μεγίστην πόλιν ἐξεῖλεν, ᾗ ὄνομα Ὀξθράκαι, τὰ δʼ ἐγγὺς καταπληξάμενος ἅπαντα ἐπὶ συνθήκαις παρέλαβεν. καὶ τούτων ἦν ἔνια τοῦ Οὐεττώνων ἔθνους, ὁμόρου τοῖς Λυσιτανοῖς. ὡς δʼ ἀνεζεύγνυε χειμάσων ὁ Ἀτίλιος, αὐτίκα πάντες μετετίθεντο καί τινας Ῥωμαίοις ὑπηκόους ἐπολιόρκουν· οὓς ἐπειγόμενος ἐξελεῖν τῆς πολιορκίας Σέρουιος Γάλβας ὁ Ἀτιλίου διάδοχος, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ πεντακοσίους σταδίους διελθὼν ἐπιφαίνεται τοῖς Λυσιτανοῖς, καὶ εὐθὺς ἐς μάχην ἐξέτασσε, κατάκοπον τὸν στρατὸν ἔχων. τρεψάμενος δʼ εὐτυχῶς τοὺς πολεμίους, ἐπέκειτο φεύγουσιν ἀπειροπολέμως. ὅθεν ἀσθενοῦς αὐτῷ καὶ ἀσυντάκτου τῆς διώξεως οὔσης διὰ κόπον, οἱ βάρβαροι κατιδόντες αὐτοὺς διεσπασμένους τε καὶ ἀναπαυομένους κατὰ μέρη συνελθόντες ἐπέθεντο, καὶ κτείνουσιν ἐς ἑπτακισχιλίους. ὁ δὲ Γάλβας μετὰ τῶν ἀμφʼ αὐτὸν ἱππέων κατέφυγεν ἐς Καρμώνην πόλιν, ἔνθα τοὺς διαφυγόντας ἀνελάμβανε, καὶ συμμάχους ἀθροίσας ἐς δισμυρίους διῆλθεν ἐς Κουνέους, καὶ παρεχείμαζεν ἐν Κονιστόργει.

Λεύκολλος δὲ ὁ τοῖς Οὐακκαίοις ἄνευ ψηφίσματος πολεμήσας ἐν Τυρδιτανίᾳ τότε χειμάζων ᾔσθετο Λυσιτανῶν ἐς τὰ πλησίον ἐμβαλόντων, καὶ περιπέμψας τοὺς ἀρίστους τῶν ἡγεμόνων, ἔκτεινε τῶν Λυσιτανῶν ἐς τετρακισχιλίους. περί τε Γάδειρα τὸν πορθμὸν ἑτέρων περώντων ἔκτεινεν ἐς χιλίους καὶ πεντακοσίους, καὶ τοὺς λοιποὺς συμφυγόντας ἔς τινα λόφον ἀπετάφρευσε, πλῆθός τε ἔλαβεν ἀνδρῶν ἄπειρον. καὶ τὴν Λυσιτανίαν ἐπιὼν κατὰ μέρος ἐπόρθει. ἐπόρθει δὲ καὶ Γάλβας ἐπὶ θάτερα. καὶ τινῶν πρεσβευομένων ἐς αὐτόν, καὶ θελόντων βεβαιοῦν καὶ ὅσα Ἀτιλίῳ τῷ πρὸ αὐτοῦ στρατηγῷ συνθέμενοι παρεβεβήκεσαν, ἐδέχετο καὶ ἐσπένδετο, καὶ ὑπεκρίνετο αὐτοῖς καὶ συνάχθεσθαι ὡς διʼ ἀπορίαν λῃστεύουσί τε καὶ πολεμοῦσι καὶ παρεσπονδηκόσιν. τὸ γὰρ λυπρόγαιον, ἔφη, καὶ πενιχρὸν ὑμᾶς ἐς ταῦτα ἀναγκάζει· δώσω δʼ ἐγὼ πενομένοις φίλοις γῆν ἀγαθήν, καὶ ἐν ἀφθόνοις συνοικιῶ, διελὼν ἐς τρία.

οἱ μὲν δὴ τάδε προσδοκῶντες ἀπὸ τῶν ἰδίων ἀνίσταντο, καὶ συνῄεσαν οἷ προσέτασσεν ὁ Γάλβας· ὁ δὲ αὐτοὺς ἐς τρία διῄρει, καὶ πεδίον ἑκάστοις τι ὑποδείξας ἐκέλευεν ἐν τῷ πεδίῳ περιμένειν, μέχρι πολίσειεν αὐτοὺς ἐπελθών. ὡς δʼ ἧκεν ἐπὶ τοὺς πρώτους, ἐκέλευεν ὡς φίλους θέσθαι τὰ ὅπλα, θεμένους δʼ ἀπετάφρευέ τε, καὶ μετὰ ξιφῶν τινας ἐσπέμψας ἀνεῖλεν ἅπαντας, ὀδυρομένους τε καὶ θεῶν ὀνόματα καὶ πίστεις ἀνακαλοῦντας. τῷ δʼ αὐτῷ τρόπῳ καὶ τοὺς δευτέρους καὶ τρίτους ἐπειχθεὶς ἀνεῖλεν, ἀγνοοῦντας ἔτι τὰ πάθη τὰ τῶν προτέρων, ἀπιστίᾳ μὲν ἄρα ἀπιστίαν μετιών, οὐκ ἀξίως δὲ Ῥωμαίων μιμούμενος βαρβάρους. ὀλίγοι δʼ αὐτῶν διέφυγον, ὧν ἦν Οὐρίατθος, ὃς μετʼ οὐ πολὺ ἡγήσατο Λυσιτανῶν καὶ ἔκτεινε πολλοὺς Ῥωμαίων καὶ ἔργα μέγιστα ἐπεδείξατο. ἀλλὰ τάδε μὲν ὕστερον γενόμενα ὕστερον λέξω. τότε δὲ ὁ Γάλβας, Λευκόλλου φιλοχρηματώτερος ὤν, ὀλίγα μέν τινα τῆς λείας τῇ στρατιᾷ διεδίδου, καὶ ὀλίγα τοῖς φίλοις, τὰ λοιπὰ δὲ ἐσφετερίζετο, καίτοι πλουσιώτατος ὢν ὁμοῦ τι Ῥωμαίων· ἀλλʼ οὐδʼ ἐν τῇ εἰρήνῃ φασὶν αὐτὸν διαλιπεῖν ψευδόμενόν τε καὶ ἐπιορκοῦντα διὰ κέρδη. μισούμενος δὲ καὶ κατηγορούμενος διέφευγε διὰ τὸν πλοῦτον,