Epitome

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921

ἐν δὲ θατέρῳ τῷ σκοπέλῳ ἦν Χάρυβδις, ἣ τῆς ἡμέρας τρὶς ἀνασπῶσα τὸ ὕδωρ πάλιν ἀνίει. ὑποθεμένης δὲ Κίρκης, τὸν μὲν παρὰ τὰς Πλαγκτὰς πλοῦν ἐφυλάξατο, παρὰ δὲ τὸν τῆς Σκύλλης σκόπελον πλέων ἐπὶ τῆς πρύμνης ἔστη καθωπλισμένος. ἐπιφανεῖσα δὲ ἡ Σκύλλα

294
ἓξ ἑταίρους ἁρπάσασα τούτους κατεβίβρωσκεν.

ἐκεῖθεν δὲ ἐλθὼν εἰς Θρινακίαν νῆσον οὖσαν Ἡλίου, ἔνθα βόες ἐβόσκοντο, καὶ ἀπλοίᾳ κατασχεθεὶς ἔμεινεν αὐτοῦ. τῶν δὲ ἑταίρων σφαξάντων ἐκ τῶν βοῶν καὶ θοινησαμένων, λειφθέντων τροφῆς, Ἥλιος ἐμήνυσε Διί. καὶ ἀναχθέντα κεραυνῷ ἔβαλε.

λυθείσης δὲ τῆς νεὼς Ὀδυσσεὺς τὸν ἱστὸν κατασχὼν παραγίνεται εἰς τὴν Χάρυβδιν. τῆς δὲ Χαρύβδεως καταπινούσης τὸν ἱστόν, ἐπιλαβόμενος ὑπερπεφυκότος ἐρινεοῦ περιέμεινε. καὶ πάλιν ἀνεθέντα τὸν ἱστὸν θεωρήσας, ἐπὶ τοῦτον ῥίψας εἰς Ὠγυγίαν νῆσον διεκομίσθη.

ἐκεῖ δὲ ἀποδέχεται Καλυψὼ θυγάτηρ Ἄτλαντος, καὶ συνευνασθεῖσα γεννᾷ παῖδα Λατῖνον. μένει δὲ παρʼ αὐτῇ πενταετίαν, καὶ σχεδίαν ποιήσας ἀποπλεῖ. ταύτης δὲ ἐν τῷ πελάγει διαλυθείσης ὀργῇ Ποσειδῶνος, γυμνὸς πρὸς Φαίακας ἐκβράσσεται.

Ναυσικάα δέ, ἡ τοῦ βασιλέως θυγάτηρ Ἀλκινόου, πλύνουσα τὴν ἐσθῆτα ἱκετεύσαντα αὐτὸν ἄγει πρὸς Ἀλκίνοον, ὃς αὐτὸν ξενίζει

296
καὶ δῶρα δοὺς μετὰ πομπῆς αὐτὸν εἰς τὴν πατρίδα ἐξέπεμψε. Ποσειδῶν δὲ Φαίαξι μηνίσας τὴν μὲν ναῦν ἀπελίθωσε, τὴν δὲ πόλιν ὄρει περικαλύπτει.

Ὀδυσσεὺς δὲ παραγενόμενος εἰς τὴν πατρίδα εὑρίσκει τὸν οἶκον διεφθαρμένον· νομίσαντες γὰρ αὐτὸν τεθνάναι Πηνελόπην ἐμνῶντο ἐκ Δουλιχίου μὲν νζ·

Ἀμφίνομος Θόας Δημοπτόλεμος Ἀμφίμαχος Εὐρύαλος, Πάραλος Εὐηνορίδης Κλυτίος Ἀγήνωρ Εὐρύπυλος, Πυλαιμένης Ἀκάμας Θερσίλοχος Ἅγιος Κλύμενος, Φιλόδημος Μενεπτόλεμος Δαμάστωρ Βίας Τέλμιος, Πολύιδος Ἀστύλοχος Σχεδίος Ἀντίγονος Μάρψιος, Ἰφιδάμας Ἀργεῖος Γλαῦκος Καλυδωνεὺς Ἐχίων, Λάμας Ἀνδραίμων Ἀγέρωχος Μέδων Ἄγριος, Πρόμος Κτήσιος Ἀκαρνάν Κύκνος Ψηρᾶς, Ἑλλάνικος Περίφρων Μεγασθένης Θρασυμήδης Ὀρμένιος, Διοπίθης Μηκιστεὺς Ἀντίμαχος Πτολεμαῖος Λεστορίδης, Νικόμαχος Πολυποίτης Κεραός.

ἐκ δὲ Σάμης κγ· Ἀγέλαος Πείσανδρος Ἔλατος Κτήσιππος Ἱππόδοχος, Εὐρύστρατος Ἀρχέμολος Ἴθακος Πεισήνωρ Ὑπερήνωρ, Φεροίτης Ἀντισθένης Κέρβερος Περιμήδης Κῦννος, Θρίασος Ἐτεωνεὺς Κλυτίος Πρόθοος Λύκαιθος, Εὔμηλος Ἴτανος Λύαμμος.

ἐκ δὲ Ζακύνθου μδ·

298
Εὐρύλοχος Λαομήδης Μόλεβος Φρένιος Ἴνδιος, Μίνις Λειώκριτος Πρόνομος Νίσας Δαήμων, Ἀρχέστρατος Ἱππόμαχος Εὐρύαλος Περίαλλος Εὐηνορίδης, Κλυτίος Ἀγήνωρ Πόλυβος Πολύδωρος Θαδύτιος, Στράτιος Φρένιος Ἴνδιος Δαισήνωρ Λαομέδων, Λαόδικος Ἅλιος Μάγνης Ὀλοίτροχος Βάρθας, Θεόφρων Νισσαῖος Ἀλκάροψ Περικλύμενος Ἀντήνωρ, Πέλλας Κέλτος Περίφας Ὄρμενος Πόλυβος, Ἀνδρομήδης.

ἐκ δὲ αὐτῆς Ἰθάκης ἦσαν οἱ μνηστευόμενοι ιβ οἵδε· Ἀντίνοος Πρόνοος Λειώδης Εὐρύνομος Ἀμφίμαχος, Ἀμφίαλος Πρόμαχος Ἀμφιμέδων Ἀρίστρατος Ἕλενος, Δουλιχιεὺς Κτήσιππος.

οὗτοι πορευόμενοι εἰς τὰ βασίλεια δαπανῶντες τὰς Ὀδυσσέως ἀγέλας εὐωχοῦντο. Πηνελόπη δὲ ἀναγκαζομένη τὸν γάμον ὑπέσχετο ὅτε τὸ ἐντάφιον Λαέρτῃ πέρας ἕξει, καὶ τοῦτο ὕφηνεν ἐπὶ ἔτη τρία, μεθʼ ἡμέραν μὲν ὑφαίνουσα, νύκτωρ δὲ ἀναλύουσα. τοῦτον τὸν τρόπον ἐξηπατῶντο οἱ μνηστῆρες ὑπὸ τῆς Πηνελόπης, μέχρις ὅτε ἐφωράθη.

Ὀδυσσεὺς δὲ μαθὼν τὰ κατὰ τὴν οἰκίαν, ὡς ἐπαίτης πρὸς Εὔμαιον οἰκέτην ἀφικνεῖται, καὶ Τηλεμάχῳ ἀναγνωρίζεται, καὶ παραγίνεται εἰς τὴν πόλιν. Μελάνθιος δὲ αὐτοῖς συντυχὼν ὁ αἰπόλος οἰκέτης ὑπάρχων ἀτιμάζει. παραγενόμενος δὲ εἰς τὰ βασίλεια τοὺς μνηστῆρας μετῄτει τροφήν, καὶ

300
εὑρὼν μεταίτην Ἶρον καλούμενον διαπαλαίει αὐτῷ. Εὐμαίῳ δὲ μηνύσας ἑαυτὸν καὶ Φιλοιτίῳ, μετὰ τούτων καὶ Τηλεμάχου τοῖς μνηστῆρσιν ἐπιβουλεύει.

Πηνελόπη δὲ τοῖς μνηστῆρσι τίθησιν Ὀδυσσέως τόξον, ὃ παρὰ Ἰφίτου ποτὲ ἔλαβε, καὶ τῷ τοῦτο τείναντί φησι συνοικήσειν. μηδενὸς δὲ τεῖναι δυναμένου, δεξάμενος Ὀδυσσεὺς τοὺς μνηστῆρας κατετόξευσε σὺν Εὐμαίῳ καὶ Φιλοιτίῳ καὶ Τηλεμάχῳ. ἀνεῖλε δὲ καὶ Μελάνθιον καὶ τὰς συνευναζομένας τοῖς μνηστῆρσι θεραπαίνας, καὶ τῇ γυναικὶ καὶ τῷ πατρὶ ἀναγνωρίζεται.

θύσας δὲ Ἅιδῃ καὶ Περσεφόνῃ καὶ Τειρεσίᾳ, πεζῇ διὰ τῆς Ἠπείρου βαδίζων εἰς Θεσπρωτοὺς παραγίνεται καὶ κατὰ τὰς Τειρεσίου μαντείας θυσιάσας ἐξιλάσκεται Ποσειδῶνα. ἡ δὲ

302
βασιλεύουσα τότε Θεσπρωτῶν Καλλιδίκη καταμένειν αὐτὸν ἠξίου τὴν βασιλείαν αὐτῷ δοῦσα.

καὶ συνελθοῦσα αὐτῷ γεννᾷ Πολυποίτην. γήμας δὲ Καλλιδίκην Θεσπρωτῶν ἐβασίλευσε καὶ μάχῃ τῶν περιοίκων νικᾷ τοὺς ἐπιστρατεύσαντας. Καλλιδίκης δὲ ἀποθανούσης, τῷ παιδὶ τὴν βασιλείαν ἀποδιδοὺς εἰς Ἰθάκην παραγίνεται, καὶ εὑρίσκει ἐκ Πηνελόπης Πολιπόρθην αὐτῷ γεγεννημένον.

Τηλέγονος δὲ παρὰ Κίρκης μαθὼν ὅτι παῖς Ὀδυσσέως ἐστίν, ἐπὶ τὴν τούτου ζήτησιν ἐκπλεῖ. παραγενόμενος δὲ εἰς Ἰθάκην τὴν νῆσον ἀπελαύνει τινὰ τῶν βοσκημάτων, καὶ Ὀδυσσέα βοηθοῦντα τῷ μετὰ χεῖρας δόρατι Τηλέγονος τρυγόνος κέντρον τὴν αἰχμὴν ἔχοντι τιτρώσκει,

303
καὶ Ὀδυσσεὺς θνήσκει.

ἀναγνωρισάμενος δὲ αὐτὸν καὶ

304
πολλὰ κατοδυράμενος, τὸν νεκρὸν καὶ τὴν Πηνελόπην πρὸς Κίρκην ἄγει, κἀκεῖ τὴν Πηνελόπην γαμεῖ. Κίρκη δὲ ἑκατέρους αὐτοὺς εἰς Μακάρων νήσους ἀποστέλλει.

τινὲς δὲ Πηνελόπην ὑπὸ Ἀντινόου φθαρεῖσαν λέγουσιν ὑπὸ Ὀδυσσέως πρὸς τὸν πατέρα Ἰκάριον ἀποσταλῆναι, γενομένην δὲ τῆς Ἀρκαδίας κατὰ Μαντίνειαν ἐξ Ἑρμοῦ τεκεῖν Πᾶνα·

ἄλλοι δὲ διʼ Ἀμφίνομον ὑπὸ Ὀδυσσέως αὐτοῦ τελευτῆσαι· διαφθαρῆναι γὰρ αὐτὴν ὑπὸ τούτου λέγουσιν.

εἰσὶ δὲ οἱ λέγοντες ἐγκαλούμενον Ὀδυσσέα ὑπὸ τῶν οἰκείων ὑπὲρ τῶν ἀπολωλότων δικαστὴν

306
Νεοπτόλεμον λαβεῖν τὸν βασιλεύοντα τῶν κατὰ τὴν Ἤπειρον νήσων, τοῦτον δέ, νομίσαντα ἐκποδὼν Ὀδυσσέως γενομένου Κεφαλληνίαν καθέξειν, κατακρῖναι φυγὴν αὐτοῦ, Ὀδυσσέα δὲ εἰς Αἰτωλίαν πρὸς Θόαντα τὸν Ἀνδραίμονος παραγενόμενον τὴν τούτου θυγατέρα γῆμαι, καὶ καταλιπόντα παῖδα Λεοντοφόνον ἐκ ταύτης γηραιὸν τελευτῆσαι.