Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ ὁ βασιλεύς, καὶ παροργισθήσεται καὶ ὑψωθήσεται ἐπὶ πάντα θεόν, καὶ ἐπὶ τὸν θεὸν τῶν θεῶν ἔξαλλα λαλήσει, καὶ εὐοδωθήσεται ἕως ἂν συντελεσθῇ ἡ ὀργή· εἰς αὐτὸν γὰρ συντέλεια γίνεται.

καὶ ἐπὶ τοὺς θεοὺς τῶν πατέρων αὐτοῦ οὐ μὴ προνοηθῇ, καὶ ἐν ἐπιθυμίᾳ γυναικὸς οὐ μὴ προνοηθῇ· ὅτι ἐν παντὶ ὑψωθήσεται, καὶ ὑποταγήσεται αὐτῷ ἔθνη ἰσχυρά.

ἐπὶ τὸν τόπον αὐτοῦ κινήσει, καὶ θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ τιμήσει ἐν χρυσίῳ καὶ ἀργυρίῳ καὶ λίθῳ πολυτελεῖ. καὶ ἐν ἐπιθυμήμασι

ποιήσει πόλεων καὶ εἰς ὀχύρωμα ἰσχυρὸν ἥξει [*](Syr)[*](29 ?? επιστρεψει 87 Syr 30 ÷ και επιστρεψει (superscr ÷ ) και οργι- σθησονται 87 ÷ και επιστρ. κ. οργισθησεται Syr 31 ΒδελυελY ΓΜΑ εPH- Μωcεωc Syrᵐᵍ 37 τους θεους] τον θεον Syr 38 κινησει] κινηθησεται )

572
[*](87) μετὰ θεοῦ ἀλλοτρίου· οὗ ἐὰν ἐπιγνῷ, πληθυνεῖ δόξαν καὶ κατακυριεύσει αὐτοῦ ἐπὶ πολύ, καὶ χώραν ἀπομεριεῖ εἰς δωρεάν.

καὶ καθʼ ὥραν συντελείας συγκερατισθήσεται αὐτῷ ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐποργισθήσεται αὐτῷ βασιλεὺς βορρᾶ ἐν ἄρμασι καὶ ἐν ἵπποις πολλοῖς καὶ ἐν πλοίοις πολλοῖς, καὶ εἰσελεύσεται εἰς χώραν Αἰγύπτου.