Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἔστησαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέν μου.
διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ἰούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πάντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτούς.
διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἐπειδὴ ἤκουσαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατήρ αὐτῶν,
οὐ μὴ ἐκλίπῃ ἀνήρ τῶν υἱῶν Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.
Ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα ἐγενήθη λόγος Κυρίου πρὸς με λέγων
Λάβε σεαυτῷ χαρτίον βιβλίου, καὶ γράψον ἐπʼ αὐτοῦ πάντας [*](13 κατοικουσι U+05D0* (-σιν Bᵃᵇ) Ιερουσαλημ] pr εν A παιδειαν BabAQ του U+05D0AQ ακουειν] om του U+05D0ΑQ 14 υιου] υιοι U+05D0 | Ρηχοβ U+05D0* τεκνοις] υιοις Qmg | επιο- σαν] επιον AQ α΄θ΄ ?? εως της ημερας ταυτης οτι ηκουσσν της εντολης του πατρος αυτω| Qmg και εγω] καγω A ορθου U+05D0* (ορθρ. U+05D0?) | om και ελαλησα A ηκουσατε] εισηκουσατε A 15 απεστειλα] απεστειλατε Q* (-λα Qᵃ) | τους παιδας] το ο πεδα U+05D0*ᵛⁱᵈ (τους παιδ, U+05D0?) τους δουλους AQ προφητας] + ορθριζων κ αποστελλων και Qmg της οδου] om της U+05D0 | βελτιων U+05D0* (-τιω Bᵃᵇ) βελτιον A βελτιονα Q πιησατε U+05D0* ᵛiᵈ (ποιησ. U+05D0?) τα επιτηδ.] om τα A | πορευεσθε] πορευσεσθαι Q* (-σεσθε Qᵃ) θων U+05D0* (θεων U+05D0?) ετερων] αλλοτριων U+05D0A | ης] ως U+05D0* (ης U+05D0?) ηκουσατε] εισηκουσατε μου U+05D0 16 υιοι] pr οι AQ | Ιωναδαβ] Ιωναδ Q* (-ναδαβ Q?) υιου] οι υιοι U+05D0 16 —18 om ο δε λαος ουτος..εν- τολην του πατρος ουτων Q* (hab Qmᵍ inf) 16 ο δε λαος] και ο λ. U+05D0 | ουτος] μου A ηκουσεν] ηκουσαν U+05D0* fort U+05D0AQ 17 om A αυτους] + θ΄ ?? ανθ ων ελαλησα επ αυτους κ ουκ ηκουσᾶ| κ εκαλεσα αυτους κ ουκ απεκριθησα (18) κ τω οικω Ρηχαβ ειπε| Ιερεμιας Qmg 18 Κυριος] + U+05D0 των δυναμεων ο θς Ιηλ Qmg υιοι] pr οι U+05D0Α om υιου Ρηχαβ U+05D0 | την εντολην] om U+05D0 + Ιωναδαβ Qᵐᵍ ουτων 1⁰] + σ΄ ?? κ εφυλαξαν συν πασας τας εντολας αυτου Qmg καθοτι] οσα Α κατα παντα οσα Qmᵍ 19 ου] pr δια τουτο ταδε λεγει κς των δυναμεων θε Ιηλ Qmg εκλειπη U+05D0c.aAQa XLIII 1 εν] pr και U+05D0c.aAQ pr α΄θ΄ ?? [και] εγενηθη Qᵐᵍ Ιωακιμ Qa υιω Q* (υιου Qa) Ιωσια BbU+05D0 Ιωσιου AQ 2 χαρτιον] χαρτην AQ α΄ κεφαλιδα σ΄ τομο| Qmg αυτου] αυτω A )
ἴσως ἀκούσεται ὁ οἶκος Ἰούδα πάντα τὰ κακὰ ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἴνα ἀποστρέψωσιν ἀπὸ ὀδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
καὶ ἐκάλεσεν Ἰερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος Ἰερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐλάλησεν πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.
καὶ ἐνετείλατο Ἰερεμίας τῷ Βαροὺχ λέγων Ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ἰούδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς.
ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
καὶ ἐποίησεν Βαροὺχ κατὰ πάντα ἂ ἐνετείλατο αὐτῷ Ἰερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους Κυρίου ἐν οἴκῳ Κυρίου.