Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Ἀχὰζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιόν σε ποεῖν κρίμα καὶ δικαιοσ;υνην.
οὐκ ἔγναωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδέ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος;
ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλʼ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτό, καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν.
διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσεία βασιλέα Ἰούδα Καὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν Ὣ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμοι κύριε.
ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἰερουσαλήμ.
Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.
ἐλάλησα πρὸς σέ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου.
πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται, ὕτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.
κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.
ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χερὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε,
καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαιων.
καὶ [*](U+05D0AQ)[*](14 θυρισι Q 15 παρωξύνθης] παρωξυνθης Q | Αχαζ] Αχααβ A κεδρω Qmg | βελτιον] + ην U+05D0AQ | δικαιοσυνην] + καλην AQ + α΄σ΄ ?? τοτε U+05D0mg 16 ταπεινων A | πενητος] + α΄θ΄ ?? τοτε αγαθο| αυτω Qmg | τουτο] + σοι A 17 αλλ] αλλα U+05D0A | και 2° sup ras ut vid B? | αδικηματα AQ | ποιειν] πιειν U+05D0* (ο superscr B?) + ταυτα A 18 om επι Ιωακειμ... Ιουδα και U+05D0 | επι 1°] pr επι τον ανδρα τουτον Qmg | Ιωακιμ Qᵃ | Ιωσια BᵇA Ιωσιου Q | και] ουαι AQ | κοψονται AQ | αυτον ω] ν ω sup ras Bᵃᵇ ω] ουαι U+05D0c.a AQ | om ουδε...κυριε A | κυριε] + και οιμμοι (corr οιμοι) αδελφε Q (?? αγαπητε Qmg) 19 ονου] ου U+05D0 | συμψησθεις] συνψηθεις U+05D0A + ως κοπρια Qmᵍ 20 κραξον] κεκραξον U+05D0AQ 21 ελαλησα] ελαλησαν (εαλησαν U+05D0*) U+05D0AQ* | om και ειπας...νεοτητος σου A | ουκ 1°] ου μη U+05D0 | σου 3°] incep τ U+05D0* | ουκ 2°] pr ?? οτι Qmg | φωνην U+05D0* 22 om οι ερασται σου A | αισχυνθησει U+05D0* | ατμωθηση] ατιμασθηση A 23 ενοlσευουσα A | κατα- στεναξεις] pr σ΄ ?? οτι Qmg | οδυνας] ωδινας AQ 24 Ιεχονιας] Ιωακεμ A | Ιωακειμ (-κιμ Qᵃ)] ιεχονια A | Ιουδα sup ras Aa (seq spat 2 litt) | εκει- θεν] pr α΄σ΄ ?? οτι Qmg | εκπασω U+05D0* (σ superscr U+05D0?) 25 om και παρα- δωσω σε U+05D0 | των ζητουντων] om των Q | ων] pr ?? ӄ εις χειρα Qmg | ουτων] + α΄θ΄ ?? ӄ εν χειρι Ναβουχοδονοσορ βασιλεως Bαβυλωνος Qmᵍ )
εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν.
ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει.
γῆ γῆ, ἄκουε λόγον Κυρίου·
γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαυείδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.
Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν.
διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφʼ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν.