Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- συνκατέβη αὐτῷ εἰς λάκκον.
- καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν, [*](5 ευρεν] εγνω U+05D0AC | θεω] pr τω C | τεκνουσσπλ. U+05D0* (ras σ 1⁰ U+05D0?) A U+05D0AC 6 ερυσατο C | φευγοντα U+05D0* (φυγ. U+05D0c.a) | καταβασιον πυρ U+05D0AC 7 ης ετι η εστι C | καθεστηκεν C | εστηκυιη U+05D0* (-α U+05D0c.a) εστηκυιας A 8 απελειπο) A | μνημοσυνον] μνημην U+05D0* (-μοσυνον U+05D0c.a) 9 θεραπευοντας U+05D0* (-σαντας U+05D0c.a) AC | ερυσατο C 10 αυτη] + και C | αγιων] ανων C | πονους] κοπους U+05D0A 11 αυτον 2⁰] +εν μοχθοις C 12 διεφυλαξεν] και εφυλ. U+05D0 | παντος] παντως U+05D0* παντων U+05D0c.a | ευσεβεια] pr η A 13 εγκατελειπεν A ενκατελιπεν C | αλλα] αλλ U+05D0 | ερυσατο U+05D0C 14 συγκατεβη BᵃᵇA)
- ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας
- καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ·
- ψευδεῖς τε ἔδεξεν τοὺς μωμησαμένους αὐτόν,
- καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
622
[*](Β)- αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους
- θλβόντων.
- εἰσῆλθεν εἰς ψυχὴν θεράποντος Κυρίου,
- καὶ ἀντέστη βασιλεῦσιν φοβεροῖς ὀν τέρασι καὶ σημείοις.
- ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν,
- ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ,
- καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας
- καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα.
- διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθράν,
- καὶ διήγαγεν αὐτοὺς δι᾿ ὕδατος πολλοῦ·
- τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσεν,
- καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς.
- διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς,
- καὶ ὕμνησαν, Κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου,
- τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·
- ὅτι ἡ σοφία ἤνοιξεν στόμα κωφῶν,
- καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς.
- Εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου.
- διώδευσαν ἔρημον ἀοίκητον,
- καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·
- ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς.
- ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε,
- καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ,
- καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ.
- δι᾿ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, [*](U+05D0AC)[*](14 αυτου] αυτον U+05D0c.a C 15 ερυσατο AC 16 ανεστη U+05D0* (αντεστη U+05D0c.a) | βασιλευς U+05D0 βασιλευσι AC 17 μισθον οσιοις A | αυτων] αυτου U+05D0* (-των U+05D0c.a) C |φλογας U+05D0 |αστερων U+05D0c.aAC 18 θαλασσαν] pr εις U+05D0C| δι] δια U+05D0 19 αυ- των] αυτου C | κατεκλυσεν] κατεπαυσε| U+05D0* (κατεκλ. U+05D0c.a) κατεκλυσα| A | εκ βαθους] εκ θαμβους U+05D0* (εκ β. U+05D0c.a) | om αβυσσου U+05D0 | ανεβρασεν] αβρασεν U+05D0* (ανεβρ. U+05D0¹) διεβιβασεν C | αυτους] +εισηλθεν εις ψυχην θεραποντος κυ)| και αντεστηβασιλευσιν φοβε|ροις εν τερασιν και σημιοις| U+05D0* (unc incl U+05D0c.a) 20 τε δε C | χειραν U+05D0C 21 εθηκε C XI 1 ευωδωσεν Bᵃᵇ | αυτων] αυτου A | προφητων αγιων A 3 εχθρους ημυναντο BaU+05D0AC)
- (⁶)διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.
623
- ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ
- αἵματι λυθρώδει ταραχθέντες
- εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος,
- ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως, 8 δείξας
- διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.
- ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι,
- ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο·
- τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας,
- ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.
- καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο·
- διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη
- καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν.