Machabaeorum ii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα ΘΕΟΥ ΝΙΚΗΝ, μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλήν, τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατʼ οἰκίαν ὄντι συνέθηκεν·
καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν, καὶ ἐξέλυσαν εὐημεροῦντες.
ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει, διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην.
Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ἰουδαίων εὐτολμίας, κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους,
καὶ ἐπὶ Βαιθσούροις φρούριον ὀλίγον τῶν Ἰουδαίων· προσῆγεν, ἐτροποῦτο, προσενέκρουσεν, ἠλαττονοῦτο.
τοῖς δὲ ἔνδον Ἰούδας τὰ δέοντα εἰσέπεμψεν.