Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐξεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλαμανάσσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ’αὐτήν.

καὶ κατελάβετο αὐτὴν ἀπὸ τἐλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἑξεκίᾳ, αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ὡσῆε βασιλεῖ Ἰσραήλ, καὶ συνελήμφθη Σαμάρεια.

καὶ ἀπᾠκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἁλάε καὶ ἐν Ἀβιὼρ ποταμῷ Γωξὰν καὶ Ὀρὴ Μήδων.

ἀνθ’ ὧν ὅτι οὐκ ἤκουσαν τῆς Φωνῆς Κυρίου Θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωςῆς ὁ δοῦλος Κυρίου, καὶ οὑκ ἥκουσαν καὶ οὐκ ἐποίησαν.

Καὶ τῷ τεσσαρεσκαιδεκάῳ ἔτει βασιλεῖ Ἑζεκιοὺ ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.

καὶ ἀπέστελιεν Ἑζεκίας βασιλεὺς Ἰούδα ἀγγέ λους πρὸς βασιλέα Ἀσσυρίων εἰς Δαχεὶς λέγων Ἡμάρτηκα, ἁποστράΦητι ἀπ’ἐμοῦ. ὃ ἐὰν ἐπιθῇς ἐπ’ἐμὲ βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἑξεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου.

καὶ ἔδωκεν Ἑξεκίας πᾶν τὸ ἀργύριον

ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἑζεκίας τὰς θύρας ναοῦ καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Ἑζεκίας βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν [*](4 τας στηλας] pr πασας Α | εξωλοθρ. Β α | Μωσης Α | συτον] αυτους Α | Α Νεσθαλει] Νεσθαν Α 5 βασιλευσιν] pr πασιν Α | om εν 30 Α 6 Μωνση] Μωσης Α 7 om και 20 Α 9 ενιαυτος ο]ο ενιαυτος Α | τω Ωσηε] om τω Α | Σαλαμανσσαρ] Σαμανας| σαρ Α vid 10 αυτος] ουτος ] ουτος Α | Σαμαρια Α 11 Σαμαριαν Α | Αβωρ Α 12 om ανθ ων Α | ο δουλος] om o A 13 βασιλει] του βασιλεως Α | Εζεκειου Α | Σεναχηρειμ Α 14 αποστραφηθι Β ab A | om o A 16 ναου] +κݲνݲ Α |εστηριγμενα α εχρυς. ]α α ε|sup ras A )

784
[*](B) αὐτὰ βασιλεῖ Ἀσσυῤίων.

Καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν θανθὰν καὶ τὸν Ῥαφεὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχεὶς πρὸς τὸν βασιλέα Ἑζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἰερουσαλήμ· καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ἰερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.

καὶ ἐβόησαν πρὸς Ἑζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν Ἐλιακεὶμ νἰὸς Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωσαφὰτ ὁ ἀναμιμνήσκων.

καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Εἴπατε δὴ πρὸς Ἑζεκίαν Τάδε λέγει ὀ βασιλεὺς ὀ μεγας βασιλεὺς Ἀσσυρίων Τί ἡ πεποίθησις αὕτη ἣν πέποιθας;

εἶπας, πλὴν λόγοι χειλέων Βουλὴ καὶ δύναμις εὶς πόλεμον· νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;

νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ’ Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ’ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεὶρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτόν.

καὶ ὅτι εἶπας πρὸς μέ Ἐπὶ Κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὖτος ἀπέστησεν Ἑζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τῇ Ἰερουσαλήμ Ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἰερουσαλήμ;

καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ’ αὐτούς.

καὶ πῶς ἀποστρέψετε τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ’ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς.

καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον διαφθεῖραι αὐτόν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γὴν ταύτην καὶ διάφθειρον αὐτήν.