Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐνκατέλιπον τὰς ἐντολὰς Κυρίου θεοῦ αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις, καὶ ἐποίησαν ἐποίησαν καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βάαλ·

καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρί, ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο· καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.

καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ Ἰσραήλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη.

καί γε Ἰούδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς τοῦ θεοῦ, καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιῶμασιν Ἰσραὴλ οἷς ἐποίησαν.

καὶ ἀπεώσαντο τὸν [*](A) [*](8 εκ] απο Α 9 ημφιασαντο Α Ι υψηλων Α 11 εθνη] + α Α | εκ] απο Α | om και 3° Α 13 τω Ιουδα] om τω Α Ι εν χειρὶ] Pr και Α I λογον] Α | υμων 1°] ημων Α | αυτοις] αυτους προς υμας Α 14 ηκουδαν] + Α I αυτων 2°] οι ουκ επιστευσαݲ| θωݲ αυτων· (15) και απερριψαν αυτων και την συݲ|θηκην αυτου ην εκοψεν συν πα|τρασιν αυτων· 15 αυτοις 1°] + ουκ εφυλαξαν Α | om των ματαιων...οπισω των Α Ι αυτων] περικυκλωσαντων αυτους Α | αυτοις 2°] pr κς (sic) Α | μη] pr του 16 εγκατελιπον B a εγκατελειπον Α | om και εποιησαν σλση Α 17 εμαντευοντο] pr και Α Ι om μαντειας και οιωνιζοντο Α 19 εντολας] + κݲυݲ κݲυݲ Α | του θεου] θυ (sic) Α + αυτων Β ab mg A 20 απεωσαντο] απωκεισαντο)

781
κύριον ἐν παντὶ σπέρματι Ἰσραήλ. κοὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν [*](Β) αὐτοὺς ἐν χερὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ.

ὄτι πλὴν Ἰσραὴλ ἐπάνωθεν οἴκου Δαυείδ, καὶ ἐβασίλευσαν τὸν Ἰεροβοὰμ υἱὸν Ναβάτ· καὶ ἐξέωσεν Ἰεροβοὰμ τὸν Ἰσραὴλ ἐξόπισθεν Κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην.

καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτίᾳ ’Iεροβοὰμ ἧς ἑποίησεν· οὐκ ἀπέστησαν ἀπ’ αὐτης

ἕως οὗ μετέστησεν Κύριος τὸν Ἰσραὴλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησεν Κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν· καὶ ἀπῳκίσθη Ἰσραὴλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης.

Καὶ ἤγαγεν βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνθά, ἀπὸ Αιὰ καὶ ἀπὸ Αἱμὰθ καὶ Σεπφαρουάιν· καὶ κατῳκίσθησαν ἐν πόλεσιν Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραήλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν κα κατῴκησαν ἐν ταῖς πόλεσιν αὐτῆς.

καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν κύριον, καὶ άπέστειλεν Κύριος ἐν αὐτοῖς τοὐς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς.

καὶ εἶπον τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες Τὰ ἔθνη ἄ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσιν Σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας· καὶ ἰδού εἰσιν θανατοῦντες αὐτούς, καθότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς.

καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀσσυρίων λέγων Ἀπάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν καὶ κατοικείτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τῆς γῆς.

καὶ ἤγαγον ἕνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθήλ, καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσιν τὸν κύριον.

καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν, καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν ὧν ἐποίησαν οἱ Σαμαρεῖται, ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν ἐν αἷς κατῴκουν ἐν αὐταῖς·

καὶ οἱ ἄνδρες Βαβθλῶνος ἐποίησαν τὴν Ῥοοἱ ἄνδρες Χοὺθ ἐποίησαν τὴν Ἐργέλ, καὶ οἱ ἄνδρες Ἑμὰθ τὴν Ἀσειμάθ,

καὶ οἱ Εὐαῖοι ἐποίησαν τὴν Ἐβλαζὲρ καὶ τὴν Θαρθὰκ [*](21 om και 1° Α | Ιεροβοαμ °] τον| βοαμ Β* Ιερο superset Β 1? a? b) | εξοπιθεν A Α 22 ης] η Α 23 κݲςݲ τον sup ras Α a 24 Χουθα] Α Ι απο 1°] pr και Α | Σεφφαρουαιμ Α | Σαμαριαν Α 25 αυτων] + Α | λεοντας] post ε ras I lit Α ? 26 αντεκαθι|σαν Α | το κριμα 1°] κριματα Α Ι του θεου 1°] τ sup ras Aa? | απεστειλεν] + κݲςݲ Α απαρατε Α Ι της γης] pr του θυݲ Α 28 απωκισαν] ηγαγον Α Ι οπως Α 29 Σαμαριται Α Ι κατωκουν] pr αυτοι Α Ι αυταις] αι sup ras Aa? 30 Ροχχωθβαινειθει] Σοκχωθβενιθει Α Ι om και οι ανδρες Χουθ την Εργελ Α Ι Εμαθ] Αιμαθ Α Ι Ασιμαθ Α 31 και την Ναιβας· Α)

782
[*](B)καὶ τὴν Σεπφαρούν, ἡνίκα κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Ἀδραμέλεχ καὶ Ἀνημέλεχ Σεφφαρούν.

καὶ ἦσαν φοβούμενοι τὸν κύριον, καὶ κατᾠ κισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν ᾖ κατᾠκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν κύριον, καὶ ἐποίησαν ἱερεῖς τῶν ὑψηλῶν, καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν.