Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐλεύςῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο. καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.

καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ θεκωεῖτις πρὸς τὸν βασιλέα, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν Σῶσον, βασιλεῦ, σῶσον.

καὶ εἶπεν πρὸς αὐτὴν ὁ βασιλεύς Τί ἔστιν σοι; ἡ δὲ εἶπεν Καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου.

καί γε τῇ δούλῃ σου δύο υἱοι, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπασεν ὁ εἶς τὸν ἕνα ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν.

καὶ ἰδοὺ ἐπανέστη ὁλη ἡ πατριὰ πρὸς [*](Α) [*](33 ρημα] pr το Α | απεθαναν] απεθανον Α | om αλλ η Α 34 πλευρας] πλευρου Α | του ορους 1°] τους ορ. Β* (ς impr Bb) | εωρακα] εορ. Α | της Ωρωνην] των ορεων ῆ| Αvid 36 μεγαν] + σφοδρα Α 37 Θολμαιλημ] Θολομαι Α | την Μαχαδ] γην Μ. Α | omn o βασιλευς Α 38 απεδρα Αβεσς. Α 39 Δαδ ο βασιλευς Α XIV 2 τουτο ημερας πολλας πενθ. επι τεθν. Α 3 εν τω στοματι] εις το στομα Α 4 εις] επι Α | om και ειπεν Α 6 ο εις] om o A)

639
τὴν δούλην σου καὶ εἶπαν Δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ [*](Β) καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ οὗ ἀπέκτεινεν, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προςώπου τῆς γῆς.

καὶ εἶπεν ὁ βασιλεύς Ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ.

καὶ εἶπεν ἡ γυνὴ ἡ Φεκωεῖτις πρὸς τὸν βασιλέα Ἐπ’ κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος.

καὶ εἶπεν ὁ βασιλεύς Τίς ὁ λαλῶν πρὸς σέ; καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ.

καὶ εἶπεν Μνημονευςάτω δὴ ὁ βασαιλεὺς τὸν κύριον θεὸν αὐτοῦ, πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι, καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου· καὶ εἶπεν Ζῇ Κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν.

καὶ εἶπεν Λαληςάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ῥῆμα· καὶ εἶπεν Λάλησον.

καὶ εἶπεν ἡ γυνή Ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ; ἤ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια, τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ;

ὅτε θανάτῳ ἀποθανόύμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφθειρόμενον ἐπὶ τῆς γῆς ὅ οὐ συναχθήσεται· καὶ λήμψεται ὁ θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ’ αὐτοῦ ἐξεωσμένον.

καὶ νῦν ὅ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα κύριόν μου τὸ ῥῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ὁ λαός σου Λαληςάτω δὴ πρὸς τὸν βασιλέα, εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ·

ὅτι ἀκούσει ὁ βασιλεύς· ῥυςάσθω τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεοῦ.

καὶ εἶπεν ἡ γυνή Εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυςίας, ὅτι καθὼς ἄγγελος θεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ Κύριος ὁ θεός σου ἔσται μετὰ σοῦ.

καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα Μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα ὅ ἐγὼ ἐπερωτῶ σε· καὶ εἶπεν ἡ γυνή Λαληςάτω δὴ ὀ κύριός μου ὁ βασιλεύς.

καὶ εἶπεν ὁ βασιλεύς Μὴ ἡ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; [*](7 παισαντα] πεσαντα Α | καταλειμμα και ονομα] ονομα και λημμα Α Α 10 ου] + μη Α 11 πληθυνθηναι] πληθυναι Α | om απο Α 12 ειπεν Ι°] + η γυνη Α |βασιλεα] pr τον Α 13 τοιουτον Α | τον βας.] pr προς Α 14 ψυχην] pr την Α | και 3°] signa v l prae se fert Btxt et mg | λογιζομενος] διαλογιζ. λογισμους Α | εξωσμενον Α 15 κυριον] pr τον Bab (superscr) Α |ποιηση Α 16 ακουει Α |ρυσασθω] + δη Α | μου] + κατα το αυτο Α 17 θυσιαν Α | ρεου] pr του Α 19 μετα σου εν π. τουτω Α)

640
[*](B) καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ Ζῇ ἡ χθψή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεχιὰ ἤ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς· ὅτι ὁ δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δοὺλης σου πάντας τοὺς λόγους κούτους·

ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ὅ ἐποίησεν ὁ δοῦλός σου Ἰωάβ, τὸν δόλον τοῦτον· καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ, τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωάβ Ἰδοὺ δὴ ἐποίηςά σοι κατὰ τὸν λόγον σου τοῦτον· ἐπίστρεψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ.

καὶ ἔπεσεν Ἰωάβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ἰωάβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μον βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.