Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
- ἡμάρτοσαν, οὐκ αὐτῷ τέκνα, μωμητά·
- γενεὰ σκολιὰ καὶ διεστραμμένη.
- ταῦτα Κυρίῳ ἀνταποδίδοτε οὕτω.
- λαὸς μωρὸς καὶ οὐχὶ σοφός ;
- οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε,
- καὶ ἐποίησέν σε ;
- μνήσθητε ἡμέρας αἰῶνος,
- σύνετε ἔτη γενεῶν γενεαῖς.
- ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι·
- τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσίν σοι.
- ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, [*](AF 28 διαμαρτυρωμαι AF 29 ανομησητε Α | εκκ..νει|τε F | απο] εκ AF | τα κακα] pr και συναντησετε υμιν Α και συναντησεται ὕμ. F | τα πονηρα] το πονηρον AF εναντι AF 30 εκκλησιας] pr της Α + Ισραηλ AF ΧΧΧΙΙ 1 η γη] om η AF 3 το ονομα] om το AF 4 αδικια] + εν αυτω F amg 5 ημαρτοσαν· ουκ αυτω· τεκνα F 6 ανταποδιδοτε. ουτως F | σε 2°] + και εκτισεν σε AF 7 μνησθησθητε F* (μνησθητε F1) | γενεων γενεαις] γενεας γενεων F 7—8 συνετε ετη γενεας γενεων (in mg) επερωτησον...αγγελων θῦ (sup ras) A a 8 διεμερισεν F)
- ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, [*](B)
- ἔστησεν δρία ἐθνῶν
- κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.
411
- καὶ ἐγενήθη μερὶς Τυρίου λαὸς αὐτοῦ
- σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
- αὐτάρκησεν αὐτὸν ἐν τῇ
- ἐν δίψει καύματος, ἐν γῇ ἀνύδρῳ·
- ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτόν,
- καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμοῦ.
- ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ,
- καὶ ἐπὶ τοῖς νοσσοῖς αὐτοῦ ἐπεπόθησεν,
- διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς,
- καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.
- Κύριος μόνος ἦγεν αὐτούς,
- οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος.
- αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς,
- ἀνεβίβασεν αὐτοὺς γενήματα ἀγρῶν·
- ἐθήλασαν μέλι ἐκ πέτρας,
- καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας·
- βούτυρον βοῶν καὶ γάλα προβάτων
- μετὰ στέατος ἀρνῶν καὶ κριῶν,
- υἱῶν ταύρων καὶ τράγων
- μετὰ στέατος νεφρῶν πυροῦ,
- καὶ αἷμα σταφυλῆς ἔπιεν οἶνον.
- καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη,
- καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος,
- ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη·
- καὶ ἐνκατέλιπεν τὸν θεὸν τὸν ποιήσαντα αὐτόν,
- καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.
- παρώξυνάν με ἐπ' ἀλλοτρίοις,
- ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανά με·