Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀπέθανεν δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Βαλαεννών υἱὸς Ἀχοβὠρ.

ἀπέθανεν δέ Βαλαεννὼν υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ἁρὰθ υἱὸς Βαράθ. καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φόγωρ. ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραεὶθ υἱοῦ Μεζοόβ.

ταῦτα τἀ ὀνόματα τῶν ἡγεμόνων Ἠσαὺ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν· ἡγεμὼν Θαμνᾶ, ἠμεμὼν Γωλά, ἡγεμὼν Ἰεβέρ,

ἡγεμὼν Ἐλιβεμᾶς, ἡγεμὼν Ἠλᾶς, ἡγεμὼν

ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, ήλ, ἡγεμὼν ΖαΦωεί. οὗτοι ἡγεμόνες Ἐδὼμ ἐν ταῖς κατῳκοδομη- μέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος Ἠσαὺ πατὴρ ’ δὲ Ἰακὼβ ἐν τῇ γῇ οὗς κτήσεως αὐτῶν. οῦτος Ἠσαὺ πατὴρ Ἐδώμ.

Κατῴκει δὲ Ἰακὼβ ἐν τῇ γῇ οὖ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ [*](DE) [*](27 Βαλααμ D sil E | εωυκαμ D 28 ησων Ε | Ως] οὑς Ε Ι Αρραν D 29 Χορρι Ε Ι Σωβαρ Ε 30 ΣααρJ Ασα Ε Ι ισων Ε Ι Χορρι Ε _ 31 οἱ ι°] Ε Ι Εδωμ] pr γῆ D Ι Ιερουσαλημ] Ιλημ Α Ισραηλ Ιηλ?) D sil Ιηλ Ε 33 Βαλεκ Ε Ι Ιωβαδ] Ιωβαβ D sil Ιωβακ Ε 33—35 om Ζαρα...Αδαδ Ε 34 7775] pr τῆς D sil | Θαιμανων D sil 35 Μωαβ] Μωαμ Ε 36 Αδαῦ Ε | Σαλαμα] Σαμαλα D Αδαμα Ε Τ Σαλαμα] Σαμαλα D Σαλμα Ε Ι οω'βωθ Α1 Γοωωθ A * ) D siol ] Θεβωρ Ε 38 — 39 ὑίος ἀπέθανεν ’δε Βαλαεννων Α 1 mg Ι Βαλαεννων (bis)] Βαλαενων D Βαλαεννωρ Ε 38 Αχοβωρ] Χοβωρ D 39 Αχοββρ] Χοβωρ Α * ( superscr A 1) D | ραδ D sil Ι Βαραδ D sil E Ι ὄνομα δε] καὶ ὄνομα Ε | θυγατηρ Ματραειθ] ἦρ Ma sup ras A1? θῆ. Ματραιθ D sil θυγ. Μαραιθ Ε | Μεζοο| D 40 τοπον] πρόσωπον D | Ιεβερ] Ιεθερ D sil Ε 41 Ελειβαμας D vid Ι Φινες] D Φινων' Ε 42 Θεμαν Ε 43 Μετοδιηλ Α D vid] Μαλελιηλ Ε | αφωειν DE | κιησεως] κατοικήσεως Ε XXXVII 1 om πατὴρ αὐτοῦ Ε)

71
[*](xxxvii.R.) Χανάαν.

αὗται δὲ αἱ γενέσεις Ἰακώβ. ἸωσὴΦ δέκα ἑπτὰ ἐτῶν ἦν [*](A) ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα, ὢν νέος, μετὰ τῶν υἱῶν Βάλλας καὶ μετὰ τῶν υἱῶν ΖἐλΦας τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ· κατήνεγκαν δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν.

Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὓτι υἱὸς γήρους ἦν αὐτῷ· ἐποίησεν δὲ αὐτῷ χιτῶνα ποικίλον. κίλον.

ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι αὐτὸν ἐφίλει ὁ πατὴρ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτόν, καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν.

ἐνυπνιασθεὶς δὲ Ἰωσὴφ ἐνύπνιον αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ,

καὶ εἶπεν αὐτοῖς Ἀκούσατε τοῦ τούτου οὗ ἐνυπνιάσθην.

ᾤμην ὑμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ πεδίῳ· καὶ ἀνέστη τὸ ἐμὸν δρόγμα καὶ ὠρθώθη· περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα.

εἶπαν δὲ αὐτῷ ἀδελφοί Μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμᾶς ἢ κυριεύων κυριεύσεις ἡμῶν ; καὶ προσέθεντο ἔηι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἓνεκεν τῶν ῥημάτων αὐτοῦ.

ἴδεν δὲ ἐνύπνιον ἕτερον, καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν ἰδοὺ ἐνυπνιάσθην ἐνύπνιον ἕτερον· ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με.

καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ εἶπεν Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης ; ἀρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν ;

ἐξήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· ὁ δὲ αὐτοῦ διετήρησεν τὸ ῥῆμα.

Ἐπορεύθησαν δὲ οἱ ἀδελφοὶ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχέμ.

καὶ εἶπεν πρὸς ’lωσήφ οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπεν δὲ αὐτῷ ἰδοὺ ἐγώ.

εἶπεν δὲ αὐτῷ Ἰσραήλ ΙΙορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβάτα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς [*](2 ἔπτα] pr καὶ E Ι τὰ πρόβατα] + του πατρὸς αὐτοῦ D 3 Ισραηλ D | υἵους] ἀδελφοὺς DE 4 ἰδόντες] ειδοντες Α I οἱ ἀδελφοὶ] pr αυ[τον] D | ἐφίλει ο πατηρ] ο π φίλει D sil (Dvid) E j om αὐτοῦ 2° E Ι 2°] + οἱ ἀδελφοὶ αὐτοῦ D | ἠδύναντο D sil E Ι οὐθὲν D 5 αὐτὸ AD] ἀυτῶ ( superset Eb?) 6 ἠνυπνιάσθην D 7 δραχματα, δραχμα ADE | ἐν μέσω τὼ πεδίω] ἐν τὼ πεδίω D εν μέσω του πεδίου E [ δραγχματα, δραγχμα Α δραχματα, δραχμα δραιμα E edit) DE 8 οἱ ἀδελφοὶ] + αὐτοῦ | κυριεύεις Ε | ῥημάτων] λογων Ε 9 ειδε[ν]D sil | om αὐτὸ Ε Ι ἢν] ἐνυπνιασάμην D silE 10 εἶπεν] + ἀυτῶ D silE 11 δίε. διετήρει Ε 13 ἐν Συχεμ] εἰς Σ. D sil Ε 14 καὶ 2 εἰ Α | ἀπάγγειλον D)

72
[*](A) Χεβρών. καὶ ἦλθεν εἰς Συχέμ.

καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανὠμἐνον ἐν τῷ πεδίῳ· ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων Τί ζητεῖς ;