Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις κατοικῶν Ἀβρὰμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει ἐν τῇ δρυὶ τῇ Μαμβρῆ ὁ Ἄμορις τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ Ἀβράμ.
ἀκούσας δὲ Ἀβρὰμ ὅτι ᾐχμαλωτεύθη Λὼτ ὁ ἀδελφὸς αὐτοῦ, ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ [*](¶ Α) ὀκτώ, καὶ κατεδίωξεν ¶ ὀπίσω αὐτῶν ἕως Δάν. Δάν.
καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβάλ, ἡ ἐστιν ἐν ἀριστερᾷ Δαμάσκου.
καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἴππον Σοδόμων· καὶ Καὶ τὸν ἀδελφὸν αὐτοῦ ἀπέστρεψεν καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
Ἐξῆλθεν δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδαλλογόμορ καὶ [*](§ Α) τῶν § βασιλέων τῶν μετ’ αὐτοῦ, εἰς τὴν κοιλάδα τὴν Σαύην· τοῦτο ἦν τὸ πεδίον βασιλέως.
καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεω ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου.
καὶ ηὐλόγησεν τὸν Ἀβρὰμ καὶ εἶπεν Εὐλογημένος Ἀβρὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν [*](DE) [*](5 Σομμαους E | του, ἐν Σανη] om τοὺς E 6 Χορδαιους Ε | Ε 9 Αμαρφαλ] λ sup ras Α b | om καὶ 3° Α 12 βραν 13 Αβραμ] pr τὼ D | ἐν τῆ δρυὶ] πρὸς τῆ ἢ,. D | Αμορρις D 14 δέκα καὶ ὀκτὼ καὶ τριακ. D (δε..... σιοὺς (δε.....σιους D) | κάτε.. Α 17 τῆς D | πεδ’. βασιλέως] ε 1° et ς sup ras A a πεδ’. βασιλέων D(?))
καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν [*]((A) (D)) τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων.
εἶπεν δὲ βασιλεὺς Σοδόμων πρὸς Ἀβρόμ Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.
εἶπεν δὲ Ἀβρὰμ πρὸς Σοδόμων Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν,
εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος λήμψομαι ἀπὸ πάντων τῶν σῶν· ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβράμ.
πλὴν ὦν ἔΦαγον οἱ νεανίσκοι καὶ ·τῆς μερίδος ἀνδρῶν τῶν συμπορευθέντων μετ’ ἐμοῦ, Ἐσχώλ, Αὐνάν, Μαμβρῆ· οὗτοι λάμψονται μερίδα.
Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα ὁράματι λέγων Μὴ φοβοῦ, Ἀβράμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ¶ ἱστᾶι σφόδρα.
λέγει δὲ Ἀβράμ Δέσποτα κύριε, τί μοι [*](¶ Α) δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μάσεκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.
καὶ εἶπεν Ἀβρόμ Ἐπειδὴ ἐμοὶ οὐκ σπέρμα, σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με.