Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IX. Καρπίζεται τὴν γῆν μάλιστα πυρὸς εἶτα κριθή, δι᾿ ὃ καὶ ὁ μὲν ἀγαθὴν ζητεῖ χώραν ἡ δὲ κριθὴ δύναται καὶ ἐν ταῖς ψαφαρωτέραις ἐκφέρειν· τῶν δὲ χεδροπῶν μάλιστα ἐρέβινθος καίπερ ἐλάχιστον χρόνον ἐν τῇ γῇ μένων, ὁ δὲ κύαμος, ὥσπερ ἐλέχθη, καὶ ἄλλως οὐ βαρὺ καὶ ἔτι κοπρίζειν δοκεῖ τὴν γῆν διὰ μανότητα καὶ εὐσηψίαν· δι᾿ ὃ καὶ οἱ περὶ Μακεδονίαν καὶ Θετταλίαν ὅταν ἀνθῶσιν ἀνατρέπουσι τὰς ἀρούρας.

Τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶς τίφης ὀλύρας βρόμου αἰγίλωπος, ἰσχυρότατον καὶ μάλιστα καρπιζόμενον ἡ ζειά· καὶ γὰρ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον· ὁ δὲ καρπὸς κουφότατος καὶ προσφιλὴς πᾶσι τοῖς ζώοις. τῶν δὲ ἄλλων ὁ βρόμος· πολύρριζος γὰρ καὶ οὗτος καὶ πολυκάλαμος. ἡ δὲ ὀλύρα μαλακώτερον καὶ ἀσθενέστερον τούτων. ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ καὶ μονοκάλαμον καὶ λεπτοκάλαμον, δι᾿ ὃ καὶ χώραν ζητεῖ [*](1 cf. C.P. 4. 12. 1. 2 cf. C. P. 4. 8. 3.) [*](3 Plin. 18. 120; Varro 1. 23. 3; Col. 2. 10. 7.) [*](4 8. 7. 2.) [*](5 i.e. dig in the bean plants if the soil is poor, before the pods are formed enough to make it worth while to gather the beans. So Varro l.c. 6 Cited by Galen. )

200
λεπτήν, οὐχ ὥσπερ ἡ ζειὰ πίειραν καὶ ἀγαθήν. ἔστι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖς πυροῖς ἥ τε ζειὰ καὶ ἡ τίφη, ὁ δ᾿ αἰγίλωψ καὶ ὁ βρόμος ὥσπερ ἄγρι᾿ ἄττα καὶ ἀνήμερα.

Ἐπικαρπίζεται δὲ σφόδρα καὶ ὁ αἰγίλωψ τὴν γῆν, καί ἐστι πολύρριζον καὶ πολυκάλαμον· ἡ δὲ αἶρα παντελῶς ἀπηγριωμένον. τῶν δὲ ἐν τοῖς θερινοῖς ἀρότοις τὸ σήσαμον δοκεῖ χαλεπώτατον εἶναι τῇ γῇ καὶ μάλιστα καρπίζεσθαι· καίτοι πολυκαλαμώτερον καὶ παχυκαλαμώτερον καὶ πολυρριζότερον κέγχρος. διαφέρει δὲ τά τε πρὸς τὴν γῆν κοῦφα καὶ τὰ πρὸς τὴν ἡμετέραν τροφήν. ἔνια γὰρ ἐναντίως, ὥσπερ τὰ χεδροπὰ καὶ οἱ κέγχροι· καὶ τὰ πρὸς ἡμᾶς δέ, ὥσπερ ἐλέχθη, καὶ τἆλλα ζῶα. καὶ περὶ μὲν τούτων ἅλις.