Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

V. Ἐν δὲ τοῖς ὀσπρίοις οὐχ ὁμοίως ἐστὶ λαβεῖν τὰς τοιαύτας διαφοράς, εἴτ᾿ οὖν διὰ τὸ μὴ ἐξετάζειν ὁμοίως εἴτε καὶ διὰ τὸ μονοειδέστερα τυγχάνειν· ἔξω γὰρ ἐρεβίνθου καὶ φακοῦ καὶ ἐπ᾿ ὀλίγου κυάμου καὶ ὀρόβου, καθ᾿ ὅσον ἡ τῶν χρωμάτων καὶ τῶν χυλῶν διαφορά, τῶν γ᾿ ἄλλων οὐ ποιοῦσιν ἰδέας. οἱ δὲ ἐρέβινθοι καὶ τοῖς μεγέθεσι καὶ τοῖς χυλοῖς καὶ τοῖς χρώμασι καὶ ταῖς μορφαῖς διαφέρουσιν, οἷον κριοὶ ὀροβιαῖοι οἱ ἀνὰ μέσον. ἐπὶ πᾶσι δὲ τὰ λευκὰ γλυκύτερα· καὶ γὰρ ὁ ὄροβος καὶ φακὸς καὶ ἐρέβινθος καὶ κύαμος καὶ σήσαμον· ἔστι γὰρ καὶ σήσαμον λευκόν.

Ἀλλὰ μᾶλλον ἐν τοῖς τοιοῖσδε ποιεῖν ἐστι τὰς διαφορὰς οἷον, ἐπεὶ πάντα ταῦτ᾿ ἔλλοβα, τὰ μὲν [*](¹ ὁμοίως . . . καταβάλλουσιν bracketed by Sch. as a gloss.) [*](² But cf. 8. 8. 3. cf. Diosc 4. 116.) [*](⁴ i.e. when it gets into the bread.) [*](5 cf. Plin. 18. 156; Diosc. 2. 100.) [*](6 ὅσον ἐπιβάλλει : cf. Arist. Pol. 1. 13. 8.)

174
αὐτῶν ἀδιάφρακτα καὶ ὥσπερ συμψαύοντα τυγχάνει, καθάπερ ὄροβος πισὸς καὶ σχεδὸν τὰ πλεῖστα, τὰ δὲ διαπεφραγμένα, καθάπερ θέρμος, ἔτι δὲ μᾶλλον καὶ ἰδίως τὸ σήσαμον. καὶ τὰ μὲν μακρόλοβα τὰ δὲ καὶ στρογγυλόλοβα, καθάπερ ὁ ἐρέβινθος. ἀνὰ λόγον δ᾿ ἀκολουθεῖ καὶ τὰ πλήθη τῶν σπερμάτων· ἐλάττω γὰρ ἐν τοῖς μικροῖς, ὥσπερ ἔν τε τῷ τῶν ἐρεβίνθων καὶ ἐν τῷ τῶν φακῶν.

Καὶ παραπλήσιαι δὲ ἴσως αἱ τοιαῦται καὶ ἃς ἐπὶ τῶν σιτηρῶν ἐλέγομεν περὶ τῶν σταχύων καὶ αὐτῶν τῶν καρπῶν· ἐπεὶ καὶ οἱ καλούμενοι λοβοὶ σχεδὸν ἀκόλουθοι τοῖς σπέρμασίν εἰσιν, οἱ μὲν ἐπιπλατεῖς, ὥσπερ οἱ τοῦ φακοῦ καὶ τῆς ἀφάκης, οἱ δὲ κυλινδρώδεις μᾶλλον, ὡς οἱ τοῦ ὀρόβου καὶ τοῦ πισου· τὰ γὰρ σπέρματα ἑκατέρων τοιαῦτα τοῖς σχήμασι· ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς πολλὰς ἄν τις εὕροι καθ᾿ ἕκαστον, ὧν αἱ μὲν κοιναὶ πᾶσιν αἱ δὲ ἴδιαι κατὰ γένος.

Ὅτι δὲ πάντα προσπέφυκε τοῖς λοβοῖς καὶ ἔχει καθάπερ ἀρχήν τινα, τὰ μὲν προέχουσαν. ὥσπερ ὁ κύαμος καὶ ὁ ἐρέβινθος, τὰ δὲ καὶ ἔγκοιλον, ὥσπερ θέρμος καὶ ἄλλ᾿ ἄττα, τὰ δὲ οὕτω μὲν οὐ φανερὰν ἐλάττω δὲ κσὶ ὥσπερ ἀποσημαίνουσαν μόνον, δῆλον μὲν ἀπὸ τῆς ὄψεως· ἐξ ἧς καὶ ὅταν σπαρῇ βλαστάνει καὶ ῥιζοῦται, καθάπερ ἐλέχθη, κατ᾿ ἀρχὰς δὲ καὶ αὐτὰ τρέφεται προσηρτημένα τῷ λοβῷ, μέχρι οὗ ἂν [*](¹ ἀδιάφρακτα conj. Scal. from G, non intersepta; διάφρακτα Ald. H. cf. 1. 11. 5.) [*](³ διαπεφραγμένα conj Sch.; λεῖα πεφραγμένα Ald. H.) [*](4 cf. 3. 18. 13.)

176
τελειωθῇ· φανερὸν δέ ἐστι καὶ ἐκ τῶν νῦν καὶ ἐκ τῶν προειρημένων. περὶ μὲν οὖν τῶν κατὰ τὰς διαφορὰς ἅλις.