Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

III. Διαφέρει δὲ καθ᾿ ὅλα τὰ γένη τὶ διήρημένα τῶν γενῶν, οἷον σῖτος χεδροπὰ τὰ θερινά, καὶ καθ᾿ ἕκαστον γένος τὶ ὁμογενῆ. τὶ μὲν γὰρ σιτώδη τὸ φύλλον ἔχει καλάμου, τῶν δὲ χεδροπῶν [*](¹ i. e. and so in part account for the difference. εἴη τῆς ὥρας conj Sch.; ᾖ τῆς χώρας MP; εἴη τῆς χώρας Ald. H.) [*](2 i. e. we cannot say how far the difference is due to climate without knowing whether the seed-time at either place is the same.)

160
τὰ μὲν περιφερές, οἷον ὁ κύαμος καὶ σχεδὸν τὰ πλεῖστα, τὰ δὲ προμηκέστερον, οἷον ὁ πισὸς καὶ ὁ λάθυρος καὶ ὁ ὦχρος καὶ τὰ τοιαῦτα. καὶ τὰ μὲν ἰνώδη τὰ δ᾿ ἄφλεβα καὶ ἄϊνα. τὸ δὲ σήσαμον καὶ τὸ ἐρύσιμον ἰδιώτερα παρὰ ταῦτα.

Πάλιν ὁ καυλὸς τῶν μὲν γονατώδης καὶ κοῖλος, δι᾿ καὶ καλεῖται κάλαμος· ὁ δὲ τοῦ κυάμου κοῖλος, τῶν δ᾿ ἄλλων χεδροπων ξυλωδέστερος, ξυλωδέστατος δὲ ὁ ἐρέβινθος· τῶν δὲ θερινῶν κέγχρου μὲν καὶ μελίνου καλαμώδης, σησάμου δὲ καὶ ἐρυσίμου ναρθηκώδης μᾶλλον. καὶ τὰ μέν ἐστιν ὀρθόκαυλα, καθάπερ πυρὸς καὶ κριθὴ καὶ ὅλως τὰ σιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον, οἷον ἐρέβινθος ὄροβος φακός, τὰ δ᾿ ἐπιγειόκαυλα, καθάπερ ὦχρος πισὸς λάθυρος· ὁ δὲ δόλιχος, ἐὰν παρακαταπήξῃ τις ξύλα μακρά. ἀναβαίνει καὶ γίνεται κάρπιμος, εἰ δὲ μή, φαῦλος καὶ ἐρυσιβώδης· μόνος δ᾿ ἡ μάλιστα τῶν χεδροπῶν ὀρθόκαυλος ὁ κύαμος.

Ἔχει δὲ καὶ τὰ ἄνθη διαφορὰν καὶ τῇ φύσει καὶ τῇ θέσει, περὶ ὧν σχεδὸν ἐν τοῖς καθ᾿ ὅλου διείλομεν, ὅτι τὰ μὲν χνοώδη, καθάπερ σίτου καὶ παντὸς τοῦ σταχυώδους· τὰ δὲ φυλλώδη, καθάπερ τῶν χεδροπῶν, καὶ τῶν πλείστων κολοβά· [*](¹ Plin. 18. 58. ² i. e. ‘summer crops ’: cf. 8. 1. 1.) [*](³ Sc. but not jointed. W. suggests that the original text may have been τῶν δὲ διόλου κοῖλος οἷον ὁ τοῦ κυάμου.) [*](4 μελίνον Ald. H.: ἐλύμον V: ἐλύμου Vin. cf. 8. 1. 1; 8. 1. 6.) [*](5 add St.: om. Ald. H.G. 1. 13. 1 (?)) [*](7 χνοώδη. No rendering seems quite satisfactory : the)

162
τὰ γὰρ πολλὰ κολοβανθῆ· χνοῶδες δὲ καὶ τὸ τοῦ κέγχρου καὶ μελίνου· τοῦ δὲ σησάμου καὶ τοῦ ἐρυσίμου φυλλῶδες. καὶ ὅτι δὴ τὰ μὲν ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον τὰ σιτώδη καὶ κεγχρώδη περὶ τὸν στάχυν· τὰ δὲ χεδροπὰ ἐξ αὐτοῦ πως τοῦ ἄνθους ἢ ἀπό γε τῆς αὐτῆς ἀρχῆς γίνεται. καὶ τὴν ἄνθησιν, ὅτι τὰ μὲν ἀθρόαν τὰ δὲ κατὰ μέρος ποιεῖται· καὶ τἆλλα δὲ τὰ παραπλήσια τούτοις.

Ὁμοίως δὲ καὶ τὰ κατὰ τοὺς καρπούς, ὅτι τὰ μὲν ἔχει στάχυν, τὰ δὲ χεδροπὰ λοβόν, τὰ δὲ κεγχρώδη φόβην· ἡ δὲ καλαμώδης ἀπόχυσις φόβη. τὸ δ᾿ ὅλον ἐναγγειόσπερμα, τὰ δὲ ἐνυμενόσπερμα, τὰ δὲ γυμνόσπερμα· καὶ ἔτι τὰ μὲν ἀκρόκαρπα, τὰ δὲ πλαγιόκαρπα, καὶ ὅσα δὴ ἄλλα ταύτης ἔχεται τῆς θεωρίας.

Ὅλως δὲ πολυκαρπότερα καὶ πολυχούστερα τὰ χεδροπά, τούτων δ᾿ ἔτι μᾶλλον τὰ θερινὰ κέγχρος καὶ σήσαμον, αὐτῶν δὲ τῶν χεδρόπων μάλιστα φακός.

ἀπλῶς δὲ τὰ μικροσπερμότερα μᾶλλον ὡς εἰπεῖν, ὥσπερ καὶ τῶν λαχανωδῶν κύμινον ἀπάντων ὄντων πολυσπέρμων. ἰσχυρότερα δὲ πρὸς μὲν τὸν χειμῶνα καὶ ὅλως τὰ τοῦ ἀέρος τὰ σιτηρά, πρὸς δὲ τὴν τροφὴν τὰ [*](¹ μελίνου Ald. H.; ἐλύμου Vo. Vin. cf. 8. 3. 2 and reff.) [*](³ cf. 8. 3. 3. n. Plin. 18. 53.) [*](4 ἀπόχυσις conj. Sch. from G; ἀπόφυσις P2Ald. cf. 4. 4. 10, ἀποχεῖται; 8. 10. 4; C. P. 3. 21. 5.) [*](5 τὸ δ᾿ ὅλον : ? τὰ δ᾿ οἷον.)

164
χεδροπά. τάχα δὲ τοῦτό γε ἡμῖν τοῖς ἄλλοις ἀνάπαλιν.