Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XV. Λοιπὸν δ᾿ εἰπεῖν ὅσα παραιρουμένων τινῶν μορίων ἀπόλλυται. κοινὴ μὲν δὴ πᾶσι φθορὰ τοῦ φλοιοῦ περιαιρεθέντος κύκλῳ· πᾶν γὰρ ὡς εἰπεῖν οὕτως ἀπόλλυσθαι δοκεῖ πλὴν ἀνδράχλη· καὶ αὕτη δὲ ἐάν τις τὴν σάρκα σφόδρα πιέσῃ καὶ τὸν μέλλοντα βλαστὸν διακόψῃ· πλὴν εἰ ἄρα φελλοῦ· τοῦτον γάρ φασι καὶ εὐσθενεῖν μᾶλλον περιαιρουμένου δῆλον ὅτι τοῦ ἔξω καὶ τοῦ κάτω πρὸς τῇ σαρκί, καθάπερ καὶ τῆς ἀνδράχλης. ἐπεὶ καὶ τοῦ κεράσου περιαιρεῖται καὶ τῆς ἀμπέλου καὶ τῆς φιλύρας, ἐξ οὖ τὰ σχοινία, καὶ μαλάχης τῶν ἐλαττόνων, ἀλλ᾿ οὐχ ὁ κύριος οὐδ᾿ ὁ πρῶτος, ἀλλ᾿ ὁ ἐπιπολῆς, ὃς καὶ αὐτόματος ἐνίοτε ἀποπίπτει διὰ τὴν ὑπόφυσιν θατέρου.

Καὶ γὰρ φλοιορραγῆ ἔνια τῶν δένδρων ἐστίν, ὥσπερ καὶ ἡ ἀνδράχλη καὶ ἡ πλάτανος. ὡς δέ τινες οἴονται, πάλιν ὑποφύεται νέος, ὁ δὲ ἔξωθεν ἀποξηραίνεται καὶ ῥήγνυται καὶ αὐτόματος ἀποπίπτει πολλῶν, ἀλλ᾿ οὐχ ὁμοίως ἐπίδηλος. φθείρονται μὲν οὖν, ὡς οἴονται, πάντα περιαιρουμένου, διαφέρει δὲ τῷ θᾶττον καὶ βραδύτερον καὶ [*](1 Plin. 17. 234; 2 cf. C.P. 5. 15. 1.) [*](2. cf. 1. 5. 2.) [*](3 βλαστὸ conj. Sct. from G; κρπὸν UAld.H.) [*](4 Plin. 17. 234—236.)

406
μᾶλλον και ἧττον. ἔνια γὰρ πλείω χρόνον διαμένει, καθάπερ συκῆ καὶ φίλυρα καὶ δρῦς· οἱ δὲ καὶ ζῆν φασι ταῦτα, ζῆν δὲ καὶ πτελέαν καὶ φοίνικα· τῆς δὲ φιλύρας καὶ συμφύεσθαι τὸν φλοιὸν πλὴν μικροῦ· τῶν δὲ ἄλλων οἶον πωροῦσθαι καὶ ἰδίαν τινὰ φύσιν ἔχειν. βοηθεῖν δὲ πειρῶνται διαπλάττοντες πηλῷ καὶ περιδοῦντες φλοιοῖς καὶ καλάμοις καὶ τοῖς τοιούτοις, ὅπως μὴ ψύχηται μηδ’ ἀποξηραίνηται. καὶ ἤδη φασί που ἀναφῦναι, καθάπερ καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, τὰς συκᾶς.

δεῖ δὲ ἄμα τῇ τῆς χώρας ἀρετῇ καὶ τῇ τοῦ ἀέρος κράσει καὶ τὰ ἐπιγιγνόμενα τοιαῦτα εἶναι· χειμώνων γὰρ ἢ καυμάτων ἐπιγινομένων σφοδρῶν εὐθὺς ἀπόλλυνται· διαφέρουσι δὲ καὶ αἱ ὦραι· περὶ γὰρ τὴν βλάστησιν ἐλάτης ἢ πεύκης, ὅτε καὶ λοπῶσι, τοῦ Θαργηλιῶνος ἢ Σκιρροφοριῶνος ἄν τις περιέλῃ, παραχρῆμα ἀπόλλυται. τοῦ δὲ χειμῶνος πλείω χρόνον ἀντέχει καὶ ἔτι μᾶλλον τὰ ἰσχυρότατα, καθάπερ πρῖνος καὶ δρῦς· χρονιωτέρα γὰρ ἡ τούτων φθορά.

δεῖ δὲ καὶ τὴν περιαίρεσιν ἔχειν τι πλάτος, πάντων μὲν μάλιστα δὲ τῶν ἰσχυροτάτων· ἐπεὶ ἄν τις μικρὰν παντελῶς ποιήσῃ, οὐθὲν ἄτοπον τὸ μὴ ἀπόλλυσθαι· καίτοι φασί γέ τινες, ἐὰν ὁποσονοῦν, συμφθείρεσθαι πάντως· ἀλλ’ ἐπὶ τῶν ἀσθενεστέρων τοῦτ’ εἰκός. ἔνια γὰρ κἂν μὴ κύκλῳ περιαιρεθῇ φθείρεσθαί φασιν, ἃ καὶ [*](¹ καὶ add. W. (text defective in MSS. except U).)

408
λυπρὰν ἔχει χώραν καὶ ἄτροφον. αὕτη μὲν δη. καθάπερ εἴρηται, κοινὴ φθορὰ πάντων.