Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XII. Κατάλοιπον δὲ εἰπεῖν ὡσὰν ἐκ τοῦ γένους τούτου περὶ σχοίνου· καὶ γὰρ καὶ τοῦτο τῶν ἐνύδρων θετέον. ἔστι δὲ αὐτοῦ τρία εἴδη, καθάπερ τινὲς διαιρνῦσιν, ὅ τε ὀξὺς καὶ ἄκαρπος, ὃν δὴ καλοῦσιν ἄρρενα, καὶ ὁ κάρπιμος, ὃν μελαγκρανὶν [*](¹ θρύον, a kind of grass (see Index : cf. Hom. Il. 21. 351), conj. Sch.; βρύον MSS. ; however Plut. Nat. Quaest. 2 gives βρύον along with τύφη and φλεώς in a list of marsh plants.) [*](² δὲ δεῖ τοῦτο conj. W.; δὲ τοῦτο UMVAld.)

380
καλοῦμεν διὰ τὸ μέλανα τὸν καρπόν ἔχειν, παχύτερος δὲ οὗτος καὶ σαρκωδέστερος· καὶ τρίτος τῷ μεγέθει καὶ τῇ παχύτητι καὶ εὐσαρκίᾳ διαφέρων ὁ καλούμενος ὁλόσχοινος.

Ἡ μὲν οὖν μελαγκρανὶς αὐτός τις καθ' αὑτόν· ὁ δ’ ὀξὺς καὶ ὁλόσχοινος ἐκ τοῦ αὐτοῦ φύονται· ὃ καὶ ἄτοπον φαίνεται, καὶ θαυμαστόν γ’ ἦν ἰδεῖν ὅλης κομισθείσης τῆς σχοινιᾶς· οἱ πολλοὶ γὰρ ἦσαν ἄκαρποι πεφυκότες ἐκ τοῦ αὐτοῦ, κάρπιμοι δὲ ὀλίγοι. τοῦτο μὲν οὖν ἐπίσκεπτέον. ἐλάττους δὲ ὅλως οἱ κάρπιμοι· πρὸς γὰρ τὰ πλέγματα χρησιμώτερος ὁ ὁλόσχοινος διὰ τὸ σαρκῶδες καὶ μαλακόν. κορυνᾷ δ’ ὅλως ὁ κάρπιμος ἐξ αὐτοῦ τοῦ γραμμώδους ἐξοιδήσας, κἄπειτα ἐκτίκτει καθάπερ ὠά. πρὸς μιᾷ γὰρ ἀρχῇ γραμμώδει ἔχει τοὺς περισταχυώδεις μίσχους, ἐφ’ ὦν ἄκρων παραπλαγίους τὰς τῶν ἀγγείων ἔχει στρογγυλότητας ὑποχασκούσας· ἐν τούτοις δὲ τὸ σπερμάτιον ἀκιδῶδές ἐστι μέλαν ἑκάστῳ προσεμφερὲς τῷ τοῦ ἀστερίσκου πλὴν ἀμενηνότερον.

ῥίζαν δὲ ἔχει μακρὰν καὶ παχυτέραν πολὺ τοῦ σχοίνου· αὕτη δ' αὐαίνεται καθ' ἕκαστον ἐνιαυτόν, εἶθ’ ἑτέρα πάλιν ἀπὸ τῆς κεφαλῆς τοῦ σχοίνου καθίεται· τοῦτο δὲ καὶ ἐν τῇ ὄψει φανερὸν ἰδεῖν τὰς μὲν αὔας τὰς δὲ χλωρὰς καθιεμένας· ἡ δὲ κεφαλὴ ὁμοία τῇ τῶν κρομύων καὶ τῇ τῶν γητείων, συμπεφυκυῖά [*](1 θ. γ’ ἦν ἰδεῖν conj. W. from G; θ. ἐν γ’ εἴδεῖν U; θ. ἔν γε ἰδεῖν MVP: θ. ἐνιδεῖν Ald.) [*](² οἱ κάρπιμοι conj. R. Const.; οἱ καρποί Ald. H.) [*](3 γὰρ seems meaningless ; G has autem.) [*](4 κορονᾷ; cf. 3. 5. 1.) [*](5 γραμμώδει conj. R. Coast.; γραμμώδεις Ald. H.)

382
πως ἐκ πλειόνων εἰς ταὐτὸ καὶ πλατεῖα κάτωθεν ἔχουσα κελύφη ὑπέρυθρα. συμβαίνει δ᾿ οὖν ἴδιον ἐπὶ τῶν ῥιζῶν εἰ αὐαίνονται κατ᾿ ἐνιαυτὸν καὶ ἐκ τοῦ ἄνωθεν πάλιν ἡ γένεσις. τῶν μὲν οὖν σχοίνων τοιαύτη τις φύσις.

Εἰ δὲ καὶ ὁ βάτος καὶ ὁ παλίουρος ἔνυδρά πώς ἐστιν ἢ πάρυδρα, καθάπερ ἐνιαχοῦ, φανεραὶ σχεδὸν καὶ αἱ τούτων διαφοραί· περὶ ἀμφοῖν γὰρ εἴρηται πρότερον.

Τῶν δὲ νήσων τῶν πλοάδων τῶν ἐν Ὀρχομενῷ τὰ μὲν μεγέθη παντοδαπὰ τυγχάνει, τὰ δὲ μέγιστα αὐτῶν ἐστιν ὅσον τριῶν σταδίων τὴν περί μετρον. ἐν Αἰγύπτῳ δὲ μάλιστα μεγάλα σφόδρα συνίσταται, ὥστε καὶ ὗς ἐν αὐταῖς ἐγγίνεσθαι. πολλούς, οὓς καὶ κυνηγετοῦσι διαβαίνοντες. καὶ περὶ μὲν ἐνύδρων ταῦτ᾿ εἰρήσθω.