Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VΙΙΙ. Πάντων δέ, ὥσπερ ἐλέχθη, τῶν δένδρων ὡς καθ᾿ ἕκαστον γένος λαβεῖν διαφοραὶ πλείους εἰσίν· ἡ μὲν κοινὴ πᾶσιν, ᾗ διαιροῦσι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὧν τὸ μὲν καρποφόρον τὸ δὲ ἄκαρπον ἐπί τινων. ἐν οἷς δὲ ἄμφω καρποφόρα τὸ θῆλυ καλλικαρπότερον καὶ πολυκαρπότερον· πλὴν ὅσοι ταῦτα καλοῦσιν ἄρρενα, καλοῦσι γάρ τινες. παραπλησία δ᾿ ἡ τοιαύτη διαφορὰ καὶ ὡς τὸ ἥμερον διήρηται πρὸς τὸ ἄγριον. ἑτέρα δὲ κατ᾿ εἶδος αὐτῶν τῶν ὁμογενῶν· ὑπὲρ ὧν λεκτέον ἅμα συνεμφαίνοντας καὶ τὰς ἰδίας μορφὰς τῶν μὴ φανερῶν καὶ γνωρίμων.

[*](¹ Plin. 16. 31. 2 Hes. Ορ. 233.)[*](3 Plin. 16. 16. 4 λεκτέον add. Sch.)
204

Δρυὸς δὴ γένη—ταύτην γὰρ μάλιστα διαιροῦσι· καὶ ἔνιοί γε εὐθὺς τὴν μὲν ἥμερον καλοῦσι τὴν δ᾿ ἀγρίαν οὐ τῇ γλυκύτητι τοῦ καρποῦ διαιροῦντες· ἐπεὶ γλυκύτατός γε ὁ τῆς φηγοῦ, ταύτην δ᾿ ἀγρίαν ποιοῦσιν· ἀλλὰ τῷ μᾶλλον ἐν τοῖς ἐργασίμοις φύεσθαι καὶ τὸ ξύλον ἔχειν λειότερον, τὴν δὲ φηγὸν τραχὺ καὶ ἐν τοῖς ὀρεινοῖς—γένη μὲν οὖν οἱ μὲν τέτταρα ποιοῦσιν οἱ δὲ πέντε. διαλλάττουσι δ᾿ ἔνια τοῖς ὀνόμασιν, οἷον τὴν τὰς γλυκείας φέρουσαν οἱ μὲν ἡμερίδα καλοῦντες οἱ δ᾿ ἐτυμόδρυν. ὁμοίως δὲ καὶ ἐπ᾿ ἄλλων. ὡς δ᾿ οὖν οἱ περὶ τὴν Ἴδην διαιροῦσι, τάδ᾿ ἐστὶ τὰ εἴδη· ἡμερὶς αἰγίλωψ πλατύφυλλος φηγὸς ἁλίφλοιος· οἱ δὲ εὐθύφλοιον καλοῦσιν. κάρπιμα μὲν πάντα· γλυκύτατα δὲ τὰ τῆς φηγοῦ, καθάπερ εἴρηται, καὶ δεύτερον τὰ τῆς ἡμερίδος, ἔπειτα τῆς πλατυφύλλου, καὶ τέταρτον ἡ ἁλίφλοιος, ἔσχατον δὲ καὶ πικρότατον ἡ αἰγίλωψ.

οὐχ ἅπασαι δὲ γλυκεῖαι ἐν τοῖς γένεσιν ἀλλ᾿ ἐνίοτε καὶ πικραί, καθάπερ ἡ φηγός. διαφέρουσι δὲ καὶ τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασι τῶν βαλάνων. ἴδιον δὲ ἔχουσιν ἥ τε φηγὸς καὶ ἡ ἁλίφλοιος· ἀμφότεραι γὰρ παραλιθάζουσιν ἐν τοῖς ἄρρεσι καλουμένοις ἐξ ἄκρων τῶν βαλάνων ἑκατέρωθεν, αἱ μὲν πρὸς τῷ κελύφει αἱ δὲ πρὸς [*](¹ Plin. 16. 16 and 17.) [*](² See Index, δρῦς and ἡμερίs. ἡμερίς, lit. ‘cultivated oak.’) [*](3 Plin. 16. 20.)

206
αὐτῇ τῇ σαρκί. δι᾿ ὃ καὶ ἀφαιρεθέντων ὅμοια γίνεται κοιλώματα τοῖς ἐπὶ τῶν ζώων.

Διαφέρουσι δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς στελέχεσι καὶ τοῖς ξύλοις καὶ τῇ ὅλῃ μορφῇ. ἡ μὲν γὰρ ἡμερὶς οὐκ ὀρθοφυὴς οὐδὲ λεία οὐδὲ μακρά· περίκομος γὰρ ἡ φυτεία καὶ ἐπεστραμμένη καὶ πολυμάσχαλος, ὥστε ὀζώδη καὶ βραχεῖαν γίνεσθαι· τὸ δὲ ξύλον ἰσχυρὸν μὲν ἀσθενέστερον δὲ τῆς φηγοῦ· τοῦτο γὰρ ἰσχυρότατον καὶ ἀσαπέστατον. οὐκ ὀρθοφυὴς δὲ οὐδ᾿ αὕτη ἀλλ᾿ ἧττον ἔτι τῆς ἡμερίδος, τὸ δὲ στέλεχος παχύτατον, ὥστε καὶ τὴν ὅλην μορφὴν βραχεῖαν εἶναι· καὶ γὰρ ἡ φυτεία περίκομος καὶ ταύτῃ καὶ οὐκ εἰς ὀρθόν. ἡ δὲ αἰγίλωψ ὀρθοφυέστατον καὶ ὑψηλότατον καὶ λειότατον καὶ τὸ ξύλον εἰς μῆκος ἰσχυρότατον. οὐ φύεται δὲ ἐν τοῖς ἐργασίμοις ἢ σπανίως.

Ἡ δὲ πλατύφυλλος δεύτερον ὀρθοφυίᾳ καὶ μήκει, πρὸς δὲ τὴν χρείαν τὴν οἰκοδομικὴν χείριστον μετὰ τὴν ἁλίφλοιον, φαῦλον δὲ καὶ εἰς τὸ καίειν καὶ ἀνθρακεύειν, ὥσπερ καὶ τὸ τῆς ἁλιφλοίου, καὶ θριπηδέστατον μετ᾿ ἐκείνην· ἡ γὰρ ἁλίφλοιος παχὺ μὲν ἔχει τὸ στέλεχος χαῦνον δὲ καὶ κοῖλον ἐὰν ἔχῃ πάχος ὡς ἐπὶ τὸ πολύ, δι᾿ ὃ καὶ ἀχρεῖον εἰς τὰς οἰκοδομάς· ἔτι δὲ σήπεται τάχιστα· καὶ γὰρ ἔνυγρόν ἐστι τὸ δένδρον· δι᾿ ὃ καὶ κοίλη γίνεται. φασὶ δέ τινες οὐδ᾿ ἐγκάρδιον εἶναι μόνῃ. λέγουσιν ὡς καὶ κεραυνοβλῆτες αὗται μόναι γίνονται καίπερ ὕψος οὐκ ἔχουσαι [*](¹ i.e. at the ‘top’ end; πρὸς: ? ἐν, πρὸς being repeated by mistake.) [*](2 ζώων MSS.; ὠῶν conj. Palm. 3 Plin. 16. 22.)

208
τῶν Αἰολέων τινές, οὐδὲ πρὸς τὰ ἱερὰ χρῶνται τοῖς ξύλοις. κατὰ μὲν οὖν τὰ ξύλα καὶ τὰς ὅλας μορφὰς ἐν τούτοις αἱ διαφοραί.

Κηκίδας δὲ πάντα φέρει τὰ γένη, μόνη δὲ εἰς τὰ δέρματα χρησίμην ἡ ἡμερίς. ἡ δὲ τῆς αἰγίλωπος καὶ τῆς πλατυφύλλου τῇ μὲν ὄψει παρομοία τῇ τῆς ἡμερίδος, πλὴν λειοτέρα, ἀχρεῖος δέ. φέρει καὶ τὴν ἑτέραν τὴν μέλαιναν ᾗ τὰ ἔρια βάπτουσιν. ὃ δὲ καλοῦσί τινες φάσκον ὅμοιον τοῖς ῥακίοις ἡ αἰγίλωψ μόνη φέρει πολιὸν καὶ τραχύ· καὶ γὰρ πηχυαῖον κατακρεμάννυται, καθάπερ τρύχος ὀθονίου μακρόν. φύεται δὲ τοῦτο ἐκ τοῦ φλοιοῦ καὶ οὐκ ἐκ τῆς κορύνης ὅθεν ἡ βάλανος, οὐδ᾿ ἐξ ὀφθαλμοῦ ἀλλ᾿ ἐκ τοῦ πλαγίου τῶν ἄνωθεν ὄζων. ἡ δ᾿ ἀλίφλοιος ἐπίμελαν τοῦτο φύει καὶ βραχύ.

Οἱ μὲν οὖν ἐκ τῆς Ἴδης οὕτως διαιροῦσιν. οἱ δὲ περὶ Μακεδονίαν τέτταρα γένη ποιοῦσιν, ἐτυμόδρυν ἣ τὰς γλυκείας, πλατύφυλλον ἣ τὰς πικράς, φηγὸν ἣ τὰς στρογγύλας, ἄσπριν· ταύτην δὲ οἱ μὲν ἄκαρπον ὅλως οἱ δὲ φαῦλον τὸν καρπόν, ὥστε μηδὲν ἐσθίειν ζῶον πλὴν ὑός, καὶ ταύτην ὅταν ἑτέραν μὴ ἔχῃ· καὶ τὰ πολλὰ λαμβάνεσθαι περικεφαλαίᾳ. μοχθηρὰ δὲ καὶ τὰ ξύλα· πελεκηθέντα [*](1 Plin. 16. 26.) [*](² φάσκον . . . ῥκίοις conj. Sch. (ῥακίοις Salm.): φάσκος ὅμοιος τῖς βραχχείοις UP2; φάσκον ὁμοίως τῖς βραγχίοις Ald. H. Plin 16. 33, cf. 12. 108; Diosc. 1. 20; Hesych. s.υ. φάσκος.) [*](³ τραχὺ conj. W.; βραχὺ UP. ⁴ κορύνης. cf. 3. 5. 1.)

210
μὲν ὅλως ἀχρεῖα· καταρήγνυται γὰρ καὶ διαπίπτει· ἀπελέκητα δὲ βελτίω, δι᾿ ὃ καὶ οὕτω χρῶνται. μοχθηρὰ δὲ καὶ εἰς καῦσιν καὶ εἰς ἀνθρακείαν· ἀχρεῖος γὰρ ὅλως ὁ ἄνθραξ διὰ τὸ πηδᾶν καὶ σπινθηρίζειν πλὴν τοῖς χαλκεῦσι. τούτοις δὲ χρησιμώτερος τῶν ἄλλων· διὰ γὰρ τὸ ἀποσβέννυσθαι, ὅταν παύσηται φυσώμενος, ὀλίγος ἀναλίσκεται. τὸ δὲ τῆς ἁλιφλοίου χρήσιμον εἰς τοὺς ἄξονας μόνον καὶ τὰ τοιαῦτα. δρυὸς μὲν οὖν ταύτας ποιοῦσι τὰς ἰδέας.