Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IV. Τῶν δὲ ἄλλων τό τε σισύμβριον εἰς μίνθαν δοκεῖ μεταβάλλειν, ἐὰν μὴ κατεχηται τῇ θεραπείᾳ, δι᾿ ὃ καὶ μεταφυτεύουσι πολλάκις, καὶ ὁ πυρὸς εἰς αἶραν. ταῦτα μὲν οὖν ἐν τοῖς δένδροις αὐτομάτως, εἴπερ γίνεται. τὰ δ᾿ ἐν τοῖς ἐπετείοις διὰ παρασκευῆς· οἷον ἡ τίφη καὶ ἡ ζειὰ μεταβάλλουσιν εἰς πυρὸν ἐὰν πτισθεῖσαι σπείρωνται. καὶ τοῦτ᾿ οὐκ εὐθὺς ἀλλὰ τῷ τρίτῳ ἔτει. σχεδὸν δὲ παραπλήσιον τοῦτό γε τῷ τὰ σπέρματα κατὰ τὰς χώρας μεταβάλλειν· μεταβάλλει γὰρ καὶ ταῦτα καθ᾿ ἑκάστην χώραν καὶ σχεδὸν ἐν τῷ ἴσῳ χρόνῳ καὶ ἡ τίφη. μεταβάλλουσι δὲ καὶ οἱ ἄγριοι πυροὶ καὶ αἱ κριθαὶ θεραπευόμεναι καὶ ἐξημερούμεναι κατὰ τὸν ἴσον χρόνον.

Καὶ ταῦτα μὲν ἔοικε χώρας τε μεταβολῇ και θεραπείᾳ γίνεσθαι· καὶ ἔνια ἀμφοτέροις, τὰ δὲ τῇ θεραπείᾳ μόνον· οἷον πρὸς τὸ τὰ ὄσπρια μὴ γίνεσθαι ἀτεράμονα βρέξαντα κελεύουσιν ἐν νίτρῳ [*](¹ οἰκείους· καὶ I conj.; οἰκειοῦται UMV; οἰκείως Ald. H.; ἐοικότας conj. W. ² εἰ ins. Sch. ³ 2. 3. 1.) [*](4 cf. 6. 7. 2; Plin. 19. 176.) [*](5 i. e. to prevent the change which cultivated soil induces.)

124
νύκτα τῇ ὑστεραίᾳ σπείρειν ἐν ξηρᾷ· φακοὺς ὥστε ἁδροὺς γίνεσθαι φυτεύουσιν ἐν βολίτῳ· τοὺς ἐρεβίνθους δέ, ὥστε μεγάλους, αὐτοῖς τοῖς κελύφεσι βρέξαντα σπείρειν. μεταβάλλουσι δὲ καὶ κατὰ τὰς ὥρας τοῦ σπόρου πρὸς κουφότητα καὶ ἀλυπίαν· οἷον ἐάν τις τοὺς ὀρόβους ἐαρινοὺς σπείρῃ τρισάλυποι γίνονται, καὶ οὐχ ὡς οἱ μετοπωρινοὶ βαρεῖς.

Γίνεται δὲ καὶ ἐν τοῖς λαχάνοις μεταβολὴ διὰ τὴν θεραπείαν· οἷον τὸ σέλινον, ἐὰν σπαρὲν καταπατηθῇ καὶ κυλινδρωθῇ, ἀναφ ύεσθαί φασιν οὖλον. μετσβάλλει δὲ καὶ τὴν χώραν ἐξαλλάττοντα, καθάπερ καὶ τἆλλα. καὶ τὰ μὲν τοιαῦτα κοινὰ πάντων ἐστίν. εἰ δὲ κατά τινα πήρωσιν ἢ ἀφαίρεσιν μέρους δένδρον ἄγονον γίνεται, καθάπερ τὰ ζῶα, τοῦτο σκεπτέον· οὐδὲν γοῦν φανερὸν κατά γε τὴν διαίρεσιν εἰς τὸ πλείω καὶ ἐλάττω φέρειν ὥσπερ κακούμενον, ἀλλ᾿ ἢ ἀπόλλυται τὸ ὅλον ἢ διαμένον καρποφορεῖ. τὸ δὲ γῆρας κοινή τις φθορὰ πᾶσιν.

Ἄ τοπον δ᾿ ἂν δόξειε μᾶλλον εἰ ἐν τοῖς ζώοις αἱ τοιαῦται μεταβολαὶ φυσικαὶ καὶ πλείους· καὶ γὰρ κατὰ τὰς ὥρας ἔνια δοκεῖ μεταβάλλειν, ὥσπερ ὁ ἱέραξ καὶ ἔποψ καὶ ἄλλα τῶν ὁμοίων ὀρνέων. καὶ κατὰ τὰς τῶν τόπων ἀλλοιώσεις, ὥσπερ ὁ ὕδρος εἰς ἔχιν ξηραινομένων τῶν λιβάδων. [*](¹ νύκτα I conj.; νυκτὶ MSS.) [*](² ἐν βολίτῳ conj. Milas. on Geop. 3. 27; ἔμβολον UMV Ald. cf. C.P. 5 6. 11; Col. 2. 10. 15; Plin. 18. 198.) [*](3 cf. C.P. 5. 6. 11; Geop 2. 3. 6.) [*](⁴ ἀλυπίαν conj. Sch.; δι᾿ ἀλυπίας M; δι᾿ ἀλυπίαν Ald).

126
φανερώτατα δὲ καὶ κατὰ τὰς γενέσεις ἔνια, καὶ μεταβάλλει διὰ πλειόνων ζωων· οἷον ἐκ κάμπης γίνεται χρυσαλλὶς εἶτ᾿ ἐκ ταύτης ψυχή· καὶ ἐπ᾿ ἄλλων δ᾿ ἐστὶ τοῦτο πλειόνων, οὐδὲν ἴσως ἄτοπον, οὐδ᾿ ὅμοιον τὸ ζητούμενον. ἀλλ᾿ ἐκεῖνο συμβαίνει περὶ τὰ δένδρα καὶ ὅλως πᾶσαν τὴν ὕλην, ὥσπερ ἐλέχθη καὶ πρότερον, ὥστε αὐτομάτην μεταβλαστάνειν μεταβολῆς τινος γινομένης ἐκ τῶν οὐρανίων τοιαύτης. τὰ μὲν οὖν περὶ τὰς γενέσεις καὶ μεταβολὰς ἐκ τούτων θεωρητέον.