Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IX. Ἔστι μὲν οὑν τὰ μὲν ὡς εἰς μῆκος αὐξητικὰ μάλιστ᾿ ἢ μόνον, οἷον ἐλάτη φοῖνιξ κυπάριττος καὶ ὅλως τὰ μονοστελέχη καὶ ὅσα μὴ πολύρριζα μηδὲ πολύκλαδα· ἡ δὲ φοῖνιξ ἀπαραβλαστητικόν· τὰ δὲ ὁμοῖα τούτοις ἀνὰ λόγον καὶ εἰς βάθος. ἔνια δ᾿ εὐθὺς σχίζεται, οἷον ἡ [*](¹ The opening of the description of the diseases of trees seems to have been lost. 2 κράδι; cf. C. P. 5. 1. 3.) [*](³ πάντως. . . γίνεται conj. W.; πάντως δὲ ὁ πρὸς τῇ γῇ καὶ οἷον τ. κ. στ. ἀπογηράσκων τῶν παχυτέρων γίνεται Ald.; so U except παχύτερον, and M except παχύτερος.) [*](4 πόγγρους: cf. Hesych., s.υυ. γόγγρος, κροτόνη.) [*](5 The word is otherwise unknown.) [*](6 ἧττον· ἡ δὲ ἐλάα conj. W.; ἧττον· ἡ δὲ φοῖνιξ πάραβλασ- ητικέν· ἡ δὲ ἐλαα U; so Ald. except παραβλαστικόν. The)

62
μηλέα· τὰ δὲ πολύκλαδα καὶ μείζω τὸν ὄγκον ἔχει τὸν ἄνω, καθάπερ ῥόα· οὐ μὴν ἀλλ᾿ οὖν μέγιστά γε συμβάλλεται πρὸς ἕκαστον ἡ ἀγωγὴ καὶ ὁ τόπος καὶ ἡ τροφή. σημεῖον δ᾿ ὅτι ταὐτὰ πυκνὰ μὲν ὄντα μακρὰ καὶ λεπτὰ γίνεται, μανὰ δὲ παχύτερα καὶ βραχύτερα· καὶ ἐὰν μὲν εὐθύς τις ἀφιῇ τοὺς ὄζους βραχέα, ἐὰν δὲ ἀνακαθαίρῃ μακρά, καθάπερ ἡ ἄμπελος.

Ἱκανὸν δὲ κἀκεῖνο πρὸς πίστιν ὅτι καὶ τῶν λαχάνων ἔνια λαμβάνει δένδρου σχῆμα, καθάπερ εἴπομεν τὴν μαλάχην καὶ τὸ τεῦτλον· ἅπαντα δ᾿ ἐν τοῖς οἰκείοις τόποις εὐαυξῆ --- καὶ τὸ αὐτὸ κάλλιστον. ἐπεὶ καὶ τῶν ὁμογενῶν ἀνοζότερα καὶ μείζω καὶ καλλίω τὰ ἐν τοῖς οἰκείοις, οἷον ἐλάτη ἡ Μακεδονικὴ τῆς Παρνασίας καὶ τῶν ἄλλων. ἅπαντα δὲ ταῦτα καὶ ὅλως ἡ ὕλη ἡ ἀγρία καλλίων καὶ πλείων τοῦ ὄρους ἐν τοῖς προσβορείοις ἡ ἐν τοῖς πρὸς μεσημβρίαν.

Ἔστι δὲ τὰ μὲν ἀείφυλλα τὰ δὲ φυλλοβόλα. τῶν μὲν ἡμέρων ἀείφυλλα ἐλάα φοῖνιξ δάφνη μύρρινος πεύκης τι γένος κυπάριττος· τῶν δ᾿ ἀγρίων ἐλάτη πεύκη ἄρκευθος μίλος θυία καὶ ἣν Ἀρκάδες καλοῦσι φελλόδρυν φιλυρέα κέδρος πίτυς ἀγρία μυρίκη πύξος πρῖνος κήλαστρον φιλύκη ὀξυάκανθος ἀφάρκη, ταῦτα δὲ φύεται περὶ τὸν Ὄλυμπον, ἀνδράχλη κόμαρος τέρμινθος [*](¹ οὗν marked as doubtful in U. ² 1. 3. 2.) [*](³ καὶ τὸ αὐτὸ κάλλιστον. The first part of the sentence to which these words belong is apparently lost (W.).) [*](⁴ i.e. the fir and other trees mentioned in the lost words.) [*](5 Plin. 16. 80.) [*](6 μίλος conj. Sch.; σμίλαξ P2Aid.; cf. 3. 3. 3.)

64
ἀγρία δάφνη. δοκεῖ δ᾿ ἡ ἀνδράχλη καὶ ὁ κόμαρος τὰ μὲν κάτω φυλλοβολεῖν τὰ δὲ ἔσχατα τῶν ἀκρεμόνων ἀείφυλλα ἔχειν, ἐπιφύειν δὲ ἀεὶ τοὺς ἀκρεμόνας.

Τῶν μὲν οὖν δένδρων ταῦτα. τῶν δὲ θαμνωδῶν κιττὸς βάτος ῥάμνος κάλαμος κεδρίς· ἔστι γάρ τι μικρὸν ὃ οὐ δενδροῦται. τῶν δὲ φρυγανικῶν καὶ ποιωδῶν πήγανον ῥάφανος ῥοδωνία ἰωνία ἀβρότονον ἀμάρακον ἕρπυλλος ὀρίγανον σέλινον ἱπποσέλινον μήκων καὶ τῶν ἀγρίων εἴδη πλείω. διαμένει δὲ καὶ τούτων ἔνια τοῖς ἄκροις τὰ δὲ ἄλλα ἀποβάλλει οἶον ὀρίγανον σέλινον --- ἐπεὶ καὶ τὸ πήγανον κακοῦται καὶ ἀλλάττεται.

Πάντα δὲ καὶ τῶν ἄλλων τὰ ἀείφυλλα στενοφυλλότερα καὶ ἔχοντά τινα λιπαρότητα καὶ εὐωδίαν. ἔνια δ᾿ οὐκ ὄντα τῇ φύσει παρὰ τὸν τόπον ἐστὶν ἀείφυλλα, καθάπερ ἐλέχθη περὶ τῶν ἐν Ἐλεφαντίνῃ καὶ Μέμφει· κατωτέρω δ᾿ ἐν τῷ Δέλτα μικρὸν πάνυ χρόνον διαλείπει τοῦ μὴ ἀεὶ βλαστάνειν. ἐν Κρήτῃ δὲ λέγεται πλάτανόν τινα εἶναι ἐν τῇ Γορτυναίᾳ πρὸς πηγῇ τινι ἣ οὐ φυλλοβολεῖ· μυθολογοῦσι δὲ ὡς ὑπὸ ταύτῃ ἐμίγη τῇ Εὐρώπῃ ὁ Ζεύς· τὰς δὲ πλησίας πάσας φυλλοβολεῖν. ἐν δὲ Συβάρει δρῦς ἐστιν εὐσύνοπτος ἐκ τῆς πόλεως ἣ οὐ φυλλοβολεῖ· φασὶ [*](1 Plin. 16. 80.) [*](² Some words probably missing (W.) which would explain the next two clauses. 3 Plin. 16 82. ⁴ 1. 3. 5.) [*](5 Plin. 12. 11; Varro, 1. 7.)

66
δὲ οὐ βλαστάνειν αὐτὴν ἅμα ταῖς ἄλλαις ἀλλὰ μετὰ Κύνα. λέγεται δὲ καὶ ἐν Κύπρῳ πλάτανος εἶναι τοιαύτη.

Φυλλοβολεῖ δὲ πάντα τοῦ μετοπώρου καὶ μετὰ τὸ μετόπωρον, πλὴν τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον ὥστε καὶ τοῦ χειμῶνος ἐπιλαμβάνειν. οὐκ ἀνάλογοι δὲ αἱ φυλλοβολίαι ταῖς βλαστήσεσιν. ὥστε τὰ πρότερον βλαστήσαντα πρότερον φυλλοβολεῖν, ἀλλ᾿ ἔνια πρωϊβλαστεῖ μὲν οὐδὲν δὲ προτερεῖ τῶν ἄλλων, ἀλλά τινων καὶ ὑστερεῖ, καθάπερ ἡ ἀμυγδαλῆ.

Τὰ δὲ ὀψιβλαστεῖ μὲν οὐδὲν δὲ ὡς εἰπεῖν ὑστερεῖ τῶν ἄλλων, ὥσπερ ἡ συκάμινος. δοκεῖ δὲ καὶ ἡ χώρα συμβάλλεσθαι καὶ ὁ τόπος ὁ ἔνικμος πρὸς τὸ διαμένειν. τὰ γὰρ ἐν τοῖς ξηροῖς καὶ ὅλως λεπτογείοις πρότερα φυλλοβολεῖ καὶ τὰ πρεσβύτερα δὲ τῶν νέων. ἔνια δὲ καὶ πρὸ τοῦ πεπᾶναι τὸν καρπὸν ἀποβάλλει τὰ φύλλα, καθάπερ αἱ ὄψιαι συκαῖ καὶ ἀχράδες.

Τῶν δ᾿ ἀειφύλλων ἡ ἀποβολὴ καὶ ἡ αὔανσις κατὰ μέρος· οὐ γὰρ δὴ ταὐτὰ αἰεὶ διαμένει, ἀλλὰ τὰ μὲν ἐπιβλαστάνει τὰ δ᾿ ἀφαυαίνεται. τοῦτο δὲ περὶ τροπὰς μάλιστα γίνεται θερινάς. εἰ δέ τινων καὶ μετ᾿ Ἀρκτοῦρον ἢ καὶ κατ᾿ ἄλλην ὥραν ἐπισκεπτέον. καὶ τὰ μὲν περὶ τὴν φυλλοβολίαν οὕτως ἔχει.

[*](1 Plin. 16. 82 and 83.)