Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ΙΙΙ. Ἐπεὶ δὲ συμβαίνει σαφεστέραν εἶναι τὴν μάσησιν διαιρουμένων κατὰ εἴδη, καλῶς ἔχει τοῦτο ποιεῖν ἐφ᾿ ὧν ἐνδέχεται. πρῶτα δέ ἐστι καὶ μέγιστα καὶ σχεδὸν ὑφ᾿ ὧν πάντ᾿ ἢ τὰ πλεῖστα περιέχεται τάδε, δένδρον θάμνος φρυγανον πόα.

Δένδρον μὲν οὖν ἐστι τὸ ἀπὸ ῥίζης μονοστέλεχες [*](¹ φοελλοῦ conj. H.; φύλλον UVP2P3Ald.; φυλλωοῦ M.) [*](² i. e. root, stem, branch, twig: cf. 1. 1. 9.) [*](3 σαφεστέραν conj. W.; σαφέστερον Ald.) [*](4 εἴδη here ═ γένη; cf. 6. 1. 2. n.) [*](5 πάντ᾿ ἢ conj. Sch. after G; πάντη UMV Ald.)

24
πολύκλαδον ὀζωτὸν οὐκ εὐαπόλυτον, οἷον ἐλάα συκῆ ἄμπελος· θάμνος δὲ τὸ ἀπὸ ῥίζης πολύκλαδον, οἷον βάτος παλίουρος. φρυγανον δὲ τὸ ἀπὸ ῥίζης πολυστέλεχες καὶ πολύκλαδον οἷον καὶ θύμβρα καὶ πήγανον. πόα δὲ τὸ ἀπὸ ῥίζης φυλλοφόρον προϊὸν ἀστέλεχες, οὗ ὁ καυλὸς σπερμοφόρος, οἷον ὁ σῖτος καὶ τὰ λάχανα.

Δεῖ δὲ τοὺς ὅρους οὕτως ἀποδέχεσθαι καὶ λαμβάνειν ὡς τύπῳ καὶ ἐπὶ τὸ πᾶν λεγομένους· ἔνια γὰρ ἴσως ἐπαλλάττειν δόξειε, τὰ δὲ καὶ παρὰ τὴν ἀγωγὴν ἀλλοιότερα γίνεσθαι καὶ ἐκβαίνειν τῆς φύσεως, οἷον μαλάχη τε εἰς ὕψος ἀναγοιένη καὶ ἀποδενδρουμένη· συμβαίνει γὰρ τοῦτο καὶ οὐκ ἐν πολλῷ χρόνῳ ἀλλ᾿ ἐν ἓξ ἢ ἑπτὰ μησὶν. ὥστε μῆκος καὶ πάχος δορατιαῖον γίνεσθαι, δι᾿ ὃ καὶ βακτηρίαις αὐταῖς χρώνται, πλείονος δὲ χρόνου γινομένου κατὰ λόγον ἡ ἀπόδοσις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεύτλων· καὶ γὰρ ταῦτα λαμβάνει μέγεθος· ἔτι δὲ μᾶλλον ἄγνοι καὶ ὁ παλίουρος καὶ ὁ κιττός, ὥσθ᾿ ὁμολογουμένως ταῦτα γίνεται δένδρα· καί τοι θαμνώδη γέ ἐστιν.

ὁ δὲ μύρρινος μὴ ἀνακαθαιρόμενος ἐκθαμνοῦται καὶ ἡ ἡρακλεωτικὴ καρύα. δοκεῖ δὲ αὕτη γε καὶ τὸν καρπὸν βελτίω καὶ πλείω φέρειν ἐὰν ῥάβδους τις ἐᾷ [*](¹ θάμνος . . . πήγανον. W. ’S text transposes, without alteration, the definitions of θάμνος and φρύγανον as given in U. φρύγανον δὲ τὸ ὰπὸ ῥίζης καὶ πολυστέλεχες καὶ πολύκλαδον οἷον βάτος παλίουρος, Ald. So also M, but with a lacuna marked before φρύγανον and a note that the definition of θάμνος is wanting. φρύγανον δὲ τὸ ἀπὸ ῥίζης καὶ πολυστέλεχες καὶ πολύκλαδον οἷον καὶ γάμβοη καὶ πήγανον. θάμνος δὲ ἀπὸ ῥίξης πολύκλαδον οἷον βάτος παλίουρος U. So also very nearly P1P2. G gives to θάμνος (frutex) the definition assigned in U to φρύγανον (suffrutex) and the other definition is wanting.)

26
πλείους ὡς τῆς φύσεως ὕσεως θαμνώδους οὕσης. οὐ μονοστέλεχες δ᾿ ἂν δόξειεν οὐδ᾿ ἡ μηλέα οὐδ᾿ ἡ ῥοιὰ οὐδ᾿ ἡ ἄπιος εἶναι, οὐδ᾿ ὅλως ὅσα παραβλαστητικὰ ἀπὸ τῶν ῥιζῶν ἀλλὰ τῇ ἀγωγῇ τοιαῦτα παραιρουμένων τῶν ἄλλων. ἔνια δὲ καὶ ἐῶσι πολυστελέχη διὰ λεπτότητα, καθάπερ ῥόαν μηλέαν· ἐῶσι δὲ καὶ τὰς ἐλάας κοπάδας καὶ τὰς συκᾶς.

Τάχα δ᾿ ἄν τις φαίη καὶ ὅλως μεγέθει καὶ μικρότητι διαιρετέον εἶναι, τὰ δὲ ἰσχύι καὶ ἀσθενείᾳ καὶ πολυχρονιότητι καὶ ὀλιγοχρονιότητι. τῶν τε γὰρ φρυγανωδῶν καὶ λαχανωδῶν ἔνια μονοστελέχη καὶ οἶον δένδρου φύσιν ἔχοντα γίνεται, καθάπερ ῥάφανος πήγανον, ὅθεν καὶ καλοῦσί τινες τὰ τοιαῦτα δενδρολάχανα, τά τε λαχανώδη πάντα ἡ τὰ πλεῖστα ὅταν ἐγκαταμείνῃ λαμβάνει τινὰς ὥσπερ ἀκρεμόνας καὶ γίνεται τὸ ὅλον ἐν σχήματι δενδρώδει πλὴν ὀλιγοχρονιώτερα.

Διὰ δὴ ταῦτα ὥσπερ λέγομεν οὐκ ἀκριβολογητέον τῷ ὅρῳ ἀλλὰ τῷ τύπῳ ληπτέον τοὺς ἀφορισμούς· ἐπεὶ καὶ τὰς διαιρέσεις ὁμοίως, οἶον ἡμέρων ἀγρίων, καρποφόρων ἀκάρπων, ἀνθοφόρων ἀνανθῶν, ἀειφύλλων φυλλοβόλων. τὰ μὲν γὰρ ἄγρια καὶ ἥμερα παρὰ τὴν ἀγωγὴν εἶναι δοκεῖ· πᾶν γὰρ καὶ ἄγριον καὶ ἥμερόν φησιν Ἵππων γίνεσθαι τυγχάνον ἡ μὴ τυγχάνον θεραπείας. [*](¹ i.e. so that the tree comes to look like a shrub from the growth of fresh shoots after cutting. cf. 2 6. 12: 2. 7. 2.) [*](2 ῥάφανος conj. Bod. from G ; ῥαφανὶς Ald.) [*](³ cf. 3. 2 2. The Ionian philosopher. See Zeller, Pre- Socratie Philosophy (Eng. trane.), 1. 281 f.) [*](4 καὶ add W.; so G.) [*](5 ἢ conj. Sch.; καὶ UAld.Cam.Bas.H.)

28
ἄκαρπα δὲ καὶ κάρπιμα καὶ ἀνθοφόρα καὶ ἀνανθῆ παρὰ τοὺς τόπους καὶ τὸν ἀέρα τὸν περιέχοντα· τὸν αὐτόν δὲ τρόπον καὶ φυλλοβόλα καὶ ἀείφυλλα. περὶ γὰρ Ἐλεφαντίνην οὐδὲ τὰς ἀμπέλους οὐδὲ τὰς συκᾶς φασι φυλλοβολεῖν.

Ἀλλ᾿ ὅμως τοιαῦτα διαιρετέον· ἔχει γάρ τι τῆς φύσεως κοινὸν ὁμοίως ἐν δένδροις καὶ θάμνοις καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσιν· ὑπὲρ ὦν καὶ τὰς αἰτίας ὅταν τις λέγῃ περὶ πάντων κοινῇ δῆλον ὅτι λεκτέον οὐχ ὁρίζοντα καθ᾿ ἕκαστον· εὔλογον δὲ καὶ ταύτας κοινὰς εἶναι πάντων. ἄμα δὲ καὶ φαίνεταί τινα ἔχειν φυσικὴν διαφορὰν εὐθὺς ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων, εἴπερ ἔνια μὴ δύναται ζῆν ὥσπερ τὰ γεωργούμενα μηδ᾿ ὅλως δέχεται θεραπείαν ἀλλὰ χείρω γίνεται, καθάπερ ἐλάτη πεύκη κήλαστρον καὶ ἁπλῶς ὅσα ψυχροὺς τόπους φιλεῖ καὶ χιονώδεις, ὡσαύτως δὲ καὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν, οἶον κάππαρις καὶ θέρμος. ἥμερον δὲ καὶ ἄγριον δίκαιον καλεῖν ἀναφέροντα πρός τε ταῦτα καὶ ὅλως πρὸς τὸ ἡμερώτατον· ὁ δ᾿ ἄνθρωπος ἡ μόνον ἡ μάλιστα ἥμερον.