Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ι. Τῶν φυτῶν τὰς διαφορὰς καὶ τὴν ἄλλην φύσιν ληπτέον κατά τε τὰ μέρη καὶ τὰ πάθη καὶ τὰς γενέσεις καὶ τοὺς βίους· ἤθη γὰρ καὶ πράξει. οὐκ ἔχουσιν ὥσπερ τὰ ζῶα. εἰσὶ δ᾿ αἱ μὲν κατὰ τὴν γένεσιν καὶ τὰ πάθη καὶ τοὺς βίους εὐθεωρητότεραι καὶ ῥᾴους, αἱ δὲ κατὰ τὰ μέρη πλείους ἔχουσι ποικιλίας. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐχ ἱκανῶς ἀφώρισται τὰ ποῖα δεῖ μέρη καὶ μὴ μέρη καλεῖν, ἀλλ᾿ ἔχει τινὰ ἀπορίαν.

Τὸ μὲν οὖν μέρος ἅτε ἐκ τῆς ἰδίας φύσεως ὂν ἀεὶ δοκεῖ διαμένειν ἢ ἁπλῶς ἢ ὅταν γένηται, καθάπερ ἐν τοῖς ζώοις τὰ ὕστερον γενησόμενα, πλὴν εἴ τι [*](¹ τὰ ins. Sch., om. Ald.H.) [*](² πάθη, a more general word than δυνάμεις, ‘virtues’ : cf. 1. 5. 4; 8. 4. 2; it seems to mean here something like ‘behaviour,᾿ in relation to environment. Instances of πάθη are given 4 2.11; 4. 14. 6.) [*](3 ἔχουσι conj. H.; ἔχουσαι W. with Ald.)

4
διὰ νόσον ἢ γῆρας ἢ πήρωσιν ἀποβάλλεται. τῶν δ᾿ ἐν τοῖς φυτοῖς ἔνια τοιαῦτ᾿ ἐστὶν ὥστ᾿ ἐπέτειον ἔχειν τὴν οὐσίαν, οἶον ἄνθος βρύον φύλλον καρπός, ἁπλῶς ὅσα πρὸ τῶν καρπῶν ἢ ἅμα γίνεται τοῖς καρποῖς· ἔτι δὲ αὐτὸς ὁ βλαστός· αἰεὶ γὰρ ἐπίφυσιν λαμβάνει τὰ δένδρα κατ᾿ ἐνιαυτὸν ὁμοίως ἔν τε τοῖς ἄνω καὶ ἐν τοῖς περρὶ τὰς ῥίζας· ὥστε, εἰ μέν τις ταῦτα θήσει μέρη, τό τε πλῆθος ἀόριστον ἔσται καὶ οὐδέποτε τὸ αὐτὸ τῶν μορίων· εἰ δ᾿ αὖ μὴ μέρη, συμβήσεται, δι᾿ ὦν τέλεια γίνεται καὶ φαίνεται, ταῦτα μὴ εἶναι μέρη· βλαστάνοντα γὰρ καὶ θάλλοντα καὶ καρπὸν ἐχοντα πάντα καλλίω καὶ τελειότερα καὶ δοκεῖ καὶ ἔστιν. αἱ μὲν οὖν ἀπορίαι σχεδόν εἰσιν αὗται.

Τάχα δὲ οὐχ ὁμοίως ἅπαντα ζητητέον οὔτε ἐν τοῖς ἄλλοις οὔθ᾿ ὅσα πρὸς τὴν γένεσιν, αὐτά τε τὰ γεννώμενα μέρη θετέον οἶον τοὺς καρπούς. οὐδὲ γὰρ τὰ ἔμβρυα τῶν ζώων. εἰ δὲ ἐν τῇ ὥρᾳ ὄψει τοῦτό γε κάλλιστον. [*](¹ i.e. the male inflorescence of some trees ; the term is of course wider than ‘catkin.᾿) [*](2 i.e. flower, catkin, leaf, fruit, shoot.)

6
οὐδὲν σημεῖον, ἐπεὶ καὶ τῶν ζώων εὐθενεῖ τὰ κύοντα.

Πολλὰ δὲ καὶ τὰ μὲρη κατ᾿ ἐνιαυτὸν ἀποβάλλει, καθάπερ οἵ τε ἔλαφοι τὰ κέρατα καὶ τὰ φωλεύοντα τὰ πτερὰ καὶ τρίχας τετράποδα· ὥστ᾿ οὐδὲν ἄτοπον ἄλλως τε καὶ ὅμοιον ὄν τῷ φυλλοβολεῖν τὸ πάθος.

Ὡσαύτως δ᾿ οὐδὲ τὰ πρὸς τὴν γένεσιν· ἐπεὶ καὶ ἐν τοῖς ζώοις τὰ μὲν συνεκτίκτεται τὰ δ᾿ ἀποκαθαίρεται καθάπερ ἀλλότρια τῆς φύσεως. ἔοικε δὲ παραπλησίως καὶ τὰ περὶ τὴν βλάστησιν ἔχειν. ἡ γάρ τοι βλάστησις γενέσεως χάριν ἐστὶ τῆς τελείας.

Ὅλως δὲ καθάπερ εἴπομεν οὐδὲ πάντα ὁμοίως καὶ ἐπὶ τῶν ζώων ληπτέον. δι᾿ ὃ καὶ ὁ ἀριθμὸς ἀόριστος· πανταχῆ γὰρ βλαστητικὸν ἅτε καὶ πανταχῆ ζῶν. ὥστε ταῦτα μὲν οὕτως ὑποληπτέον οὐ μόνον εἰς τὰ νῦν ἀλλὰ καὶ τῶν μελλόντων χάριν· ὅσα γὰρ μὴ οἶόν τε ἀφομοιοῦν περίεργον τὸ γλίχεσθαι πάντως, ἵνα μὴ καὶ τὴν οἰκείαν ἀποβάλλωμεν θεωρίαν. ἡ δὲ ἱστορία τῶν φυτῶν ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἤ κατὰ [*](¹ εὐθενεῖ conj. Sch., εὐθετεῖ UMVAld. i.e. we do not argue from the fact that animals are at their handsomest in the breeding season that the young is therefore ‘part’ of the animal.) [*](² Lit. ‘which’ are in holes,᾿ in allusion to the well-known belief that animals (especially birds) which are out of sight in the winter are hiding in holes; the text is supported by [Arist.] de plantis 1. 3, the author of which had evidently read this passage; but possibly some such words as τάς τε φολίδας καὶ have dropped out after φωλεύοντα.)

8
τὰ ἔξω μόρια καὶ τὴν ὅλην μορφὴν ἢ κατὰ τὰ ἐντός, ὥσπερ ἐπὶ τῶν ζώων τὰ ἐκ τῶν ἀνατομῶν.

Ληπτέον δ᾿ ἐν αὐτοῖς ποῖά τε πᾶσιν ὑπάρχει ταὐτὰ καὶ ποῖα ἴδια καθ᾿ ἕκαστον γένος, ἔτι δὲ τῶν αὐτῶν ποῖα ὅμοια· λέγω δ᾿ οἷον φύλλον ῥίζα φλοιός. οὐ δεῖ δὲ οὐδὲ τοῦτο λανθάνειν εἴ τι κατ᾿ ἀναλογίαν θεωρητέον, ὥσπερ ἐπὶ τῶν ζώων, τὴν ἀναφορὰν ποιουμένους δῆλον ὅτι πρὸς τὰ ἐμφερέστατα καὶ τελειότατα. καὶ ἁπλῶς δὲ ὅσα τῶν ἐν φυτοῖς ἀφομοιωτέον τῷ ἐν τοῖς ζώοις, ὡς ἄν τίς τῴ γ᾿ ἀνάλογον ἀφομοιοῖ. ταῦτα μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον.

Αἱ δὲ τῶν μερῶν διαφοραὶ σχεδὸν ὡς τύπῳ λαβεῖν εἰσιν ἐν τρισίν, ἢ τῷ τὰ μὲν ἔχειν τὰ δὲ μή, καθάπερ φύλλα καὶ καρπόν, ἢ τῷ μὴ ὅμοια μηδὲ ἴσα, ἢ τρίτον τῷ μὴ ὁμοίως. τούτων δὲ ἡ μὲν ἀνομοιότης ὁρίζεται σχήματι χρώματι πυκνότητι μανότητι τραχύτητι λειότητι καὶ τοῖς ἄλλοις πάθεσιν, ἔτι δὲ ὅσαι διαφοραὶ τῶν χυλῶν. ἡ δὲ ἀνισότης ὑπεροχῇ καὶ ἐλλείψει κατὰ πλῆθος ἢ μέγεθος. ὡς δ᾿ εἰπεῖν τύπῳ [*](¹ A very obscure sentence; so W. renders the MSS, text.) [*](2 i.e. ‘inequality’ might include ‘unlikeness.’)

10
κἀκεῖνα πάντα καθ᾿ ὑπεροχὴν καὶ ἔλλειψιν· τὸ γὰρ μᾶλλον καὶ ἦττον ὑπεροχὴ καὶ ἔλλειψις· τὸ δὲ μὴ ὁμοίως τῇ θέσει διαφέρει· λέγω δ᾿ οἶον τὸ τοὺς καρποὺς τὰ μὲν ἐπάνω τὰ δ᾿ ὑποκάτω τῶν φύλλων ἔχειν καὶ αὐτοῦ τοῦ δένδρου τὰ μὲν ἐξ ἄκρου τὰ δὲ ἐκ τῶν πλαγίων, ἔνια δὲ καὶ ἐκ τοῦ στελέχους, οἷον ἡ Αἰγυπτία συκάμινος, καὶ ὅσα δὴ καὶ ὑπὸ γῆς φέρει καρπόν, οἷον ἥ τε ἀραχίδνα καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον οὕϊγγον, καὶ εἰ τὰ μὲν ἔχει μίσχον τὰ δὲ μή. καὶ ἐπὶ τῶν ἀνθέων ὁμοίως· τὰ μὲν γὰρ περὶ αὐτὸν τὸν καρπὸν τὰ δὲ ἄλλως.

ὅλως δὲ τὸ τῆς θέσεως ἐν τούτοις καὶ τοῖς φύλλοις καὶ ἐν τοῖς βλαστοῖς ληπτέον.

Διαφέρει δὲ ἔνια καὶ τῇ τάξει· τὰ μὲν ὡς ἔτυχε, τῆς δ᾿ ἐλάτης οἱ κλῶνες κατ᾿ ἀλλήλους ἑκατέρωθεν· τῶν δὲ καὶ οἱ ὄζοι ὄι᾿ ἴσου τε καὶ κατ᾿ ἀριθμὸν ἴσοι, καθάπερ τῶν τριόζων.

Ὅστε τὰς μὲν διαφορὰς ἐκ τούτων ληπτέον ἐξ ὦν καὶ ἡ ὅλη μορφὴ συνδηλοῦται καθ᾿ ἕκαστον.

Αὐτὰ δὲ τὰ μέρη διαριθμησαμένους πειρατέον περὶ ἑκάστου λέγειν. ἔστι δὲ πρῶτα μὲν καὶ μέγιστα καὶ κοινὰ τῶν πλείστων τάδε, ῥίζα καυλὸς ἀκρεμὼν κλάδος, εἰς ἃ διέλοιτ᾿ ἄν τις [*](¹ cf. C.P. 5. 1. 9.) [*](2 cf. 1. 6. 11. T. extends the term καρπός so as to include any succulent edible part of a plant.) [*](3 T. does not consider that καρπός was necessarily ante- ceded by a flower.)

12
ὥσπερ εἰς μέλη, καθάπερ ἐπὶ τῶν ζώων. ἕκαστόι τε γὰρ ἀνόμοιον καὶ ἐξ ἁπάντων τούτων τὰ ὅλα.

Ἔστι δὲ ῥίζα μὲν δι᾿ οὗ τὴν τροφὴν ἐπάγεται. καυλὸς δὲ εἰς ὃ φέρεται. καυλὸν δὲ λέγω τὸ ὑπὲρ γῆς πεφυκὸς ἐφ᾿ ἕν· τοῦτο γὰρ κοινότατον ὁμοίως ἐπετείοις καὶ χρονίοις, ὃ ἐπὶ τῶν δένδρων καλεῖται στέλεχος· ἀκρεμόνας δὲ τοὺς ἀπὸ τούτου σχιζομένους, οὓς ἔνιοι καλοῦσιν ὄζους. κλάδον δὲ τὸ βλάστημα τὸ ἐκ τούτων ἐφ᾿ ἕν, οἷον μάλιστα τὸ ἐπέτειον.

Καὶ ταῦτα μὲν οἰκειότερα τῶν δένδρων. ὁ δὲ καυλός, ὥσπερ εἴρηται, κοινότερος· ἔχει δὲ οὐ πάντα οὐδὲ τοῦτον, οἷον ἔνια τῶν ποιωδῶν. τὰ δ᾿ ἔχει μὲν οὐκ ἀεὶ δὲ ἀλλ᾿ ἐπέτειον, καὶ ὅσα χρονιώτερα ταῖς ῥίζαις. ὅλως δὲ πολύχουν τὸ φυτὸν καὶ ποικίλον καὶ χαλεπὸν εἰπεῖν καθόλου· σημεῖον δὲ τὸ μηδὲν εἶναι κοινὸν λαβεῖν ὃ πᾶσιν ὑπάρχει, καθάπερ τοῖς ζώοις στόμα καὶ κοιλία.

τὰ δὲ ἀναλογίᾳ ταὐτὰ τὰ δ᾿ ἄλλον τρόπον. οὔτε γὰρ ῥίζαν πάντ᾿ ἔχει οὔτε καυλὸν οὔτε ἀκρεμόνα οὔτε κλάδον οὔτε φύλλον οὔτε ἄνθος οὔτε καρπὸν οὔτ᾿ αὖ φλοιὸν ἢ μήτραν ἢ ἶνας ἢ φλέβας, οἷον μύκης ὕδνον· ἐν τούτοις δὲ ἡ οὐσία καὶ ἐν τοῖς τοιούτοις· ἀλλὰ μάλιστα ταῦτα [*](¹ i.e. before it begins to divide. ² Or ‘knots.’) [*](3 εφ᾿ conj. W.; ὑφ᾿ P2 P3 Ald.) [*](4 χρονιώτερα conj. Sch.; χρονιώτερον Ald.H) [*](5 ἀναλογίᾳ conj. Sch.; ἀναλογία UAld.H.)

14
ὑπάρχει, καθάπερ εἴρηται, τοῖς δίνδροις κἀκεινων οἰκειότερος ὁ μερισμός πρὸς ὃ καὶ τὴν ἀναφορὰν τῶν ἄλλων ποιεῖσθαι δίκαιον.

Σχεδὸν δὲ καὶ τὰς ἄλλας μορφὰς ἑκάστων ταῦτα διασημαίνει. διαφ έρουσι γὰρ πλήθει τῷ τούτων καὶ ὀλιγότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τῷ ἐφ᾿ ἕν ἤ εἰς πλείω σχίζεσθαι καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις. ἔστι δὲ ἕκαστον τῶν εἰρημένων οὐχ ὁμοιομερές· λέγω δὲ οὐχ ὁμοιομερὲς ὅτι ἐκ τῶν αὐτῶν μὲν ὁτιοῦν μέρος σύγκειται τῆς ῥίζης καὶ τοῦ στελέχους, ἀλλ᾿ οὐ λέγεται στέλεχος τὸ ληφθὲν ἀλλὰ μόριον, ὡς ἐν τοῖς τῶν ζώων μέλεσίν ἐστιν. ἐκ τῶν αὐτῶν μὲν γὰρ ὁτιοῦν τῆς κνήμης ἢ τοῦ ἀγκῶνος, οὐχ ὁμώνυμον δὲ καθάπερ σὰρξ καὶ ὀστοῦν, ἀλλ᾿ ἀνώνυμον· οὐδὲ δὴ τῶν ἄλλων οὐδενὸς ὅσα μονοειδῆ τῶν ὀργανικῶν· ἁπάντων γὰρ τῶν τοιούτων ἀνώνυμα τὰ μέρη. τῶν δὲ πολυειδῶν ὠνομασμένα καθάπερ ποδὸς χειρὸς κεφαλῆς, οἶον δάκτυλος ῥὶς ὀφθαλμός. καὶ τὰ μὲν μέγιστα μέρη σχεδὸν ταῦτά ἐστιν.