De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου καὶ θερμότερον, στυπτικὰ δὲ ὁμοίως ἄμφω. τούτων δὲ στυπτικώτερον τὸ κύπειρον. στύφει δὲ καὶ ἡ ἀσπάλαθος ἡ εὐώδης. ἡ δὲ νάρδος δηκτικὴ μετὰ θερμότητος. τὸ δὲ μάρον καὶ τὸ χρῶμα τὸ εἰς τὸ ἀμαράκινον ἐμμιγνύμενον θερμαντικά. συνεργεῖ δὲ καὶ τῆς ἀγχούσης τὸ ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ τῆς ἴριδος.

Νέα μὲν οὖν ὄντα τῶν ἀρωμάτων ἔνια δυνάμεις μὲν εὐθὺς ἔχει βαρείας καὶ δριμείας, παλαιούμενα δὲ μέχρι τῆς ἀκμῆς γλυκαίνεται, εἶτ᾿ ἀναλύεται πάλιν. οἷον ἡ ἶρις εἰς μὲν τὴν ἐργασίαν ἀκμάζει μετὰ τὴν συλλογὴν τρία ἔτη, καὶ διαμένει δὲ πλεῖστον χρόνον ἓξ ἔτη. τὸ δὲ μάρον ἔτη δύο. ἡ δὲ σμύρνα δέκα ἔτη διαμένει βελτίων γενομένη. παραπλησίως δὲ τούτοις ἡ τῆς ἀκμῆς διαμονὴ καὶ τοῦ κιναμώμου καὶ τοῦ κόστου καὶ τῆς κασίας. σχοῖνος δὲ καὶ κάλαμος παρακμάζει ταχύ. τῶν δ᾿ ἀνθῶν τὰ μὲν εὐθὺς χλωρὰ ὄντα [*](1· cf. Plin. 21. 42. ² cf. Index. σχοῖνος (2).) [*](³ cf. Index, κάλαμος ὁ εὐώδης.)

358
τὰς δυνάμεις ἔχει, καθάπερ τὸ ῥόδον, τὰ δὲ ξηρανθέντα, καθάπερ ὁ κρόκος καὶ ὁ μελίλωτος· χλωρὰν γὰρ ὑγρότερα.

Τὰς μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν ἀρωμάτων ἐκ τούτων θεωρητέον.

VIII. Δοκεῖ δὲ τὸ μεγαλεῖον ἀφλέγμαντον εἶναι παντὸς τραύματος· τὸ δὲ ῥόδινον ἄριστον πρὸς τὰ ὦτα. ταῦτα δ᾿ οὐκ ἀλόγως. τοῦ μὲν γὰρ ἡ σύνθεσις ἐκ ῥητίνης κεκαυμένης, ὥσπερ ἐλέχθη, καὶ κασίας καὶ κιναμώμου καὶ σμύρνης, ἅπαντα δὲ ταῦτα στυπτικὰ καὶ ξηραντικά. τὸ δὲ ῥόδινον τοῖς ὠσὶν ἀγαὸν ὅτι ἐν ἁλσὶν ἡ ποίησις· ἀναξηραίνει γὰρ καὶ ἐκθερμαίνει διὰ τοὺς ἄλας· διὸ καὶ ἡ ἁλοσάχνη ἀγαθόν. ἀλλὰ τὸ τῆς στραγγουρίας λόγου δεῖται· καὶ γὰρ ταύτῃ λέγουσι μάλιστα βοηθεῖν. αἴτιον δ᾿ ἂν εἴη διότι πᾶν τὸ ὑπεξάγειν μέλλον ἀναλῦσαι δεῖ πρότερον τὸ ὑπεξαχθησόμενον· τοῦτο δὲ οἱ ἅλες ποιοῦσιν, ἡ δ᾿ εὐωδία τὴν ὁρμὴν ἀπέδωκε.

Διὰ τί δὲ τὸ ἴρινον εὔοσμον μὲν οὐ ποιεῖ δὲ τὴν ὁρμήν; ἢ διότι στυπτικὸν καὶ συνάγει τοὺς πόρους, ὥστε συγκλείσει κωλύειν τὴν δίοδον; ἀλλὰ καὶ κοιλίας λυτικὴ διά τε τὴν θερμότητα καὶ διὰ τὸ ἀποστύφειν τοὺς ἐπὶ τὴν κύστιν πόρους· ἀποκλειομένων γὰρ τούτων εἰς τὴν κοιλίαν ἡ συρροή. τὸ δὲ ὅλον φαρμακῶδες καὶ [*](¹ cf. C.P. 6. 14. 8 and 11.)

360
τὸ ἴρινον καὶ ἄλλα τῶν μύρων. ἡ δ᾿ αἰτία πάντων ὡς καθόλου εἰπεῖν ἐν ταῖς δυνάμεσι ταῖς εἰρημέναις, ὅτι στυπτικὰ καὶ θερμαντικά· τὰ ἀρώματα γὰρ τὰ τοιαῦτα φαρμακώδη. ταῦτα μὲν οὖν ἔξω τῆς τέχνης.

IX. Κρᾶσις δὲ καὶ μῖξις οὐκ ἔστιν ὡρισμένη τῶν ἀρωμάτων, ὥστ᾿ ἐκ τῶν αὐτῶν ἀεὶ χρηστὰ καὶ ὅμοια γίνεσθαι, ἀλλοῖα δὲ συμβαίνει διὰ τὴν ἀνωμαλίαν τῶν δυνάμεων τῶν ἐν τοῖς ἀρώμασι. τῆς δ᾿ ἀνωμαλίας αἰτίαι πλείους. μία μέν, ἥπερ καὶ τοῖς ἄλλοις καρποῖς, ἡ τοῦ ἔτους κατάστασις· αὕτη γὰρ πολυχουστέρας ὁτὲ δ᾿ ἀσθενεστέρας τὰς δυνάμεις ποιεῖ. ἑτέρα δὲ ἐν τῇ συλλογῇ, τὸ προτερῆσαι τῆς ἀκμῆς ἡ ὑστερῆσαι· καὶ γὰρ τοῦτο οὐ μικρὸν διαφέρει. τρίτη δ᾿ ἡ μετὰ τὴν συλλογήν, ὅσα χρόνου δεῖται πρὸς τὴν ἀκμήν, ὥσπερ ἐλέχθη· καὶ γὰρ ἐνταῦθά ἐστι τὸ προτερεῖν καὶ ὑστερεῖν.

Τούτων δὲ τὸ μὲν τῶν ἐτῶν οὐκ ἐφ᾿ ἡμῖν, πλὴν εἰς τὸ εἰδέναι τὰ ποῖα σφοδροτέρας καὶ ἀσθενεστέρας ἔχει τὰς δυνάμεις· τὰ δὲ κατὰ τὰς ἀκμὰς τῆς τε συλλογῆς καὶ μετὰ τὴν συλλογὴν ἐφ᾿ ἡμῖν ἐστί, τῷ εἰδότι μᾶλλον τὸ ἐπιτυγχάνειν.

Ἡ μὲν οὖν γένεσις καὶ σύνθεσις τῶν μύρων ἐκ τούτων.

362

Πολυχρονιώτστον δ᾿ ἐστὶ τό τ᾿ Αἰγύπτιον καὶ τὸ ἴρινον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρδινον, πάντων δὲ μάλιστα ἡ στακτή, διαμένει γὰρ ὁποσονοῦν χρόνον. μυροπώλης δέ τις ἔφη παρ᾿ αὐτῷ μεμενηκέναι Αἰγύπτιον μὲν ὀκτὼ ἔτη, ἴρινον δὲ εἴκοσι, καὶ ἔτι διαμένειν βέλτιον ὂν τῶν ἀκμαζόντων. ἡ μὲν οὖν χρονιότης ἐν τούτοις.

Τὰ δ᾿ ἄνθινα πάντα ἀσθενῆ. συμβαίνει δὲ τοῖς ἀνθίνοις ἀκμάζειν μὲν ὡς ἐπὶ τὸ πᾶν μετὰ δίμηνον, μεταβάλλειν δ᾿ ἐπὶ τὸ χεῖρον ἐνιαυτοῦ προελθόντος καὶ περικαταλαβούσης τῆς ὥρας ἐν ᾗ τὴν ἀκμὴν λαμβάνει τὸ ἄνθος. ἀνὰ λόγον δὲ τῇ ἀσθενείᾳ καὶ τὸ εὐπέπαντα εἶναι καὶ ὅλως εὐδιάπνευστα· τὰ δ᾿ ἐκ τῶν ῥιζῶν καὶ τῶν λοιπῶν χρονιώτερα· πλείων γὰρ ἡ ὀσμὴ καὶ ἰσχυροτέρα καὶ σωματωδεστέρα.

Διαφθείρει δὲ τὰ μύρα καὶ ὥρα θερμὴ καὶ τόπος καὶ ὁ ἥλιος, ἂν τεθῶσι· διὸ καὶ οἱ μυροπῶλαι ζητοῦσι τὰς οἰκίας ὑπερῴους καὶ μὴ προσηλίους ἀλλ᾿ ὅτι μάλιστα παλισκίους· ἀφαιρεῖται γὰρ τὰς ὀσμὰς ὁ ἥλιος καὶ τὸ θερμὸν καὶ ὅλως ἐξίστησι τῆς φύσεως μᾶλλον τοῦ ψυχροῦ· τὸ δὲ ψυχρὸν καὶ ὁ πάγος, εἰ καὶ ἀοσμότερον ποιεῖ διὰ τὸ συστέλλειν, ἀλλ᾿ οὐκ ἀφαιρεῖταί γε τὴν δύναμιν τελέως. ἡ πονηρὰ γὰρ φθορά, καθάπερ τῶν οἴνων καὶ τῶν ἄλλων χυλῶν, τῷ τὸ οἰκεῖον ἀφαιρεῖσθαι θερμόν.

διὸ καὶ εἰς ἀγγεῖα μολυβδᾶ ἐγχέουσι καὶ τοὺς ἀλαβάστρους ζητοῦσι τοιούτου λίθου· ψυχρὸν γὰρ καὶ πυκνὸν καὶ ὁ

364
μόλυβδος καὶ ὁ λίθος ὁ τοιοῦτος· καὶ ἄριστος τοῖς μύροις ὁ μάλιστα τοιοῦτος. ὥστε δι᾿ ἄμφω τηροῦσι, καὶ τῷ ψυχρῷ καὶ τῷ πυκνῷ, μήτε διιέντες ἔξω τὴν ὀσμὴν μήθ᾿ ὅλως ἐπιδεχόμενοι μηδέν. καὶ γὰρ ἡ ἀναπνοὴ φθείρει καὶ τὸ ἔξωθεν ἐπεισιὸν καὶ ἀλλότριον· ἐπεὶ καὶ τὰ πνεύματα φθείρει καὶ καταναλίσκει, καθάπερ ἐλέχθη, τὰς ὀσμάς, ἄλλως τε καὶ τὰς μὴ φυσικάς.