De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

VI. Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν ἀπ᾿ ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς τὰ δ᾿ ἀπὸ ῥίζης τὰ δ᾿ ἀπὸ ξύλων τὰ δ᾿ ἀπὸ καρποῦ τὰ δ᾿ ἀπὸ δακρύων. μικτὰ δὲ πάνθ᾿ ὡς εἰπεῖν. ἀπ᾿ ἀνθῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ λευκόϊνον. καὶ τὸ σούσινον· καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων· ἔτι δὲ τὸ σισύμβρινον καὶ τὸ ἑρπύλλινον καὶ ἡ κύπρος καὶ πρὸς τούτοις τὸ κρόκινον· βέλτιστος δ᾿ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ τῶν φύλλων οἷον τό τε μύρρινον καὶ τὸ οἰνάνθινον· αὕτη δ᾿ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοδμος· ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοδμον.

Ἀπὸ ῥιζῶν δὲ τό τε ἴρινον καὶ τὸ νάρδινον καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου· τοῦτο γὰρ ἀνομάζουσι [*](¹ cf. Diosc. 1. 58.) [*](² 1 have bracketed καὶ as suggested by Sch.) [*](3 This passage, with some variations, is quoted by Athen. 15. 39. 4 cf. Plin. 13. 11.) [*](5 cf. H.P. 6. 6. 11. for the plant, and for the perfume Athen. 15. 38.)

352
τὴν ῥίζαν. τὸ δὲ χρίσμα τὸ Ἐρετρικὸν ἐκ τοῦ κυπείρου. κομίζεται δὲ ἀπὸ τῶν Κυκλάδων τὸ κύπειρον. ἀπὸ ξύλου δὲ ὁ φυῖνιξ καλούμενος· ἐμβάλλουσι γὰρ τὴν ὀνομαζομένην σπάθηνε ξηράναντες. ἀπὸ καρπῶν δὲ τό τε μήλινον καὶ τὸ μύρτινον καὶ τὸ δάφνινον· τὸ δ᾿ Αἰγύπτιον ἐκ πλειόνων, ἔκ τε τοῦ κιναμώμου καὶ ἐκ σμύρνης καὶ ἐξ ἄλλων.

Ἔτι δ᾿ ἐκ πλειόνων τούτου τὸ μεγαλεῖον· καὶ γὰρ ἐκ κιναμώμου --- καὶ ἐκ τῆς σμύρνης κοπτομένης ἔλαιον ῥεῖ· στακτὴ γὰρ καλεῖται διὰ τὸ μικρὸν στάζειν. ὃ δὴ μόνον τινές φασιν ἀπλοῦν εἶναι καὶ ἀσύνθετον τῶν μύρων τὰ δ᾿ ἄλλα πάντα σύνθετα, πλὴν τὰ μὲν ἐκ πλειόνων τὰ δ᾿ ἐξ ἐλαττόνων, ἐξ ἐλαχίστων δὲ τὸ ἴρινον. οἱ μὲν οὖν οὕτω λέγουσιν, οἱ δὲ τὴν ἐργασίαν τῆς στακτῆς εἶναι τοιάνδε· τὴν σμύρναν ὅταν κόψωσι καὶ διατήξωσι ἐν ἐλαίῳ βαλανίνῳ πυρὶ μαλακῷ ὕδωρ ἐπιχεῖν θερμόν· συνιζάνειν δ᾿ εἰς βυθὸν τὴν σμύρναν καὶ τοὔλαιον καθάπερ ἰλύν· ὅταν δὲ τοῦτο συμβῇ, τὸ μὲν ὕδωρ ἀπηθεῖν τὴν δ᾿ ὑπόστασιν ποθλίβειν ὀργάνοις.

Τὸ δὲ μεγαλεῖον ἐκ ῥητίνης κεκαυμένης συντίθεσθαι καὶ ἐλαίου βαλανίνου· μίγνυσθαι δὲ κασίαν κινάμωμον σμύρναν. πλείστην δὲ πραγματείαν περὶ τὸ μεγαλεῖον καὶ τὸ Αἰγύπτιον εἶναι, [*](¹ cf. H.P. 9. 7. 3; C.P. 6. 11. 13.) [*](2 cf. H.P. 2. 8. 4. σπάθην appears to be a conj. of W. for vulg. πλάτην: ἐλάτην Turn. cf. LS. 8. r.) [*](³ Said to be called after the inventor, one Megallos: cf. Plin. 13. 13.)

354
πλείστων γὰρ μίξιν καὶ πολυτελεστάτων. τῷ δὲ μεγαλείῳ καὶ τὸ ἔλαιον ἕψεσθαι δέχ᾿ ἡμέρας καὶ δέκα νύκτας, εἶτα οὕτως τὴν ῥητίνην ἐμβάλλεσθαι καὶ τἆλλα· δεκτικώτερον γὰρ ἀφεψηθέν. τὸ δ᾿ ἀμαράκινον τὸ χρηστὸν ἐκ τῶν βελτίστων ἀρωμάτων συντίθεσθαι χωρὶς ἀμαράκου· τούτῳ δ᾿ οὐ χρῆσθαι μόνῳ τῶν ἀρωμάτων τοὺς μυρεψοὺς οὐδ᾿ εἰς ἓν μύρον, ἀλλὰ ψευδώνυμός τις ἡ ἐπίκλησις.

Ποιοῦσι δὲ καὶ τὶ μὲν ἀχρωμάτιστα τὰ δὲ κεχρωματισ μένα. χρωματίζουσι δὲ ἀμαράκινον ῥόδινον μεγαλεῖον, ἀχρωμάτιστα δὲ τῶν μὲν πολυτελῶν Αἰγύπτιον μήλινον κύπρος, τὰ δ᾿ εὐτελῆ πάντα· ταῦτα δὲ ἀχρωμάτιστα διότι τὸ μὲν Αἰγύπτιον καὶ τὴν κύπρον λευκὰ εἶναι βούλονται, τῷ δὲ μηλίνῳ τὴν τῶν μήλων χρόαν, τοῖς δ᾿ εὐτελέσιν οὐ λυσιτελεῖ τὸ χρῶμα προστιθέναι. χρωματίζουσι δὲ τὰ μὲν ἐρυθρὶ τῇ ἀγχούσῃ, τὸ δ᾿ ἀμαράκινον τῷ καλουμένῳ χρώματι· τοῦτο δ᾿ ἐστὶ ῥιζίον ὅ ἄγουσιν ἐκ τῆς Συρίας.