De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

XI. Τοῦ ῥοδίνου δὲ αἱ μίξεις καὶ ἐν ταῖς ὀσμαῖς καὶ ἐν τοῖς χυμοῖς, ἐὰν ἡρμοσμέναι τυγχάνωσιν, ἔχουσί τινα χρείαν, αἱ μὲν ἀφαιροῦσαι τὴν βαρύτητα καὶ τὴν ἰσχύν, αἱ δ᾿ εὐοδμίαν τινὰ αἱ δὲ γλυκύτητα ἐμποιοῦσαι, καθάπερ καὶ ἐπὶ τῶν οἴνων. καὶ γὰρ ὁ ἐν Θάσῳ ὁ ἐν τῷ πρυτανείῳ διδόμενος, θαυμαστός τις ὡς ἔοικε τὴν ἡδονήν, ἠρτυμένος ἐστίν· ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν μὲν ὀσμὴν ἀπ᾿ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον.

Συμβαίνειν δὲ τοῦτο καὶ κατὰ τὰς τῶν οἴνων μίξεις· οἷον ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου· συμπίπτει γὰρ ἄμα τὰ κακὰ ἀλλήλων ἀφανίζειν τῇ μαλακότητι θατέρου 〈καὶ τῇ εὐοσμίᾳ θατέρου〉. πολλὰς δὲ καὶ ἄλλας οἱ ἔμπειροι λέγουσι καὶ ἴσασι μίξεις. ὃ καὶ ἐπὶ τῶν ὀσμῶν εὔλογον συμβαίνειν, καὶ ἐπὶ τῶν χρωμάτων ἄν τις λαμβάνῃ τὰς ἁρμοττούσας μίξεις. τοῦτο μὲν οὖν ἴδιον τοῦ ῥοδίνου.

Τὸ δὲ κοινὸν ἐπὶ πάντων ἀπόρημα, τί δή ποτε [*](¹ Quoted by Athen. 1. 58. 2 cf. 48.) [*](3 This sentence must be defective: as it stands, the effect of only one wine is given, though the effect is said to be)

374
ἀπὸ τοῦ καρποῦ τῆς χειρὸς ἥδιστα φαίνεται, διὸ καὶ οἱ μυροπῶλαι τοῦτο μυρίζουσι τὸ μέρος. τὴν δ᾿ αἰτίαν ἐκ τοῦ ἐναντίου ληπτέον, ὅτι τὸ θερμὸν ἐξίστησι καὶ ἀλλοιοῖ· ταχεῖα δ᾿ ἤδη ἡ αἴσθησις τοῖς μύροις ἀναμιγνυμένοις τῷ χρωτί.

Ἀπορεῖται δὲ δίοτι οἱ μὴ εἰωθότες μυρίζεσθαι μᾶλλον ἐξόζουσι τῶν συνεχῶς μυριζομένων· εἴη μὲν γὰρ ἂν λέγειν καὶ ὅτι φαντασίαι καὶ οὐκ ἀλήθειαι διὰ τὸ μὴ εἰωθός· εἰ δ᾿ οὖν καὶ ἀληθές, ἔοικε τὸ μὲν οἷον συναναμίγνυσθαι πλείοσιν ὀσμαῖς ἑτέραις ὑφ᾿ ὧν ἀμαυροῦται, συγκαταμιγνυμένου καὶ τοῦ χρωτός, τὸ δὲ ὥσπερ ἀκέραιον δέχεσθαι τὸ μανὸν καὶ ἐκφαίνειν τῇ αἰσθήσει χρονιζόμενον. εἴη δ᾿ ἂν καὶ ἐναντίως λαβεῖν ὡς ἧττον δεχομένου διὰ τὸ ἀσύνηθες, βραδύτερον δ᾿ ἀναμιγνύμενα πλείω χρόνον ἐξόζειν. καὶ τοῦτο μὲν ἔλαττον καὶ οὐ φανερῶς ὁμολογούμενον.

Ἅπτεται δὲ μάλιστα τοῦ χρωτὸς καὶ κεφαλῆς καὶ τῶν ἄλλων καὶ πλεῖστον χρόνον ἐμμένει τὰ [*](1 Sc. a part of the body which, not being fleshy, does not spoil the scent by its warmth. So Plin. 13. 19. appears to give the point—experimentum (vnguentorum) inversa manu capitur, ne carnosae partis calor vitiet, though it may be questioned whether inversa menu represents καρποῦ. Pliny's)

376
ἰσχυρότατα ταῖς ὀσμαῖς, οἷον μεγαλεῖον, Αἰγύπτιον, ἀμαράκινον· τὰ δ᾿ ἀσθενῆ καὶ πολύοδμα, κούφην ἔχοντα τὴν ἀναπνοήν, ταχεῖαν ποιεῖ καὶ τὴν ἀπόλειψιν, ὥσπερ τό τε ῥόδινον καὶ ἡ κύπρος.

Ἔνια δὲ καὶ εἰς τὴν ὑστεραίαν οὐ χεῖρον ὄζει, διαπεπνευκυίας εἴ τις ἐνῆν βαρύτης. τὰ δὲ καὶ ὅλως ἔμμονα μᾶλλον, ὥσπερ ἡ νάρδος καὶ τὸ ἴρινον, πάντων δὲ μάλιστα ἰσχυρότατα. καὶ τὰ μὲν ἔν τε τοῖς λουτροῖς καὶ τῇ ἀνέσει διατηρεῖ πως τὴν ὀσμὴν ἢ οὐ συγκακύνει· τὰ δὲ κακυνόμενα πλείω ποιεῖ δυσωδίαν αὐτῶν τῶν ἱδρώτων, ὡς ἂν σήψεώς τινος ἢ διαφθορᾶς γινομένης.

Καὶ τὰ μὲν περὶ τῆς τῶν μύρων ποιήσεώς τε καὶ δυνάμεως ἐπὶ τοσοῦτον εἰρήσθω.

XII. Τὰ δὲ περὶ τὴν τῶν ξηρῶν μίξιν, ἐξ ὧν διαπάσματα καὶ αἱ συνθέσεις, οὐκ ἔτι ζητεῖ μίξιν τῶνδέ τινων ὡρισμένων, ἀλλ᾿ ὅσῳ ἄν τις πλείω καὶ ποικιλώτερα μίξῃ, τοσούτῳ καὶ ἡ ὀσμὴ λαμπροτέρα καὶ ἡδίων, ὥσπερ καὶ ἐξ αὐτῶν τῶν ἀρωμάτων τῶν προχείρων· εἰς ταὐτὸ γὰρ μιγνύντες ἅπαντα χρῶνται. ζητοῦσι δ᾿ ἐν τούτοις καὶ σπεύδουσιν ὥστε μὴ ἑνὸς ἀλλὰ πάντων [*](¹ τὰ ins. Sch.)

378
κοινήν τινα τὴν ὀσμὴν εἶναι. διὸ καὶ ἀνοίγοντες διά τινων ἡμερῶν τὸ ἐξόζον ἐξαιροῦσιν ἀεὶ καὶ τῶν ἰσχυρῶν ἐλάττω μιγνύουσιν, ὥσπερ --- τὰ δ᾿ ὅλως οὐ μιγνύουσιν, ὥσπερ τὸ ἐρυσίσκηπτρον, ὑπὲρ οὗ καὶ ἀρτίως ἐλέχθη.

Βρέχουσι δὲ συντιθέντες τῷ οἴνῳ τῷ εὐώδει· ἔοικε δ᾿ οὖν χρήσιμος εἶναι πρὸς τὰς εὐοσμίας, εἴ γε καὶ οἱ μυρεψοὶ χρῶνται. μένουσι δὲ πολὺν χρόνον αἱ συνθέσεις. ἡ δὲ χρῆσις τούτων μὲν εἰς τὴν τῶν ἱματίων ὀσμήν, τῶν δὲ διαπασμάτων εἰς τὴν στρωμνήν, ὅπως πρὸς τὸν χρῶτα προσπίπτῃ· καὶ γὰρ ἅπτεται μᾶλλον καὶ ἐμμονώτερον τοῦτο, καὶ ὥσπερ ἀντ᾿ ἐκείνου τοῦτο ποιοῦσιν. οἱ δὲ πρότερον ἐνέβαλον οἴνῳ καταβρέχοντες εὐώδει πρὸς τὸ παραιρεῖσθαι τὴν ὀσμήν, ἔνια δὲ καὶ μελικράτῳ καὶ οἴνῳ μιγνύντες ἀνέδευον, τὰ δὲ καὶ αὐτῷ τῷ μελικράτῳ. τὸ γὰρ ὅλον ἄμφω ταῦτα συνεργεῖ πρὸς εὐοσμίαν. διαμένουσι δὲ αἱ συνθέσεις. φανερὸν δ᾿ ἐκ τούτων ὅπερ καὶ πρότερον ἐλέχθη, διότι τὰ ξηρὰ καὶ εὐοσμότερα πρὸς ἄλληλα μιχθέντα ταῖς ὀσμαῖς.

Εὐλόγως δὲ τὰ μύρα φαρμακώδη διὰ τὴν τῶν [*]((61)) ἀρωμάτων δύναμιν· καὶ γὰρ τὰ ἀρώματα τοιαῦτα. δηλοῖ δὲ τά τε καταπλάσματα καὶ ἃ δή τινες [*](¹ The example is missing. Turn. supplies costum et amomum from Plin. 13. 16, which does not however certainly refer to this passage; see 69, where this passage seems to be repeated.) [*](² The reference of ἐκείνου is obscure.) [*](³ μιχθέντα add. Turn.)

380
μαλάγματα καλοῦσιν οἵας ἀποδείκνυται δυνάμεις τά τε φύματα καὶ τὰ ἀποστήματα διαχέοντα καὶ ἄλλα πλείω τῶν κατὰ τὸ σῶμα διαλλοιοῦντα, ἐπιπολῆς μὲν ἀλλὰ καὶ τὰ ἐν βάθει, οἷον, ἄν τις καταπλάσῃ τὰ ὑποχόνδρια καὶ τὸ στῆθος, εὐθὺς σὺν τοῖς ἐρυγμοῖς ἀποδίδωσιν εὐώδεις τὰς ὀσμάς---.