Meteorologica

Aristotle

Aristotle. Aristotelis Meteorologicorum Libri Quattuor. Fobes, Francis H., editor. Cambridge, MA: Harvard University Press, 1919

93

1 Περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως ταύτης, τὸν ὑφηγημένον ἢδη τρόπον λέγοντες. τὸ γὰρ πνεῦμα τοῦτο ἐκκρινόμενον κατὰ μικρὰ μὲν καὶ σποράδην διαχεόμενον καὶ πολλάκις γιγνόμενον καὶ διαπνέον καὶ λεπτομερέστερον ὂν βροντὰς ποιεῖ καὶ ἀστραπάς· ἂν δʼ ἀθρόον καὶ πυκνότερον, ἧττον δʼ ἐκκριθῇ λεπτόν, ἐκνεφίας ἄνεμος γίγνεται· διὸ καὶ βίαιος (τὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποιεῖ τὴν ἰσχύν). ὅταν μὲν οὖν συνακολουθήσῃ πολλὴ καὶ συνεχὴς ἔκκρισις, τὸν αὐτὸν γίγνεται τρόπον ὥσπερ ὅταν πάλιν εἰς τοὐναντίον ὁρμήσῃ· τότε γὰρ ὑετὸς καὶ ὕδατος γίγνεται πλῆθος. ὑπάρχει μὲν οὖν ἄμφω δυνάμει ταῦτα κατὰ τὴν ὕλην· ὅταν δὲ ἀρχὴ γένηται τῆς δυνάμεως ὁποτερασοῦν, ἀκολουθεῖ συγκρινόμενον ἐκ τῆς ὕλης ὁποτέρου ἂν ᾖ πλῆθος ἐνυπάρχον πλέον, καὶ γίγνεται τὸ μὲν ὄμβρος, τὸ δὲ τῆς ἑτέρας ἀναθυμιάσεως ἐκνεφίας. ὅταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ οὕτως ὥσπερ ὅταν ἐξ εὐρέος εἰς στενὸν βιάζηται ὁ ἄνεμος ἐν πύλαις ἢ ὁδοῖς (συμβαίνει γὰρ [*](Adhibiti codices J F 𝔐 𝔅 H N E 𝔚.) [*](Inscriptio: ἀριστοτέλους μετεωρολογικῶν γ J; ἀριστο μετεωρολογικῶν τρίτον F; ἀλεξάνδρου ἀφροδισιέως εἰς (εἰς m. rec. certe, fortasse etiam m. 1) (γ m. rec.) τῶν μετεωρολογικῶν 𝔅; ἀριστοτέλους μετεωρολογικῶν (ut videtur) τρίτον H1; Ἀριστοτέλους Μετεώρων γ marg. Hrec.; ἀριστοτε μετεώρων, γ N; αριστοτέλους μετεωρολογικῶν γ Erec. in spatio a manu prima relicto; ἀριστοτέλους μετεωρολογικῶν, τριτον 𝔚; inscriptione caret 𝔐 ‖ p, 370 b, v. 5 διαχεόμενον] (-αχε- ex corr. Jrec.): μαχόμενον Ε 𝔚: διερχόμενον Ol 6 διαπνέον διαπνεόμενον F ‖ λεπτομερέστερον] Ol: λεπτότερον E 𝔚 ‖ 8 πυκνώτερον 𝔅1 ‖ ἐκκριθείν 𝔐 𝔅 ‖ 8–9 γίνεται ἄνεμος F 1Ο μὲν] Ol: om. E1 𝔚 ‖ ἀκολουθήση J ‖ 11 ἔκκρισις] (ι altera in ras. E) ‖ τὸν αὐτὸν τρόπον γίνεται F: γίνεται τὸν αὐτὸν τρόπον Hcorr. N: γίγνεται τρόπον E1 ‖ 18 ἄμφω δυνάμει ταῦτα] Al Ol: ἄμφω ταυτα δυνάμει J: ἄμφω ταῦτα δυνάμει 𝔅 H N: ἄμφω ταὐτὰ δυνάμει 𝔐: ταῦτα ἄμφω δυνάμει F: ἄμφω δυνάμει ταὐτὰ Id. ‖ 15 συνεκκρινόμενον 𝔅corr.m.1 H N1 𝔚 Ol ‖ ἂν δ᾿ ἂν J F 𝔅1 H N ‖ ᾗ om. E 𝔚 H N ‖ ἐνυπάρχει E: ἐνυπάρχῃ 𝔚 H N ‖ 16 πλέον] πλεῖον, πλεῖον Jcorr.m.1 𝔅1: πλέον, πλέον 𝔐 ‖ καὶ om. F ‖ 18 ἑτέρω νέφει 𝔚: αὐτῶ νέφει ἑτέρω 𝔐: νέφει Ἑτέρω νέφει corr. 𝔅1 ‖ τιτυπησηση E1 ‖ ὅταν marg. J1 ‖ εὐρέος] εὗρος J1: εὔρους Jrec.: (εὐρε- ex corr. F1) ‖ 19 ἐν] ἢ ἐν F ‖ ἢ ex corr. F1 ‖ 19—27 interclusionem distinxit Id.)

94
πολλάκις ἐν τοῖς τοιούτοις ἀπωσθέντος τοῦ πρώτου μορίου τοῦ ῥέοντος σώματος διὰ τὸ μὴ ὑπείκειν, ἢ διὰ στενότητα ἢ διὰ τὸ ἀντιπνεῖν, κύκλον καὶ δίνην γίγνεσθαι τοῦ πνεύματος· τὸ μὲν γὰρ εἰς τὸ πρόσθεν κωλύει προϊέναι, τὸ δʼ ὄπισθεν ἐπωθεῖ, ὥστε ἀναγκάζεται εἰς τὸ πλάγιον, ᾗ οὐ κωλύεται, φέρεσθαι, καὶ οὕτως ἀεὶ τὸ ἐχόμενον, ἕως ἂν ἓν γένηται, τοῦτο δʼ ἐστὶ κύκλος· οὗ γὰρ μία φορὰ σχήματος, τοῦτο καὶ αὐτὸ ἀνάγκη ἓν εἶναι)· ἐπί τε τῆς γῆς οὖν διὰ ταῦτα γίγνονται οἱ δῖνοι, καὶ ἐν τοῖς νέφεσιν ὁμοίως κατὰ τὴν ἀρχήν, πλὴν ὅτι, ὥσπερ, ὅταν ἐκνεφίας γίγνηται, ἀεὶ τὸ νέφος ἐκκρίνεται καὶ γίγνεται συνεχὴς ἄνεμος, οὕτως ἐνταῦθα ἀεὶ τὸ συνεχὲς ἀκολουθεῖ τοῦ νέφους· διὰ δὲ πυκνότητα οὐ δυνάμενον ἐκκριθῆναι τὸ πνεῦμα ἐκ τοῦ νέφους στρέφεται μὲν κύκλῳ τὸ πρῶτον διὰ τὴν εἰρημένην αἰτίαν, κάτω δὲ φέρεται διὰ τὸ ἀεὶ τὰ νέφη πυκνοῦσθαι, ᾗ ἐκπίπτει τὸ θερμόν. καλεῖται [*](371a) δʼ, ἂν ἀχρωμάτιστον ᾖ, τοῦτο τὸ πάθος τυφῶν, ἄνεμος ὤν, οἷον ἐκνεφίας ἄπεπτος. βορείοις δʼ οὐ γίγνεται τυφῶν, οὐδὲ νιπτικῶς ἐχόντων ἐκνεφίας, διὰ τὸ πάντα ταῦτʼ εἶναι πνεῦμα, τὸ δὲ πνεῦμα ξηρὰν εἶναι καὶ θερμὴν ἀναθυμίασιν. [*](21 ῥέον E1 ‖ ὑπείκειν] (ει prior in ras. E1) ‖ διά(3)] (-ι- in ras. E1) ‖ 22 ἀντιπνεῖν] Fvar. Ap Olp: ἀντιτυπεῖν J F1 𝔐 𝔅 Ecorr.: ἀντιπίπτειν Nrec. ‖ δίνην]  (-ι- in ras. E1): (-η- in ras. J1) ‖ 23 τὸ (ante πρόσθεν) supra add. F1 ‖ 24 τὸ om. F ‖ ἢ οὐ corr. 𝔅1: ᾖ 𝔐 F1: ἢ οὖ Fcorr.m.1 N: ἢ οὑ H ‖ 25 ἕως ἂν γένηται ἕν 𝔚: ἐὰν γένηται E1: ἔως ἂν γένηται Erec. F1 ‖ 26-27 καὶ αὑτὸ ἀνάγκη ἓν Ap; ἀνάγκη κύκλον J F 𝔐 𝔅1: ἀνάγκη ἒν var. 𝔅: καὶ αὐτὸ ἀνάγκη κύκλον Ald. ‖ 27 τε om. E 𝔚 Ol ‖ 28 αἱ δῖναι H N: altera in ras. E1) ‖ 29 ὄτι supra add. F1 ‖ ὅταν ὥσπερ 𝔐 𝔅1 H1 N: ex ὅταν corr. F1 ‖ γίνηται ex γείνηται corr. F1 ‖ τοῦ νέφους 𝔅var. Hcorr.m.1 𝔚 ‖ 30 γίνεται (-ν- in ras.) E ‖ ἄνεμος ὁ ἄνεμος H N ‖ οὔτως οὕτως καὶ H: οὕτω καὶ N ἀεὶ ἐνταῦθα F ‖ τὸ] τὸ νέφος ci. Th. (cf. v. 31) 31 τοῦ νέφους del. Th. ‖ 32 τρέφεται J1 𝔅1 ‖ 33 κάτω δὲ φέρεται] (Ol): φέρεται δὲ κάτω E ‖ 371 a 1 ᾖ] ὅθεν corr. H1 ‖ 2 ἀχρωμάτιστον] (ἀ- supra add. J1): (-ν in ras. 𝔅) ‖ 3 οἷον supra add. J1 ‖ βορείοις (ο priorem supra add. Jrec., -οι- in ras. J1): ὀρίοις N1: βορίοις E1 Nrec. ‖ 4 νιπτικῶς ἐχόντων] νιφετῶν ὄντων Ecorr. 𝔐 𝔅 F H N Ol: νιπτικῶν ἐχόντων 𝔚: aut νιπτικῶς ἐχόντων aut νιπτικῶν ἐχόντων E1 ‖ πάντα ταῦτʼ εἶναι πνεῦμα] (πνεῦμα Ap quoque); πάντα ταῦτ᾿ εἶναι πνεύματα Erec. 𝔚: de E1 incertum (vide infra): πάντα εἷναι ταῦτα πνεύματα H N1: πάντα εἶναι ταῦτα ὑγρὰ καὶ ψυχρὰ F Nrec.: πάντως εἷναι ταῦτα ὑγρὰ καὶ ψυχρά 𝔐 𝔅 ‖ 4-5 -τα (vide supra) τὸ δὲ in ras. Erec. ‖ 5 πνεῦμα ξηρὰν marg. Erec. ‖ eἷαι καὶ θερμὴν] Ap: καὶ θερμὴν εἷναι J 𝔐 𝔅 H N)
95
ὁ οὖν πάγος καὶ τὸ ψῦχος διὰ τὸ κρατεῖν σβέννυσιν εὐθὺς γιγνομένην ἔτι τὴν ἀρχήν. ὅτι δὲ κρατεῖ, δῆλον· οὐδὲ γὰρ ἂν ἦν νιφετός, οὐδὲ βόρεια τὰ ὑγρὰ· ταῦτα γὰρ συμβαίνει κρατούσης εἶναι τῆς ψυχρότητος. γίγνεται μὲν οὖν τυφῶν, ὅταν ἐκνεφίας γιγνόμενος μὴ δύνηται ἐκκριθῆναι τοῦ νέφους· ἔστι δὲ διὰ τὴν ἀντίκρουσιν τῆς δίνης, ὅταν ἐπὶ γῆν φέρηται ἡ ἕλιξ συγκατάγουσα τὸ νέφος, οὐ δυναμένη ἀπολυθῆναι. ᾗ δὲ κατʼ εὐθυωρίαν ἐκπνεῖ, ταύτῃ τῷ πνεύματι κινεῖ, καὶ τῇ κύκλῳ κινήσει στρέφει καὶ ἀναφέρει ἂν προσπέσῃ βιαζόμενον. ὅταν δὲ κατασπώμενον ἐκπυρωθῇ (τοῦτο δʼ ἐστὶν ἐὰν λεπτότερον τὸ πνεῦμα γένηται), καλεῖται πρηστήρ· συνεκπίμπρησι γὰρ τὸν ἀέρα τῇ πυρώσει χρωματίζων. ἐὰν δʼ ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιφθῇ πνεῦμα, τοῦτο γίγνεται κεραυνός, ἑὰν μὲν πάνυ λεπτόν, οὐκ ἐπικάων διὰ λεπτότητα, ὃν οἱ ποιηταὶ ἀργῆτα καλοῦσιν, ἐὰν δʼ ἦττον, ἐπικάων, ὃν ψολόεντα καλοῦσιν· ὁ μὲν γὰρ διὰ τὴν λεπτότητα φέρεται, διὰ δὲ τὸ τάχος φθάνει διιὼν πρὶν ἢ ἐκπυρῶσαι καὶ ἐπιδιατρίψας μελᾶνοι· ὁ δὲ βραδύτερος ἔχρωσε μέν, ἔκαυσε δʼ οὔ, ἀλλʼ ἔφθασε. διὸ καὶ τὰ [*](6 σβέννυσιν ex σινυσιν corr. 𝔅1 ‖ εὐθὺς om. E1 ‖ 7 δὲ] Ol: γάρ E 𝔚 Hcorr. N: om. H1 ‖ οὐ E 𝔚 F N Ap ‖ 7-8 ἦν νιφετὸς ἂν F: ἦν νιφετὸς 𝔅1 H1 βόρεια ex βορειας corr. E1: τὰ βόρεια corr, H1 ‖ 9 εἶναι κρατούσης F ‖ τυφῶν] AlIW: ὁ τυφῶν J F 𝔐 𝔅 AlB ‖ 10 γιγνόμενος All: γενόμενος J F 𝔐 𝔅 AlWB ‖ 11 στιἔστι] ἔτι 𝔐 F ‖ δίνης] (-ι- in ras. E) ‖ γῆν Ap: γῆς E1: τῆς γῆς H N: τὴν γῆν Olp ‖ φέρεται N ‖ 12 συνκατάγουσα E1 ‖ δύναται F ‖ 13 εὐθυθεωρίαν ωρίαν E ‖ ἐκπνεῖ] (post π in E ras. unius litt.): ἐκτείνει 𝔚: πνεῖ F ‖ 14 κινήσει (post η in E ras. unius litt.) τρέφει J1 ‖ ἀναφέρει] (-ει in ras. E) 15 κατασπώμενον] κατασπόμενον εκαστωμενν E1 ‖ 15-16 δ᾿ ἐστὶν ἑὰν om. E1 ‖ 16 ἂν Erec. 𝔚 𝔐 H N ‖ γίνηται H N ‖ καλεῖται] (-τ- ex corr. 𝔅1) ‖ 17 συνεκπίμπρησι] Ap: συνεμπίπρησι F: ἐκπίμπρησι E: ἐμπίπρησι 𝔚 Op ‖ πυρώσσι ex πυκνώσει corr. F1 ‖ 18 ἐν om. E ‖ τῷ om. 𝔚 ‖ ἐκληφθῆ F1 𝔚: ἐκλιφθῆ 1 ἐκθλιβῇ Ecorr. (-θλι- in ras. m. 1, -β- in ras. 3 litt. m. rec.) H N Alo Ol ‖ 19 ἂν J F 𝔅 H N ‖ ἐπικάων] (-ων supra add. 𝔅1): ἐπικαίων corr. J1: ἐπικάον F1 (ut videtur) H N 20 ἂν J F 𝔐 𝔅 ‖ ἦττον] (-το- ex corr. E1) 21 ἐπικάον F1 H N: ὁ ἐπικάων 𝔚: ἐπικαῖον Ap ‖ ψοεντα E1 ‖ γὰρ om. N ‖ τὴν] Olp: om 𝔐 𝔅 H N ‖ 22 φέρεται] (ε altera ex corr. E1) ‖ δὲ om. E1 ‖ φθάνει ex φθάνη corr. E1 ‖ διιὼν] Ap Ol: διεξιὼν E 𝔚 H N: παρελθεῖν OP ‖ ἢ om. E 𝔚 F H N Olp ‖ 23 ἐπιτρίψας N1 ‖ βραδύτερον 𝔐 𝔅 N: διὰ τὴν βραδυτῆτα F: ψολόεις βραδύτερον φερόμενος Ap; βραδύτερος ὢν Op ‖ 24 ἕφθασε] ἐφθασε διιών corr. 1 ἒφθασε διελθεῖν 𝔐var. Hcorr.m.1 N: ἔφθασε διελθὼν (Ap))
96
μὲν ἀντιτυπήσαντα πάσχει τι, τὰ δὲ μὴ οὐδέν, οἶον ἀσπίδος ἤδη τὸ μὲν χάλκωμα ἐτάκη, τὸ δὲ ξύλον οὐδὲν ἔπαθεν· διὰ γὰρ μανότητα ἔφθασε τὸ πνεῦμα διηθηθὲν καὶ διελθόν· καὶ διʼ ἱματίων ὁμοίως οὐ κατέκαυσεν, ἀλλʼ οἷον τρῦχος ἐποίησεν· ὥστε ὅτι γε πνεῦμα ταῦτα πάντα, δῆλον καὶ ἐκ τῶν τοιούτων. ἔστι δʼ ἐνίοτε καὶ τοῖς ὄμμασιν θεωρεῖν, οἷον καὶ νῦν ἐθεωροῦμεν περὶ τὸν ἐν Ἐφέσῳ ναὸν καόμενον· πολλαχῇ γὰρ ἡ φλὸξ ἐφέρετο συνεχής, ἀποσπωμένη χωρίς. ὅτι μὲν γὰρ ὅ τε καπνὸς πνεῦμα καὶ κάεται ὁ καπνός, φανερόν, καὶ εἴρηται ἐν ἑτέροις πρότερον· ὅταν δʼ ἀθρόον χωρῇ, [*](371b) τότε φανερῶς δοκεῖ πνεῦμα εἶναι. ὅπερ οὖν ἐν ταῖς μικραῖς πυρκαϊαῖς φαίνεται, τοῦτο καὶ τότε πολλῆς ὕλης καομένης ἐγίγνετο πολλῷ ἰσχυρότερον. ῥηγνυμένων οὖν τῶν ξύλων, ὅθεν ἡ ἀρχὴ τοῦ πνεύματος ἦν, πολὺ ἐχώρει ἀθρόον, ᾗ ἐξέπνει, καὶ ἐφέρετο ἄνω πεπυρωμένον. ὥστʼ ἐφαίνετο ἡ φλὸξ φέρεσθαι καὶ εἰσπίπτειν εἰς τὰς σἰκίας. ἀεὶ γὰρ οἴεσθαι δεῖ ἐπακολουθεῖν τοῖς κεριυνοῖς πνεῦμα καὶ προϊέναι· ἀλλʼ οὐχ ὁρᾶται, διὰ τὸ ἀχρωμάτιστον εἶναι. διὸ καὶ μέλλει πατάξειν, κινεῖται πρὶν πληγῆναι, ἅτε πρότερον προσπιπτούσης τῆς ἀρχῆς τοῦ πνεύματος. καὶ αἱ βρονταὶ δὲ διιστᾶσιν οὐ τῷ ψόφῳ, ἀλλʼ ὅτι ἄμμα συνεκκρίνεται τὸ τὴν [*](25 ὅσον J ‖ 26 ηιδη (ut videtur) J1: om. F ‖ τὸ (2)] τοτ E1 ‖ 27 μανότητα (ante ν in 𝔅 ras. unius litt.) ‖ διηφὲν J F1 ‖ καὶ καιαι E1 ‖ διελθὸν] (Ap): διελθὼν ci. Th., qui καὶ διελθὼν cum sequent. coniungit ‖ 28 δι᾿] δ᾿ E1 ‖ οὐκ ἔκαυσεν E 𝔚 H N Ap ‖ τρίχος 𝔅 ‖ 29 πνεῦμα] τὸ πνεῦμα τὰ E1: πνεύματα Ecorr. 𝔚 𝔅corr. F H N ‖ πάντα om. F1, H N ‖ καὶ om. F ‖ 30 ἔστι] ἐστίν. ἔστι N ‖ καί] Ol: καί ἐν E 𝔚 ‖ 31 ἐθεωροῦμεν] συνέβαινε J F 𝔐 𝔅 ‖ ἐφέσῳ ναὸς] νέφεσι ναὸν 𝔅1: ἐφόσω ὸν corr. 𝔅1 ‖ καιόμενον Ε 𝔚 𝔅corr.m. N: καύμενος 𝔅1 ‖ πολλαχοῦ N ‖ 32 ἡ φλὸξ ἐφαίνετο N: ὁφρετο ἡ φλὸξ F ‖ ἀποσπωμένη] (-ο- ex corr. 𝔅) ‖ 33 τε] γε Ecorr. 𝔚 ‖ καίεται F H N ‖ 371 b 1 ἐν ἄλλοις τρότερον N: πρότερον ἐν ἑτέροις F ‖ χωρῇ] πωρῆ τὸ πνεῦμα Ecorr. 𝔅 ‖ 2 οὗν] οὗν καὶ 𝔅1 ‖ 3 καιομένην F H Ν ‖ 4 ὑγένeτο H Ν 5 ᾖ] καὶ F1 H N ‖ 6 ὁφέρετο] ἐφαίνετο N1; ἐφαίρετο corr. N1 αν E1 ‖ πυρούμενον F ‖ φέρεσθαι] (ε prior in ras. 𝔅1) 7 εἰσέπιπτειν (ut videtur) E1: εἰσέπιπτεν Ecorr.m.1 𝔚 H N ‖ εἰς om. F ‖ οἰκείας E1 𝔅1 ‖ συνακολουθεῖν E 𝔚 H N ApWB: ἐνακολοιθεῖν ApI ‖ 8 πνεῦμα] πνεύματα J ‖ προσιέναι (ut videtur) F1 ‖ 9 εἷαι om. Ν ‖ ᾖ ει Erec.: ἂ Eras. III ‖ μέλλει ex μένει corr. 𝔅1 ‖ 11 αἱ om. J Ol ‖ δὲ Ap) Ol: δὲ καὶ ἀστραπαὶ E 𝔚 𝔅corr.m.1.: δὲ καὶ αἱ ἀστραπαὶ corr. H: τε καὶ ἀστραπαὶ ci, Id. ‖ 12 συγεκκρίνεται ex συγκρίνεται corr. F1)
97
πληγὴν ποιῆσαν καὶ τὸν ψόφον πνεῦμα· ὃ ἐὰν πατάξῃ, διέστησεν, ἐπέκαυσε δʼ οὔ. περὶ μὲν οὖν βροντῆς καὶ ἀστραπῆς καὶ ἐκνεφίου, ἔτι δὲ πρηστήρων τε καὶ τυφώνων καὶ κεραυνῶν, εἴρηται, καὶ ὅτι ταὐτὸ πάντα, καὶ τίς ἡ διαφορὰ πάντων αὐτῶν.

2 περὶ δὲ ἅλω καὶ ἴριδος, τὶ τε ἑκάτερον καὶ διὰ τίνʼ αἰτίαν γίγνεται, λέγωμεν, καὶ περὶ παρηλίων καὶ ῤάβδων· καὶ γὰρ ταῦτα γίγνεται πάντα διὰ τὰς αὐτὰς αἰτίας ἀλλήλοις. πρῶτον δὲ δεῖ λαβεῖν τὰ πάθη καὶ τὰ συμβαίνοντα περὶ ἕκαστον αὐτῶν. τῆς μὲν οὖν ἅλω φαίνεται πολλάκις κύκλος ὅλος, καὶ γίγνεται περὶ ἥλιον καὶ σελήνην καὶ περὶ τὰ λαμπρὰ τῶν ἄστρων, ἔτι δʼ οὐδὲν ἧττον νυκτὸς ἢ ἡμέρας καὶ περὶ μεσημβρίαν ἢ δείλην· ἔωθεν δʼ ἐλαττονάκις καὶ περὶ δύσιν. τῆς δʼ ἴριδος οὐδέποτε γίγνεται κύκλος οὐδὲ μεῖζον ἡμικυκλίου τμῆμα· καὶ δύνοντος μὲν καὶ ἀνατέλλοντος ἐλαχίστου μὲν κύκλου, μεγίστη δʼ ἡ ἁψίς, αἰρομένου δὲ μᾶλλον κύκλου μὲν μείζονος, ἐλάττων δʼ ἡ ἁψίς· καὶ μετὰ μὲν τὴν μετοπωρινὴν ἰσημερίαν, ἐν ταῖς βραχυτέραις ἡμέραις, πᾶσαν ὥραν γίγνεται τῆς ἡμέρας, ἐν δὲ ταῖς θεριναῖς οὐ γίγνεται περὶ μεσημβρίαν. οὐδὲ δὴ δυοῖν πλείους ἴριδες οὐ γίγνονται ἅμα. τούτων δὲ τρίχρως μὲν ἐκατέρα, καὶ τὰ [*](372a) χρώματα ταὐτὰ καὶ ἴσα τὸν ἀριθμὸν ἔχουσιν ἀλλήλαις, [*](13 παρατάξη E ‖ 14 ἔκαυσε H N ‖ 15 πριστήρων E1: περὶ πρηστήρων J 𝔐 𝔅 ‖ τε om. F ‖ 16 ὅτι διότι Erec. 𝔚 ‖ 17 πάντων om. H N ‖ 18 ἅλω] τῆς ἅλω corr. F1 ‖ ἴριδος] (ι prior in ras. E1) τίν᾿] (-ιν in ras. E) ‖ 19 περὶ om. 𝔚 ‖ 2Ο αὐτὰς ex προειρημένας corr. F1 ‖ 21 λαβεῖν δεῖ F: δεῖ λαμβάνειν E ‖ συμβαίνον E1 ‖ 22 οὗν om. N ‖ πολλάκι J ‖ 23 κύκλος] ὁ κύκλος 𝔚 ‖ περὶ ὑπὸ Fvar. ‖ ἥλιον] (η- ex corr. F1) ‖ 24 περὶ] τὰ περὶ J1: ὑπὸ var. F ‖ δ᾿ om. E ‖ 25 περὶ μεσημβρίαν ἢ δείλην] (-λ- in ras. 2 litt., ν altera in ras. 2 litt. E): μεσημβρίας ἢ δείλης J F 𝔐 𝔅: μεσημβρίας οὔσης καὶ δείλης Ap ‖ εἴωθεν E: ἕωθε 𝔚 ‖ ἐλαττονάκις] Ap: ἔλαττον J F 𝔐 𝔅 ‖ 26 ἵριδος (ι altera ex corr. E1) ‖ 27 μιζον E1 ‖ τμῆμα ex τμιμα corr. E1 ‖ ἡλίου initio in textu adfuisse suspicatur Id. ‖ 28 δʼ om. H N ‖ αἰρομένου ex αἰρουμένου corr. E1: αἰρομένου F ‖ 29 μείζονος ex μίζονος corr. E1 ‖ ἐλάττων ex ελατω corr. E1 ‖ δʼ om. 𝔅1 H N 𝔚 ‖ 30 μετὰ] περὶ E ‖ μὲν post ἐν coll. N ‖ τὴν ex corr. F1 ‖ μετοπωρινόν] Ap: μετωπορινὴν J: ὀπωρινὴν E N ‖ βραχυτέραι E1: βραχυτάταις H ‖ 32 post μεσημβρίαν in J ras. litterarum 42-45 δὴ om. J F E 𝔚 ‖ δυεῖν H ‖ πλείους ex πλίους corr. E1 ‖ ἴριδαι 𝔚1 ‖ 33 οὐ om. E 𝔚1 𝔅corr. F H N ‖ τριχῶς J 1 E1 𝔚: τρίχροος 𝔚 F1 ‖ καὶ τὰ] τὰ δὲ F)

98
ἀμυδρότερα δʼ ἐν τῇ ἐκτὸς καὶ ἐξ ἐναντίας κείμενα κατὰ τὴν θέσιν· ἡ μὲν γὰρ ἐντὸς τὴν πρώτην ἔχει περιφέρειαν τὴν μεγίστην φοινικίαν, ἡ δʼ ἔξωθεν τὴν ἐλαχίστην μὲν ἐγγύτατα δὲ πρὸς ταύτην, καὶ τὰς ἄλλας ἀνάλογον. ἔστι δὲ τὰ χρώμματα ταῦτα ἅπερ μόνα σχεδὸν οὐ δύνανται ποιεῖν οἱ γραφεῖς· ἔνια γὰρ αὐτοὶ κεραννύουσι, τὸ δὲ φοινικοῦν καὶ πράσινον καὶ ἁλουργὸν οὐ γίγνεται κεραννύμενον· ἡ δὲ ἶρις ταῦτʼ ἔχει τὰ χρώματα. τὸ δὲ μεταξὺ τοῦ φοινικοῦ καὶ πρασίνου φαίνεται πολλάκις ξανθόν. παρήλιοι δὲ καὶ ῥάβδοι γίγνονται ἐκ πλαγίας αἰεὶ καὶ οὔτʼ ἄνωθεν οὔτε πρὸς τῆς γῆς οὔτʼ ἐξ ἐναντίας, οὐδὲ δὴ νύκτωρ, ἀλλʼ ἀεὶ περὶ τὸν ἥλιον, ἔτι δὲ ἢ αἰρομένου ἢ καταφερομένου· τὰ πλεῖστα δὲ πρὸς δυσμάς· μεσουρανοῦντος δὲ σπάνιον εἴ τι γέγονεν, οἶον ἐν βοσπόρῳ ποτὲ συνέπεσε· διʼ ὅλης γὰρ τῆς ἡμέρας συνανασχόντες δύο παρήλιοι διετέλεσαν μέχρι δυσμῶν. τὰ μὲν οὖν περὶ ἕκαστον αὐτῶν συμβαίνοντα ταῦτʼ ἐστίν· τὸ δʼ αἴτιον τούτων ἀπάντων ταὐτὸ· πάντα γὰρ ἀνάκλασις ταῦτʼ ἐστί, διαφέρουσι δὲ τοῖς τρόποις καὶ ἀφʼ ὧν, καὶ ὡς συμβαίνει γίγνεσθαι τὴν ἀνάκλασιν πρὸς τὸν ἥλιον ἢ πρὸς ἄλλο τι τῶν λαμπρῶν. καὶ μεθʼ ἡμέραν μὲν ἶρις γίγνεται, νύκτωρ δʼ ἀπὸ σελήνης, ὡς μὲν οἱ ἀρχαῖοι ᾤοντο, οὐκ ἐγίγνετο τοῦτο δʼ ἔπαθον διὰ τὸ σπάνιον· ἐλάνθανε γὰρ αὐτούς· γίγνεται [*](372a 2 ἀμυδρώτερα J1 𝔅1 ‖ δʼ ἐν τῆ] δὲ τῆς J F 𝔐 𝔅 ‖ ἐξ] ἀπ᾿ F ‖ κειμένη E1 𝔚 ‖ 3 τὴν (ante θέσιν) om. 𝔐 𝔅 ‖ 4 φοινικίαν] φοινικείαν. ἡ F ‖ ἐγγυτάτω ‖ 7 γραφῆς E1 ‖ κερανννύουσιν E1: κερανύουσι N1 ‖ ἀλοϋγρὸν E ‖ κεραννυμένων Erec. Fcorr. H N Ac ‖ 9 ἷρις] (ι prior in ras. E1) τὸ] τοῦ 𝔅 ‖ τοῦ φοινικοῦ] Ac: φοινικίου E1 𝔚 ‖ 1Ο πρσίνου 𝔅1: τοῦ τρασίνου H N ‖ δὲ] (δ- ex corr. 𝔅)1) ‖ 11 ἀεὶ J F 𝔐 𝔅 H N ‖ οὔτε] οὐδὲ H N ‖ 12 τῆ γῇ Ecorr. 𝔚 𝔐 𝔅corr. F H N ‖ οὔτʼ] οὐδὲ H N ‖ οὐδὲ νύκτωρ 𝔅; καὶ νύκτωρ ὁμοίως οὐδαμῶς F 13 ἢ αἰρομένου] ἐπαιρομένου J F 𝔐 𝔅: ἢ ἀνιόντος Ap ‖ ἢ καταφερομένου] ἢ καταφερομένου ἀεὶ J 𝔅: ἢ καταφαινομένου ἀεὶ 𝔐: ἀεὶ ἢ καταφερομένου F: ἢ πάλιν καταφερομένου Ap ‖ δὲ πλεῖστα H N ‖ 14 εἴ τι γέγονεν οἷον] τι γέγονεν οἷον E1 𝔚 Ncorr.: εἰ γέγονεν οἷσσ Ecorr. 𝔐 𝔅1 H1 (ut videtur) N1: γέγονεν οἷον F: om. J ‖ 15 βοοσπόρῳ F ‖ γὰρ supra add. J1 τῆς om. E 𝔚 ‖ συνανίσχοντες 𝔚 ‖ 16 διιτελεσαν N ‖ 17 περὶ] (π- ex corr. J1) ‖ ἔκαστα 𝔅1 ‖ συμβαίνοντα ex συμβαινον corr. E1 ‖ ταῦτʼ ταδʼ E ‖ 19 διαφέρει 𝔚 ‖ δὲ om. E1 ‖ 19-20 γίγνεσθαι τὴν ἀνάκλασιν] Ol: τὴν ἀνάκλασιν (ἀμάκλασιν E1) γίγνεσθαι E 𝔚 ‖ 21 ειρις E1 ‖ 22 οἱ μὰν N ‖ οἴονται F1 ‖ οὐ γίγνεται F ‖ τοῦτο ex corr. F1 ‖ 23 δ᾿ ἔπαθον] τὸ πάθος 𝔚 ‖ γάρ] Ol: δὲ E 𝔚 ‖ αὐτὸν N)
99
μὲν γάρ, ὀλιγάκις δὲ γίγνεται. τὸ δʼ αἴτιον ὅτι τʼ ἐν τῷ σκότει λανθάνει τὰ χρώματα, καὶ ἄλλα πολλὰ δεῖ συμπεσεῖν, καὶ ταῦτα πάντα ἐν ἡμέρᾳ μιῇ τοῦ μηνός· ἐν τῇ πανσελήνῳ γὰρ γενέσθαι ἀνάγκη τὸ μέλλον ἔσεσθαι, καὶ τότε ἀνατελλούσης ἢ δυνούσης· διόπερ ἐν ἔτεσιν ὑπὲρ τὰ πεντήκοντα δὶς ἐνετύχομεν μόνον. ὅτι μὲν οὖν ἡ ὄψις ἀνακλᾶται, ὥσπερ καὶ ἀφʼ ὕδατος, οὕτω καὶ ἀπὸ ἀέρος καὶ πάντων τῶν ἐχόντων τὴν ἐπιφάνειαν λείαν, ἐκ τῶν περὶ τὴν ὄψιν δεικνυμένων δεῖ λαμβάνειν τὴν πίστιν, καὶ διότι τῶν ἐνόπτρων ἐν ἐνίοις μὲν καὶ τὰ σχήματα ἐμφαίνεται, ἐν ἐνίοις δὲ τὰ χρώματα μόνον· τοιαῦτα δʼ ἐστὶν ὅσα μικρὰ [*](372b) τῶν ἐνόπτρων, καὶ μηδεμίαν αἰσθητὴν ἔχει διαίρεσιν· ἐν γὰρ τούτοις τὸ μὲν σχῆμα ἀδύνατον ἐμφαίνεσθαι (δόξει γὰρ εἶναι διαιρετόν· πᾶν γὰρ σχῆμα ἅμα δοκεῖ σχῆμά τʼ εἶναι καὶ διαίρεσιν ἔχειν), ἐπεὶ δʼ ἐμφαίνεσθαί τι ἀναγκαῖον, τοῦτο δὲ ἀδύνατον, λείπεται τὸ χρῶμα μόνον ἐμφαίνεσθαι. τὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν, ὁτὲ δέ, ἢ τῷ μείγνυσθαι τῷ τοῦ ἐνόπτρου ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, ἄλλου χρώματος ἐμποιεῖ φαντασίαν. ἔστω δὲ περὶ τούτων ἡμῖν τεθεωρημένον ἐν τοῖς περὶ τὰς αἰσθήσεις δεικνυμένοις· διὸ τὰ μὲν λέγωμεν, τοῖς δ᾿ ὡς ὑπάρχουσι χρησώμεθα αὐτῶν.

[*](24 τʼ om. F 𝔚 τῷ om. 𝔐 𝔅 F ‖ 25 λανθαν E1 ‖ ἄμα Nrec. ‖ 26 πάντα ταῦτα J 𝔐 𝔅 ‖ 27 γίγνεσθαι J F 𝔅 (Ol) ‖ τὸ μέλλον εἰ μέλλει J F 𝔐 𝔅: εἰ μέλλοι corr. E ‖ 28 ὑπὲρ τὰ om. J F1 𝔐 𝔅 (Ap): ὑπὲρ Frec. ‖ 29 ἐνετυχε (ut videtur) var. J: ἔτυχον (ut videtur) F, ‖ 30 ἀφʼ ex ἐφ᾿ corr. F: ἀπὸ τοῦ N ‖ οὕτως F ‖ 31 λίαν J1: om. N ‖ τῶν περὶ] τῶν περὶ τε J Fcorr.m1. 𝔐 𝔅1: τε τῶν περὶ 𝔅rec. ‖ 33 ὅτι N ‖ 33 ἐν ἐνίοις μὲν] ἐνίοις μὲν, οὐ μόνον τὰ χρώματα ἀλλὰ H N ‖ 34 ἐν om. ‖ ἑστὶν] ἐσθ᾿ F ‖ 372b 2 ἐμφαίνεσθαι (-μφαιν- in ras. F1): ἐμφαίνεται 𝔅rec. ‖ δὸξη 𝔐1 (ut videtur): δόξειε F ‖ 3 γάρ (1)] γὰρ ἂν F ‖ ἄμα] ἄμα τς F (cf. v. 4) ‖ 3-4 σχῆμά τʼ σχήματʼ J: σχῆμα F ‖ 4 καὶ om. E1 ‖ ἔχειν] (εχει- in ras. F1): ἔχειν πάντη H N 5 ἀδύνατον] (-δ- ex corr. J1) ‖ λείπεται cum antecedent. coniungit Eras. III ‖ ἐμφαίνεσθαι] (-αι- in ras. E) 6 δὲ] τε 𝔚 ‖ λαμπρὸν φαίνεται] λαμπρὸν μφαίνεται corr. E1; φαίνεταο λαμπρὸν μὲν φαίνεται F1; φαίνεται λαμπρὸν corr, F1, ‖ 7 τῷ τοῦ ἐνόπτου E1: τῷ ἐνοπτρῳ 𝔐: τῷ (in ras.) τα ἐνόπτρα 𝔅1: τὸ τοῦ ἐνόπτρου F ‖ 9 ἔστι F ‖ τοῦτο E ‖ τεθεωρημένον] τεθεωρημένον ημιν E1 ‖ 1Ο δεικνύμενα 𝔅1 ‖ τὰ ex τατ corr. E1 ‖ λέγομν F1 (ut videtur) H: λκγμ N post τοῖς in F ras. unius litt. 11 ὑπάρχει 𝔐 𝔅1 ‖ χρησόμεθα H N Ol)
100

3 πρῶτον δὲ περὶ τῆς ἅλω τοῦ σχήματος εἴπωμεν, διότι τε κύκλος γίγνεται, καὶ διότι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην, ὁμοίως δὲ καὶ περί τι τῶν ἄλλων ἄστρων· ὁ γὰρ αὐτὸς ἐπὶ πάντων ἀρμόδσει λόγος. γίγνεται μὲν οὖν ἡ ἀνάκλασις τῆς ὄψεως συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος εἰς νέφος, ἐὰν ὁμαλὴς καὶ μικρομερὴς συνισταμένη τύχῃ. διὸ καὶ σημεῖον ἡ μὲν σύστασις ὕδατός ἐστιν, αἱ μέντοι διασπάσεις ἢ μαράνσεις, αὗται μὲν εὐδιῶν, αἱ δὲ διασπάσεις πνεύματος. ἐὰν μὲν γὰρ μήτε καταμαρανθῇ μήτε διασπασθῇ, ἀλλʼ ἐαθῇ τὴν φύσιν ἀπολαμβάνειν τὴν αὑτῆς, ὕδατος εἰκότως σημεῖόν ἐστι· δηλοῖ γὰρ ἤδη γίγνεσθαι τοιαύτην τὴν σύστασιν, ἐξ ἧς τὸ συνεχὲς λαμβανούσης τῆς πυκνώσεως ἀναγκαῖον εἰς ὕδωρ ἐλθεῖν· διὸ καὶ μέλαιναι γίγνονται τὴν χρόαν αὗται μάλιστα τῶν ἄλλων. ὅταν δὲ διασπασθῇ, πνεύματος σημεῖον· ἡ γὰρ διαίρεσις ὑπὸ πνεύματος γέγονεν· ἤδη μὲν ὄντος, οὔπω δὲ παρόντος. σημεῖον δὲ τούτου διότι ἐντεῦθεν γίγνεται ὁ ἄνεμος, ὅθεν ἂν ἡ κυρία γίγνηται διάσπασις. ἀπομαραινομένη δὲ εὐδίας· εἰ γὰρ μὴ ἔχει πως οὕτως ὁ ἀὴρ ὥστε κρατεῖν τοῦ ἐναπολαμβανομένου θερμοῦ μηδʼ ἔρχεσθαι εἰς πύκνωσιν ὑδατώδη, δῆλον ὡς οὔπω ἡ ἀτμὶς ἀποκέκριται τῆς ἀναθυμιάσεως [ἀπὸ] τῆς [*](12 εἴπομεν E1 ‖ 13 τε om. 𝔐 𝔅, F1 ‖ ἢ om. E1 ‖ 14 τι om. J F 𝔐 𝔅1 Ncorr. E 𝔚 ‖ 15 ἐπὶ] διὰ J1 (ut videtur) F1 ‖ λόγος (λ- in ras. E) ‖ 17 ὡμαλὴς J1: ὁμαλὸς corr. F ‖ συνισταμένη] ἑπισυνισταμένη H ‖ 19 διαστάσεις E1: δια σπάσεις (post δια ras. unius litt.) F: διαλύσεις 𝔅 ‖ ἢ μαράνσεις (-σει- in ras. E1): καὶ μαράνσεις J F 𝔐 𝔅: om. Ol ‖ 20 μὲν om. F N1 𝔚 ‖ μήτε var. F: μηκέτι F1 ‖ καμαρανθῇ J1 ‖ 21 ἀπολαβεῖν J F 𝔐 𝔅: ὑπολαμβάνειν H1 ‖ τὴν (post ἀπολαμβάνειν)]  τῆς 𝔐 N1: τῆ 𝔅1 ‖ 22 σημεῖον εἰκότως J F 𝔐 𝔅 ‖ γάρ] δὲ F 26 διαίρεσις (ι ultima in ras. E) ‖ 27 οὔπω] Olp: οὐδέπω J F 𝔐 𝔅: μηδέπω Ap 28 διότι] ὅτι 𝔐 Ol ‖ 29 γένηται N Ol ‖ διάσπασις] (ApI) Op: διάστασις F 𝔅 Evar. (ApWB) Ol: ‖ ἡ διάσπασις N1 ‖ 30 γὰρ μὴ ἔχει] 𝔅rec.: γὰρ μὴ ἔκειτο J: γὰρ μὴ δὲ διέκειτό F1: γὰρ μὴ δὲ ἔχει corr. F1: δέ μὴ διέκειτό 𝔐 𝔅1: γὰρ μὴ διέκειτο 𝔅corr.m.1 Ol ‖ πως om. 𝔅rec. ‖ οὕτως om. F1: οὗτος Ol ‖ ὁ supra add. N1 ‖ ἀὴρ] (post α in E ras. unius litt.) ‖ τῶ 𝔅1 ‖ ἐναπολαμβανομένου ex ἑναπολαμβανου corr. E1: ἑναπολαμβανομένω 𝔅1 ‖ 31 ἔρχηται E: ἔρχεται 𝔚 Ol 32 οπω E1 ‖ ἡ ἀτμὶς corr. F1: ὁ ἀὴρ F1 ‖ ἀναθυμιάσεως post πυρώδους (33) coll. F ‖ ἀπὸ om. F: habent cet. (num ante τῆς ἀναθυμιάσεως collocandum? at vide Ol))

101
ξηρᾶς καὶ πυρώδους· τοῦτο δὲ εὐδίας αἴτιον. πῶς μὲν οὖν ἔχοντος τοῦ ἀέρος γίγνεται ἡ ἀνάκλασις, εἴρηται. ἀνακλᾶται [*](373a) δʼ ἀπὸ τῆς συνισταμένης ἀχλύος περὶ τὸν ἥλιον ἢ τὴν σελήνην ἡ ὄψις· διὸ οὐκ ἐξ ἐναντίας ὥσπερ ἶρις φαίνεται. πάντοθεν δὲ ὁμοίως ἀνακλωμένης ἀναγκαῖον κύκλον εἶναι ἢ κύκλου μέρος· ἀπὸ γὰρ τοῦ αὐτοῦ σημείοιυ πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμῆς ἀεί. ἔστω γὰρ ἀπὸ τοῦ σημείου ἐφʼ τὸ Α πρὸς τὸ Β κεκλασμένη κλασμένη ἥ τε τὸ ΑΓΒ καὶ ἡ τὸ ΑΖΒ καὶ ἡ τὸ AΔ Β· ἴσαι δὲ αὗταί τε αἱ ΑΓ ΑΖ ΑΔ ἀλλήλαις, καὶ αἱ πρὸς τὸ Β ἀλλήλαις, οἷον αἱ ΓΒ ΖΒ ΔΒ· καὶ ἐπεζεύχθω ἡ ΑΕΒ, ὥστε τὰ τρίγωνα ἴσα· καὶ γὰρ ἐπʼ ἴσης τῆς ΑΕΒ. ἢχθωσαν δὴ κἀθετοι ἐπὶ τὴν ΑΕΒ ἐκ τῶν γωνιῶν, ἀπὸ μὲν τῆς Γ ἡ τὸ ΓΕ, ἀπὸ δὲ τῆς Ζ ἡ τὸ ΖΕ, ἀπὸ δὲ τῆς Δ ἡ τὸ ΔΕ. ἴσαι δὴ αὗται· ἐν ἴσοις γὰρ τριγώνοις καὶ ἐν ἐνὶ ἐπιπέδῳ πᾶσαι· πρὸς ὀρθὰς γὰρ πᾶσαι τῇ ΑΕΒ, καὶ ἐφʼ ἓν σημεῖον τὸ Ε συνάπτουσι. κύκλος ἄρα ἔσται ἡ γραφομένη, κέντρον δὲ τὸ Ε. ἔστι δὴ [*](33 ὠς J F1 𝔐 𝔙1 E1 𝔚 ‖ 34 γίγνηται ‖ 373 a 1 post περὶ in F ras. unius litt. ‖ 2 ἷρις] (ι prior in ras. E1): ἡ ἷρις 𝔙corr. Fcorr. (ut videtur) ‖ 3 ἀνάγκη κύκλον J F 𝔐 Ap: ἀνα κύκλον 𝔙1: κύκλον ἀναγκαῖον E1 ‖ 5 γραμμῆς] Ol: γραμμαὶ F1 H1 Oc: γραμμαῖς N αἰεὶ H 𝔚 ‖ 6 τοῦ] τοῦ αὐτοῦ F ‖ 7 ἥ τε πρὸς τὸ E (πρὸς ubi prius τὸ; τὸ in ras.) 𝔐 𝔅 F1: om. Oc ‖ ΑΓΒ in ras. E1: αβγ Jcorr.m.1 Oc ‖ ἡ τὸ alterum om. F1, 𝔐 𝔅 Erec. Oc ‖ 7-8 ΑΔΒ] αξγ Oc ‖ 8 δὴ N1 ‖ τε om. E F ‖ αἱ in ras. E1 ‖ ἀλλήλαις ex ἀλλήλοις (ut videtur) corr. H1 ‖ 9 τῶ β H OcV: τὸ ω OcG ‖ οἷον αἱ ΓΒ ΖΒ ΑΒ] (Ap): οἷον αἱ γβ ξβ αβ 𝔐 𝔅: οἷον αἱ γβ ζβ 𝔅rec.: om. E 𝔚: ἀνακλάσεις βγ βζ βδ Oc ‖ 10 ἑπιζεύχθω 𝔅) F1 (ut videtur) ἡ] Ap Oc: ἡ τὸ J F 𝔐 𝔅 Ecorr.m.1 ‖ τὰ τρίγωνα ἴσα] ἷσα 𝔐1: τὰ τρίγωνα καὶ ὅμοια ἷσα 𝔐rec: τὰ ἴσα 𝔅1: τὰ τρίγωνα ἴσα καὶ ὁ (τρίγωνα in spatio 7 litt. a m. 1 relicto) 𝔅rec. ‖ post γάρ in F ras. 2 litt. ‖ 11 τῆς ἴσης F: ἴσης αεω Oc ‖ δὴ] δὴ ἑ J1: δὴ αἱ Jrec.: δὲ 𝔐 𝔅 F: δύο Oc ‖ 12 γονιῶν 𝔅1 ‖ μὲν om. 𝔐1 𝔅 ‖ inter τῆς et γ intercedunt in N duae litt. a m. 1 deletae ἡ τὸ ΓΕ] γηε 𝔚: Oc ‖ l2-13 ἡ τὸ ΖΕ] ἡ τὸ ζεθ E1: ἡ ζθε 𝔚: ἡ ζε N1: εζ Oc ‖ 13 τῆς supra add. N1 ‖ ἡ τὸ ΔΕ] δθε 𝔚: ἡ τὸ δ H1 (ut videtur): ἡ τὸ δ, N: ἡ δε OcG: ηδε OcV ‖ δὴ] δὲ 𝔐 𝔅1 F ‖ 14 τριγώνοις 𝔅rec. in spatio 7 litt. a m. 1 relicto ‖ ὀρθὴν J F 𝔐 𝔅1 ‖ 15 σημεῖον ex σημιον corr. E1 ‖ 16 ἔσται] εἴη 𝔐: in spatio 4 litt. a m. 1 relicto 𝔅 ‖ γραφομὲνη] ἀναγραφομὲνη H N ‖ κέντρον κύκλον 𝔅1 ‖ ἔστι δὴ] ἔστι δὲ 𝔐 𝔅 H: στω δὴ Nrec. Op)
102
τὸ μὲν Β ὁ ἥλιος, τὸ δὲ Α ἡ ὄφις, ἡ δὲ περὶ τὸ ΓΖΔ περιφέρεια τὸ νέφος ἀφʼ οὗ ἀνακλᾶται ἡ ὄψις πρὸς τὸν ἥλιον. δεῖ δὲ νοεῖν συνεχῇ τὰ ἔνοπτρα· ἀλλὰ διὰ μικρότητα ἕκαστον μὲν ἀόρατον, τὸ δʼ ἐξ ἁπάντων ἓν εἶναι δοκεῖ διὰ τὸ ἐφεξῆς. φαίνεται δὲ τὸ μὲν λευκόν, ὁ ἥλιος, κύκλῳ συνεχῶς ἐν ἑκάστῳ φαινόμενος τῶν ἐνόπτρων, καὶ μηδεμίαν ἔχων αἰσθητὴν διαίρεσιν, πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον εἶναι· πνεύματος γὰρ ὄντος οὐκ εἶναι στάσιν φανερόν. παρὰ δὲ τοῦτο μέλαινα ἡ ἐχομένη περιφέρεια, διὰ τὴν ἐκείνης λευκότητα δοκοῦσα εἶναι μελαντέρα. πλεονάκις δὲ γίγνονται αἱ ἅλῳ περὶ τὴν σελήνην διὰ τὸ τὸν ἥλιον θερμότερον ὄντα θᾶττον διαλύειν τὰς συστάσεις τοῦ ἀέρος. περὶ δὲ τοὺς ἀστέρας γίγνονται μὲν διὰ τὰς αὐτὰς αἰτίας, οὐ σημειώδεις δʼ ὁμοίως, ὅτι μικρὰς πάμπαν ἐπιδηλοῦσι τὰς συστάσεις καὶ οὔπω γονίμους.

4 ἡ δʼ ἶρις ὅτι μέν ἐστιν ἀνάκλασις, εἴρηται πρότερον· ποία δέ τις ἀνάκλασις, καὶ πῶς καὶ διὰ τίνʼ αἰτίαν ἕκαστα γίγνεται τῶν συμβαινόντων περὶ ταύτην, λέγωμεν νῦν. ἀνακλωμένη μὲν οὖν ἡ ὄψις ἀπὸ πάντων φαίνεται τῶν λείων, τούτων δʼ ἐστὶν καὶ ἀὴρ καὶ ὕδωρ. γίγνεται δὲ ἀπὸ μὲν [*](373b) ἀέρος, ὅταν τύχη συνιστάμενος. διὰ δὲ τὴν τῆς ὄψεως ἀσθένειαν πολλάκις καὶ ἄνεω συστάσεως ποιεῖ ἀνάκλασιν, οἷόν ποτε συνέβαινέ τινι πάθος ἡρέμα καὶ οὐκ ὁξὺ βλέποντι· ἀεὶ γὰρ εἴδωλον ἐδόκει προηγεῖσθαι βαδίζοντι αὐτῷ, [*](19 ἣλιον] ἣλιον ωδε E1 ‖ νοεῖν] μὴ νοεῖν F1; ἐννοειν corr. F1 ‖ σμικρότητα Fcorr (ut videtur) H N ‖ 20 δοκεῖν 𝔙corr.m.1 F (antecedit rasura unius litt.) H (ut videtur) ‖ 21 φαίνεταιτ—φανερόν (25) alterius esse loci censet Th. ‖ δὲ] δὴ F ‖ 23 ἔχον 𝔚 Ac ‖ πρὸς—φανερὸν (25) post μελαντέρα (27) coll. Vicomercatus 24 διὰ in ras. 4 litt. 𝔐1: δὲ διὰ 𝔙1 ‖ τοῦ E ‖ 25 σύστασιν 𝔙rec. ‖ φανεράν J F 𝔐 𝔙 Erec. 𝔚 ‖ παρὰ] περὶ H: διὰ N ‖ μέλαν E1 𝔚 ‖ ἡδ᾿ ἐχομένη Erec.: ἡ δεχομένη 𝔚 ‖ 26 λευκότητα λενκοτη λευκότητα E1 ‖ μελανωτέρα N N ‖ 27 δείκνυνται F ‖ ἄλως F 𝔚 ‖ 28 τὸ supra add. E1 ‖ 29 γίγνεται E 𝔚 ‖ 30 σιμιωδις E1: σημιώδεις corr. E1: σημειῶδες 𝔚 ‖ 31 ἔτι δηλοῦσι E 𝔚 ‖ γνωρίμους 𝔙1 ‖ 34 αὐτὴν F 𝔐 𝔙 Nrec. Ap ‖ λέγομεν F1: λέ N ‖ 35 ἀνακλωμένη] (-η in ras. 𝔙1) ‖ μὲν] Al: om. F1 𝔚 Ol ‖ 373 b 1 τούτων] ἀπὸ τούτων corr. E1 ‖ δὲ] μὲν F ‖ 3 πολλάκι J ‖ πυκνώσεως J F 𝔐 𝔙 Nrec. (Ap?) ‖ 4 σινέρενε E1 ‖ τινι] τῶ F1: τινὶ θασίῳ Sextus Empiricus)

103
ἐξ ἐναντίας βλέπον πρὸς αὐτόν. τοῦτο δʼ ἔπασχε διὰ τὸ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς αὐτόν· οὕτω γὰρ ἀσθενὴς ἦν καὶ λεπτὴ πάμπαν ὑπὸ τῆς ἀρρωστίας, ὥστʼ ἔνοπτρον ἐγίγνετο καὶ ὁ πλησίον ἀήρ, καὶ οὐκ ἐδύνατο ἀπωθεῖν—ὡς ὁ πόρρω καὶ πυκνός· διόπερ αἵ τʼ ἄκραι ἀνεσπασμέναι φαίνονται ἐν τῇ θαλάττῃ, καὶ μείζω τὰ μεγέθη πάντων, ὅταν εὖροι πνέωσι, καὶ τὰ ἐν ταῖς ἀχλύσιν, οἷον καὶ ἥλιος καὶ ἄστρα ἀνίσχοντα καὶ δύνοντα μᾶλλον ἢ μεσουρανοῦντα. ἀπὸ δὲ ὕδατος μάλιστα ἀνακλᾶται, καὶ ἀπὸ ἀρχομένου γίγνεσθαι μᾶλλον ἔτι ἢ ἀπʼ ἀέρος· ἕκαστον γὰρ τῶν μορίων ἐξ ὧν γίγνεται συνισταμένων ἡ ψακὰς ἔνοπτρον ἀναγκαῖον εἶναι μᾶλλον τῆς ἀχλύος. ἐπεὶ δὲ καὶ δῆλον καὶ εἴρηται πρότερον ὅτι ἐν τοῖς τοιούτοις ἐνόπτροις τὸ χρῶμα μόνον ἐμφαίνεται, τὸ δὲ σχῆμα ἄδηλον, ἀναγκαῖον, ὅταν ἄρχηται ὕειν καὶ ἤδη μὲν συνιστῆται εἰς ψακάδας ὁ ἐν τοῖς νέφεσιν ἀήρ, μήπω δὲ ὕῃ, ἐὰν ἐξ ἐναντίας ᾖ ὁ ἥλιος ἢ ἄλλο τι οὕτω λαμπρὸν ὥστε γίγνεσθαι ἔνοπτρον τὸ νέφος, καὶ τὴν ἀνάκλασιν γίγνεσθαι πρὸς τὸ λαμπρὸν ἐξ ἐναντίας, γίγνεσθαι ἔμφασιν χρώματος, οὐ σχήματος. ἑκάστου δʼ ὄντος τῶν ἐνόπτρων μικροῦ καὶ ἀοράτου, τῆς δʼ ἐξ ἁπάντων αὐτῶν συνεχείας τοῦ μεγέθους ὁρωμένης, ἀνάγκη συνεχὲς μέγεθος [*](6 εντιας E1 ‖ βλέπον] (-λ- ex corr. J1): βλέπων 𝔅1 ‖ ἀὴρ ex ὁ ἀὴρ corr. E1 ‖ καὶ οὐκ ἐδύνατο ἀπωθεῖν] καὶ ἐδύνατο ἀπωθεῖν J, F1 𝔐 𝔙1: καὶ οὐκ ἠδύνατο ἀπωθεῖν Fcorr.m.1 Nrec. Ol (Op): post πυκνός (10) coll., ut videtur, Vatable: οὐκ ἐδύνατο ἀπωθεῖν καὶ ante ἔνοπτρον (8) coll. Th. ‖ ὡς ὥσπερ J F 𝔐 𝔅 Olp ‖ 1Ο πυκνός] ὁ πυκνὸς J F 𝔐 𝔙: Idelero videntur nonnula post πυκνός excidisse aut διόπερ—μεσουρανοῦντα (13) “undequavis in textum irrepsisse” ‖ διὸ F ‖ 11 θαλάσσῃ F ‖ 12 τοῖς 𝔚 ‖ καὶ (2) om. F ‖ ἥλιος καὶ ὁ ἥλιος καὶ J F 𝔐 1 AlWB: ὁ ἥλιος καὶ τὰ 𝔙corr.m.1 AlI: om. H N: ὁ ἥλιος καὶ τὰ ἄλλα Ap ‖ 14 ἀπὸ] Ol: om. J F 𝔐 𝔙1 Nrec. ‖ 15 ἢ supra add. E1 ‖ 16 συνισταμένων ἡ ψεκὰς Jrec. F 𝔐 𝔙 𝔚: ἡ ψεκὰς συνισταμένων H N ‖ 16-17 μᾶλλον εἷναι F ‖ 17 ἐπεὶ ex ἐπὶ corr. E1 ‖ 19 ὅτι E1 ‖ 20 ἀνίστηται 𝔙1: συνίσταται N 𝔚: de H codic incertum ‖ ψεκάδας Evar. 𝔚 𝔐 𝔙 F H (si recte Bk.) N ‖ 21 ὕει H (si recte Bk.) ‖ ᾖ postea add. E1 ‖ 22 λαμπρὸν οὕτω F ‖ γίγνεται J1 ‖ ἔνοπτον E1 ‖ 23 πρὸς — γίγνεσθαι om. E1 ‖ γίγνεσθαι (2)] γίγνεσθαί τʼ Erec. ‖ 24 χρώματος] σάματος 𝔙1 F1 ‖ οὐ σχ- in ras. Erec. ‖ -ήματος ἑ- marg. Erec. ‖ ὄντων E 𝔚 25 ἐνόπτρων] Ap: ἐσοπτρων J F1 (ut videtur) 𝔐 𝔙 ‖ αὑτῶν] τούτῶν F ‖ 26 ἀνάκλασις (ut videtur) 1)
104
τοῦ αὐτοῦ φαίνεσθαι χρώματος· ἕκαστον γὰρ τῶν ἐνόπτρων τὸ αὐτὸ ἀποδίδωσι χρῶμα τῷ συνεχεῖ. ὥστ᾿  ἐπεὶ ταῦτ᾿  δέχεται συμβαίνειν, ὅταν τοῦτον ἔχῃ τὸν τρόπον ὅ τε ἥλιος καὶ τὸ νέφος καὶ ἡμεῖς ὦμεν μεταξὺ αὐτῶν, ἔσται διὰ τὴν ἀνάκλασιν ἔμφασίς τις. ἀλλὰ μὴν καὶ φαίνεται τότε καὶ οὐκ ἄλλως ἐχόντων γιγνομένη ἡ ἶρις. ὅτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεως πρὸς τὸν ἥλιόν ἐστι, φανερόν· διὸ καὶ ἐξ ἐναντίας ἀεὶ γίγνεται, ἡ δ᾿  ἅλως περὶ αὐτὸν· καίτοι ἄμφω ἀνάκλασις· ἀλλ᾿  ἥ γε τῶν χρωμάτων ποικιλία διαφέρει· ἡ μὲν γὰρ ἀφ᾿  ὕδατος καὶ μέλανος γίγνεται [*](374a) ἀνάκλασις καὶ πόρρωθεν, ἡ δ᾿  ἐγγύθεν καὶ ἀπὸ ἀέρος λευκοτέρου τὴν φύσιν. φαίνεται δὲ τὸ λαμπρὸν διὰ τοῦ μέλανος ἢ ἐν τῷ μέλανι (διαφέρει γὰρ οὐδέν) φοινικοῦν (ὁρᾶν δ᾿  ἔξεστι τό γε τῶν χλωρῶν ξύλων πῦρ, ὡς ἐρυθρὰν ἔχει τὴν φλόγα διὰ τὸ τῷ καπνῷ πολλῷ μεμεῖχθαι τὸ πῦρ λαμπρὸν ὂν καὶ λευκόν)· καὶ δι᾿  ἀχλύος καὶ καπνοῦ ὁ ἥλιος φαίνεται φοινικοῦς. διὸ ἡ μὲν τῆς ἴριδος ἀνάκλασις ἡ μὲν πρώτη τοιαύτην ἔχειν φαίνεται τὴν χρόαν (ἀπὸ ῥανίδων γὰρ μικρῶν γίγνεται ἡ ἀνάκλασις), ἡ δὲ τῆς ἅλω οὔ. περὶ δὲ τῶν ἄλλων χρωμάτων ὕστερον ἐροῦμεν. ἔτι δὲ περὶ αὐτὸν μὲν τὸν ἥλιον οὐ γίγνεται διατριβὴ τοιαύτης συστάσεως, ἀλλ᾿  ἢ ὕει ἢ διαλύεται. ἐκ δὲ τῶν ἐναντίων ἐν τῷ μεταξὺ τῆς [*](27 τοῦ —ἐνόπτρων om. 𝔙1 F1 ‖ γὰρ] δὲ 𝔚 ‖ 28 αὐτοῦ 𝔙rec.: ἑαυτοῦ H Ν ‖ ἐπεὶ] Ap: εἰ Ε 𝔚 ‖ 29 συμβαίνειν ex συμβαίνει corr. E1 ‖ τοῦτον ἔχῃ] Ap): ἔχῃ τοῦτον J F 𝔚 𝔅 H Ν ‖ 30 ἤλος] ὁ ἤλιος Εcorr. m.1 𝔚 F ‖ στι Evar. l 32 οὐκ om. H ‖ ἡ] in ras. E1: om. 𝔚 ‖ 34 διὸ καὶ ἀλλ᾿  ἡ μὲν καὶ corr. F1: ἀλλ᾿  ἡ μὲν H Ν ‖ γίγνηται E1 ‖ ἁλω E1: ἄλλως 𝔙1 F1: ἄλως. ἀεὶ H ‖ αὐτῶν Ν1 ‖ 35 ἀνάκλασις Ol: ἀνακλάσεις Jrec. F 𝔙 H N 𝔚 Ap ‖ γε] AlB: μὲν τῇ H N AlIW: om. Ol ‖ χρομάτων E1 ‖ 374 a 2 ἀνάκλασις ex ἀνακλάσεις corr. E1 ‖ ἀέρος ex ερος corr. E1 3 δὲ om. 𝔅1 F1: ex διὰ corr. Ν1 ‖ 4 ἢ ἐν] μὲν E1( ut videtur) 𝔚 Ol ‖ ἢ — οὐδέν om. Ap: τῷ —οὐδέν om. Erec, 𝔚 Ol: διαφέρει —οὐδὲν om. Ap Olp ‖ μέλανι μέλανι φοινικοῦν J F1, 𝔐 𝔙 ‖ γὰρ om. E1: prius add. Erec. quam τῷ —οὐθὲν delevit ‖ φοινικοῦν] Ap Olp: φοινικίου J 𝔐: φοινικοῦ F1, Ν: in 𝔙 prorsus eras.: φοινικιοῦν Erec. 𝔚: cum διαφέρει γὰρ οὐδέν coniungit Eras. III ‖ 5 γε] τε J F1 𝔐 𝔙1 (Ap) ἐρυθρὰν post φλόγα (6) coll. H Ν ‖ 6 τῷ om. 𝔙rec. H Ν ‖ 7 ἀχλεύος E1 ‖ 8 εἴριδος E1 ‖ 9 ἔχειν ex ἔχει corr. Ε1 N1 ‖ xροιὰν H ‖ 10 γὰρ om. 𝔙1 F1 ‖ τῆς ἄλω] ἄλω E1 H Nrec.: ἄλλος Ν1 ‖ 11 ὅτι Ν1 ‖ 12 μὲν supra add. F1 ‖ 13 ἐναντίον corr. F)
105
τοῦ ὕδατος γενέσεως γίγνεταί τις χρόνος· τούτου γὰρ μὴ συμβαίνοντος ἦσαν ἂν κεχρωματισμέναι αἱ ἅλως ὥσπερ ἡ ἶρις. νῦν δ᾿  ὅλα μὲν οὐ γίγνεται τοιαύτην ἔχοντα τὴν ἔμφασιν, οὐδὲ κύκλῳ, μικρὰ δὲ καὶ κατὰ μόριον, αἳ καλοῦνται ῥάβδοι, ἐπεὶ εἰ συνίστατο τοιαύτη ἀχλὺς οἵα γένοιτ᾿  ἂν ὕδατος ἢ τινος ἄλλου μέλανος, καθάπερ λέγομεν, ἐφαίνετο ἂν ἡ ἶρις ὅλη, ὥσπερ ἡ περὶ τοὺς λύχνους. περὶ γὰρ τούτους τὰ πλεῖστα νοτίων ὄντων ἶρις γίγνεται τοῦ χειμῶνος, μάλιστα δὲ δήλη γίγνεται τοῖς ὑγροὺς ἔχουσι τοὺς ὀφθαλμούς· τούτων γὰρ ἡ ὄψις ταχὺ δι᾿  ἀσθένειαν ἀνακλᾶται. γίγνεται δ᾿  ἀπὸ τε τῆς τοῦ ἀέρος ὑγρότητος καὶ ἀπὸ λιγνύος τῆς ἀπὸ τῆς φλογὸς ἀπορρεούσης καὶ μειγνυμένης· τότε γὰρ γίγνεται ἔνοπτρον, καὶ διὰ τὴν μελανίαν· καπνώδης γὰρ ἡ λιγνύς· τὸ δὲ τοῦ λύχνου φῶς οὐ λευκὸν ἀλλὰ πορφυροῦν φαίνεται κύκλῳ καὶ ἰριῶδες, φοινικοῦν δ᾿  οὔ· ἔστι γὰρ ἥ τε ὄψις ὀλίγη ἡ ἀνακλωμένη, καὶ μέλαν τὸ ἔνοπτρον. ἡ δ᾿  ἀπὸ τῶν κωπῶν τῶν ἀναφερομένων ἐκ τῆς θαλάττης ἶρις τῇ μὲν θέσει τὸν αὐτὸν γίγνεται τρόπον τῇ ἐν τῷ οὐρανῷ, τὸ δὲ χρῶμα ὁμοιοτέρα τῇ περὶ τοὺς λύχνους· οὐ γὰρ φοινικῆν ἀλλὰ πορφυρᾶν ἔχουσα φαίνεται τὴν χρόαν. ἡ δ᾿  ἀνάκλασις ἀπὸ τῶν μικροτάτων μὲν συνεχῶν δὲ γίγνεται ῥανίδων· αὗται [*](14 γίγνεταί] Ap; ἐγγίγνεται J F 𝔐 𝔙 ‖ 14—15 τούτου γὰρ μὴ συμβαίνοντος ἦσαν ἂν κεχρωματισμέναι αἱ] (ἂν om. E); ἐπεὶ εἰ ἐγίγνετο, ἦν ἂν κεχρωματισμένη ἡ J F (κεχρωματισμένει F1) 𝔐 𝔙1 (τούτου γὰρ μὴ συμβαίνοντος marg. add. 𝔙rec.) (Ap) ‖ 15 ἅλως] Ap: ἅλῳ E H N1 ‖ 16 οὒ Th, qui cum ὅλα coniungit ‖ 17 μικραὶ 𝔚 μόρια corr. F ‖ ἃ καλοῦνται J F Ap: ἀνακλῶνται E1( ut videtur) 𝔚 18 εἰ postea add. F1 ‖ συνίσταται 𝔐 𝔙1 οἵα om. E1 ‖ ὕδατος] ἀπὸ τοῦ ὕδατος J F 𝔐 𝔙): ὑπὸ τὸν ἥλιον ὕδατος Ap 19 ἐλέγομεν Ald. ‖ 20) εἶρις E1‖ ὕλη Ν1 ‖ 20—21 τὰ πλεῖστα om. Erec, 𝔚 21 ἷρις ἡ ἴρις N ‖ 22 ὑγροῖς E1‖ 23 ἀσθένειαν ex ἀσθένιαν corr. E1 ‖ 24 τῆς (ante τοῦ) om. Ε 𝔚 ὑγρύτητος] δι᾿  ὑγρότητα 𝔚‖ λιγνύος] (λι- in ras. E1) τῆς (post ἀπὸ) ex τῆ corr. E1: om. H ‖ 25 ἀπορεούσης J E1 ‖ καὶ om. E1 𝔙corr. μιγνυμένης var. F: ῥηγνυμένης F1 ‖ τὸτε— ἔνοπτρον interclusionem distinguit Th., qui Alexandrum, quod saltem videtur, non respexit 26 καὶ om. H‖ 27 λύχνου] Ap; λύχνου καὶ τῆς αὐγῆς H Ν ‖ 28 ἰρωδες E1 ‖ 29 ἡ (ante ἀνακλωμένη) om. 𝔐 𝔙1 ‖ 3Ο τῶν ἀναφερομένων var. F; ἀνακλωμένη F1; ἀναφερομένη J1 𝔐 𝔙1; ἀναφερομένων Jrec. Ol ‖ θαλάσσης 𝔚 ἷρις ex ἰερει (ut videtur) corr. Ε1 ‖ 31 τῶ δὲ χρώματι H Ν ‖ 32 ὁμοιοτέρα] (ο ultima in ras. Erec.) ‖ τῆς 𝔐 𝔙1 F ‖ οὐ] σου E1 ‖ φοινικὴ E1 𝔚: φοινικίαν J F1 𝔐 𝔙 Ap: φοινικοῦν Ν1 ‖ 34 συνεχῶς 1)
106
δʼ ὕδωρ ἀποκεκριμένον εἰσὶν ἤδη παντελῶς. γίγνεται δὲ κἄν τις λεπταῖς ῥαίνῃ ῥανίσιν εἴς τι τοιοῦτον χωρίον ὃ τὴν θέσιν [*](374b) πρὸς τὸν ἥλιον ἐστραμμένον ἐστὶ καὶ τῇ μὲν ὁ ἥλιος ἀνέχῃ τῇ δὲ σκιάζῃ· ἐν τῷ τοιούτῳ γάρ, ἐὰν εἴσω τις ῥαίνῃ, τῷ ἑστῶτι ἐκτός, ᾗ ἐπαλλάττουσιν αἱ ἀκτῖνες καὶ ποιοῦσι τὴν σκιάν, φαίνεται ἶρις. ὁ δὲ τρόπος καὶ ἡ χρόα ὁμοία καὶ τὸ αἴτιον τὸ αὐτὸ τῇ ἀπὸ τῶν κωπῶν· τῇ γὰρ χειρὶ κώπῃ χρῆται ὁ ῥαίνων. ὅτι δὲ τὸ χρῶμα τοιοῦτον, ἅμα δῆλον ἔσται καὶ περὶ τῶν ἄλλων χρωμάτων τῆς φαντασίας, ἐκ τῶνδε, δεῖ γὰρ νοήσαντας, ὥσπερ εἴρηται, καὶ ὑποθεμένους πρῶτον μὲν ὅτι τὸ λαμπρὸν ἐν τῷ μέλανι ἢ διὰ τοῦ μέλανος χρῶμα ποιεῖ φοινικοῦν, δεύτερον δ᾿  ὅτι ἡ ὄψις ἐκτεινομένη ἀσθενεστέρα γίγνεται καὶ ἐλάττων, τρίτον δ᾿  ὅτι τὸ μέλαν οἷον ἀπόφασίς ἐστιν· τῷ γὰρ ἐκλείπειν τὴν ἴψιν φαίνεται μέλαν· διὸ τὰ πόρρω πάντα μελάντερα φαίνεται, διὰ τὸ μὴ διικνεῖσθαι τὴν ὄψιν. θεωρείσθω μὲν οὖν ταῦτ᾿  ἐκ τῶν περὶ τὰς αἰσθήσεις συμβαινόντων· ἐκείνων γὰρ ἴδιοι οἱ περὶ τούτων λόγοι· νῦν δ᾿  ὅσον ἀνάγκη, τοσοῦτον περὶ αὐτῶν λέγωμεν. φαίνεται δ᾿  οὖν διὰ ταύτην τὴν αἰτίαν τά τε πόρρω μελάντερα καὶ ἐλάττω καὶ λειότερα, καὶ τὰ ἐν τοῖς ἐνόπτροις, καὶ τὰ νέφη μελάντερα βλέπουσιν εἰς τὸ ὕδωρ ἢ εἰς αὐτὰ τὰ νέφη. καὶ τοῦτο πάνυ ἐπιδήλως· διὰ γὰρ τὴν [*](35 ἀποκεκριμένον om. 𝔚 ‖ ἐστὶν] 𝔐 𝔙1 ‖  35—374b 1 κἄν τις κἂν ταῖς 𝔚  F: καὶ ἐν ταῖς H Ν ‖ 374b 1 ῥαίνῃ ῥανίσιν] (vocabuli ῥαίνῃ -ιν- in ras. Erec.; pro ῥανίσιν, ῥαινίσιν E1): (-νη marg. 𝔙): ῥανίσιν corr. F1: ῥανίσιν ἐὰν H Ν: ῥανίσιν ἢ 𝔚 ‖ εἴς] εἰ Ε1 𝔚: ἦν H ‖ τῆ θέσει H Ν ‖ 2 τὸν] (Ap): Om. J F 𝔐 𝔙 ‖ ἐστραμένον J ‖ τῇ] τί 𝔚: om. 𝔐 ‖ ἀνέχει Ecorr. m.1 𝔚 𝔐 𝔅 F N  ‖ 3 τῇ] τί 𝔐 𝔚 ‖ σκιάζει Ecorr. m. 1 𝔚 𝔐 𝔙corr. m. 1 F H N ‖ ἂν J F1( ut videtur) 𝔐 𝔙(supra add. m. 1) εἴσω] (εἴ- supra add. F1) 4 ἐντὸς E 𝔚 ‖ ᾗ om. J F1 𝔐 𝔙corr. Nrec.: ὅπου corr. F1 ‖ 5 φαίνεται ἶρις] (ἷρις in ras. E) (Ap): φαίνεσθαι ἶριν J F1 𝔐 𝔅 Nrec.  ‖ post δὲ  in Eras. unius litt. ‖ ὅμοιον J F1 𝔐 1 ὅμοια Ap 6 κοπῶν E1 ‖ χειρὶ] (ι altera in ras. E1) 7 δὲ] marg. J1 ‖ 8 ἐκ] δῆλον ἐκ Ν 9 νοῆσαι ci. Th. ‖ 11 ποιεῖ ex ποιῆ corr. E1 ‖ ἐκτεινομένη ex ἐκτινομένη corr. E1: ἀποτεινομένη J F 𝔐 𝔙 Ap Olp ‖ 12 δ᾿  om. J F 𝔐 𝔙 Ap ‖ 13 ἐκλείπειν] (sequitur in F rasura unius litt.): ἐκλιπειν E1 ‖ 14 φαίνεσθαι J1 F1(ut videtur) 𝔐 𝔙): φαΐ Ν ‖ 15 οὖν om. 𝔐 𝔙 F ‖ 17 τούτων] τοῦτον J1 λε΄ N: λέγομεν Th. ‖ 18 δ᾿  οὖν] γοῦν Ν ‖ 19 μελανωτέρα Ν ‖ ἐλάττων 𝔙1 ‖ 20 μελάντερα ex λάντερα corr. N1)
107
ἀνάκλασιν ὀλίγῃ τῇ ὄψει θεωροῦνται. διαφέρει δ᾿  οὐδὲν τὸ ὁρώμενον μεταβάλλειν ἢ τὴν ὄψιν· ἀμφοτέρως γὰρ ἔσται ταὐτόν. πρὸς δὲ τούτοις δεῖ μὴ λεληθέναι καὶ τόδε· συμβαίνει γὰρ ὅταν ᾖ τοῦ ἡλίου νέφος πλησίον, εἰς μὲν αὐτὸ βλέποντι μηδὲν φαίνεσθαι κεχρωματισμένον ἀλλ᾿  εἶναι λευκόν, ἐν δὲ τῷ ὕδατι αὐτὸ τοῦτο θεωροῦντι χρῶμά τι ἔχειν τῆς ἴριδος. δῆλον τοίνυν ὅτι ἡ ὄψις ὥσπερ καὶ τὸ μέλαν κλωμένη δι᾿  ἀσθένειαν μελάντερον ποιεῖ φαίνεσθαι, καὶ τὸ λευκὸν ἧττον λευκόν, καὶ προσάγει πρὸς τὸ μέλαν. ἡ μὲν οὖν ἰσχυροτέρα ὄψις εἰς φοινικοῦν χρῶμα μετέβαλεν, ἡ δ᾿  ἐχομένη εἰς τὸ πράσινον, ἡ δὲ ἔτι ἀσθενεστέρα εἰς τὸ ἁλουργόν. ἐπὶ δὲ τὸ πλέον οὐκέτι φαίνεται, ἀλλ᾿  ἐν τοῖς τρισίν, ὥσπερ καὶ τῶν ἄλλων τὰ πλεῖστα, καὶ τούτων ἔσχεν τέλος· τῶν δ᾿  ἄλλων ἀναίσθητος ἡ μεταβολή. διὸ καὶ ἡ [*](375a) ἶρις τρίχρως φαίνεται, ἐκατέρα μέν, ἐναντίως δέ. ἡ μὲν οὖν πρώτη τὴν ἔξω φοινικῆν ἔχει· ἀπὸ μεγίστης γὰρ περιφερείας πλείστη προσπίπτει ὄψις πρὸς τὸν ἥλιον, μεγίστη δ᾿  ἡ ἔξω· ἡ δ᾿  ἐχομένη καὶ ἡ τρίτη ἀνάλογον. ὥστ᾿  εἰ τὰ περὶ τῶν χρωμάτων τῆς φαντασίας εἴρηται καλῶς, ἀνάγκη τρίχρων τε εἶναι αὐτὴν καὶ τούτοις τοῖς χρώμασι κεχρῶσθαι μόνοις. τὸ δὲ ξανθὸν φαίνεται διὰ τὸ παῤ ἄλληλα φαίνεσθαι, τὸ γὰρ φοινικοῦν παρὰ τὸ πράσινον λευκὸν φαίνεται. σημεῖον δὲ τούτου· ἐν γὰρ τῷ μελαντάτῳ νέφει μάλιστα ἄκρατος γίγνεται ἶρις· συμβαίνει δὲ τότε ξανθότερον εἶναι δοκεῖν τὸ φοινικοῦν. ἔστι δὲ τὸ ξανθὸν ἐν τῇ ἴριδι χρῶμα μεταξὺ τοῦ τε φοινικοῦ καὶ πρασίνου χρώματος. διὰ τὴν μελανίαν [*](23 γὰρ om. J ‖ 24 δεῖ supra add. H1 ‖ 25 ᾗ in ras. F1 ‖ 26 μὴ δὲ F ‖ 27 αὐτὸ] ταὐτὸ J F 𝔐 𝔙 Ap τι] τί τε 𝔚‖ 28 τῆς] τῶν τῆς J ‖ ριδος ex εἴριδος corr. E1 ‖ τὸ ex corr. E ‖ 29 ποιεῖ μελάντερον N: ποιεῖ ‖ 30 ἡ in ras. E 31 ὄψις om. J F1 𝔐 𝔙 Ol ‖ φοινικοῦν ex φοινικιοῦν corr. E1 ‖ μετέβαλλεν J 𝔙 32 ἐχομένη] (post χ in E ras. unius litt.) ‖ 33 ἐπεὶ H ‖ 35 δ᾿  om. E1 ‖ ἀναίσθητον Ν1 ‖ 375 a 1 τριχῶς J F1 𝔐 𝔅 Ν Ecorr. m.1: τρίχροος Olp ‖ 2 φοινικίαν J F 𝔐 𝔙 Al (Ocl) 3 ὄψις] Ocl: ἡ ὄψις J F 𝔐 𝔅 ‖ ἡ (post καὶ)  om.𝔐 𝔚1 ‖ εἰ] J1 ‖ περὶ τὰ Ν ‖ 5 τρίχρων ex τρίχων corr. J1 F1 ‖ 6 σώμασ 𝔐1 𝔙1 F1 ‖ 7 μόνον E ‖ τὸ δὲ ξανθὸν φαίνεται] φαίνεται δὲ ci. Th., qui φαίνεται δὲ —φοινικοῦν (11) post χρώματος (12) coll. 10 ἷρις (Ap) Ol: ἡ ἷρις J F 𝔐 𝔙 ‖ ξανθότατον E 𝔐 ‖ 12 πρασίνου] τοῦ πρασίνου Ν ‖ χρώματος ex σώματος corr. F1 ‖ διὰ] διὰ γὰρ corr. Ε)
108
οὖν τοῦ κύκλῳ νέφους ὅλον αὐτοῦ φαίνεται τὸ φοινικοῦν λευκόν· ἔστι γὰρ πρὸς ἐκεῖνα λευκόν. καὶ πάλιν ἀπομαραινομένης τῆς ἴριδος ἐγγύτατα, ὅταν λύηται τὸ φοινικοῦν· ἡ γὰρ νεφέλη λευκὴ οὖσα, προσπίπτουσα παρὰ τὸ πράσινον, μεταβάλλει εἰς τὸ ξανθόν. μέγιστον δὲ σημεῖον τούτων ἡ ἀπὸ τῆς σελήνης ἶρις· φαίνεται γὰρ λευκὴ πάμπαν. γίγνεται δὲ τοῦτο ὅτι ἔν τε τῷ νέφει ζοφερῷ φαίνεται καὶ ἐν νυκτί. ὥσπερ οὖν πῦρ ἐπὶ πῦρ, μέλαν παρὰ μέλαν ποιεῖ τὸ ἡρέμα λευκὸν παντελῶς φαίνεσθαι λευκόν· τοῦτο δ᾿  ἐστὶν τὸ φοινικοῦν. γίγνεται δὲ τοῦτο τὸ πάθος καταφανὲς καὶ ἐπὶ τῶν ἀνθῶν· ἐν γὰρ τοῖς ὑφάσμασιν καὶ ποικίλμασιν ἀμύθητον διαφέρει τῇ φαντασίᾳ ἄλλα παῤ ἄλλα τιθέμενα τῶν χρωμάτων, οἷον καὶ τὰ πορφυρᾶ ἐν λευκοῖς ἢ μέλασιν ἐρίοις, ἔτι δ᾿  ἐν αὐγῇ τοιᾳδὶ ἢ τοιᾳδὶ· διὸ καὶ οἱ ποικιλταί φασι διαμαρτάνειν ἐργαζόμενοι πρὸς τὸν λύχνον πολλάκις τῶν ἀνθῶν, λαμβάνοντες ἕτερα ἀνθ᾿  ἑτέρων. διότι μὲν οὖν τρίχρως τε, καὶ ὅτι ἐκ τούτων φαίνεται τῶν χρωμάτων μόνων ἡ ἦρις, εἴρηται. διπλῇ δὲ καὶ ἀμαυροτέρα τοῖς χρώμασιν ἡ περιέχουσα, καὶ τῇ θέσει τὰς χρόας ἐξ ἐναντίας ἔχει κειμένας διὰ τὴν αὐτὴν αἰτίαν· μακροτέρα γὰρ [*](13 οὖν om. E1: γὰρ H Ν αὐτοῦ] (αυτο- in ras. E): αὐτῆς ci. Th. ‖ φοινικιοῦν Ε1 ‖ 14 ἐκεῖνο Ecorr. Nrec. ‖ πάλιν ἀπο- in ras. J1 ‖ -μαραινομένης in spatio 14 litt. J ‖ 15 ἐγγυτάτω F: deest codex H: om. E1 Ap Ol ‖ 17 σημιον E1 ‖ 18 ἶρις ex ἦρις corr. F1: (ante ς in E ras. unius litt.) ‖ λευκὸν var. J ‖ l9 τῷ om. 𝔚 ‖ ζοφερῷ] ζοφερῷ ὄντι J F 𝔐 𝔅 (Ap) ‖ φαίνηται corr. H: φέτεται (ut videtur) φαίνεται N1 ‖ 2Ο πῦρ ἐπὶ πῦρ μέλαν παρὰ μέλαν] ἐπὶ πῦρ ἐν μὲλανι παρὰ μέλαν E1 (ut videtur); πῦρ ἐπὶ πῦρ ἐν μέλανι παρὰ μέλαν 𝔚; πῦρ παρὰ μέλαν H  Ncorr.: παρὰ μέλαν πῦρ N1 ‖ post ποιεῖ in F ras unius litt. ‖ 21 ἐστὶ marg. J1 22 φοινικιοῦν E1 ‖ τὸ πάθος om. E1 ‖ ἐπὶ om. E1 ‖ 23 ἀμύθητα var. E 24 τὴν 𝔙rec. ‖ τιθέμενα (Ap?) (Op?): τιθέμενα ἔνια E 𝔚 ‖ 25 τὰ om. E 𝔚 ‖ πορφύρεα Erec. 𝔚 ‖ 26 μέλανσιν  𝔐 𝔙1  Fcorr. m. 1 ‖ ἔτι] (sequitur in rasura unius litt.): quid scripserit E1, incertum αὐτῇ J E1 ‖ ἢ τοιᾳδί· δι- om. (ut videtur) E1 28 λαμβάνοντες] (Ap): καὶ διαλανθάνειν λαμβάνοντες J F1 𝔐 𝔙: καὶ λανθάνειν λαμβάνοντες 𝔚 ‖ 28—29 διότι μὲν οὖν om. J1: δίό μὲν οὖν Jrec. ‖ 29 τρίχρως ex τρίχως corr. 𝔙1 ‖ 3Ο μόνον ἡ ἰρεις E1: μόνων ἡ ἷρις 𝔐 𝔙 F 𝔚: μόνω ἡ ἶρις H1: ἡ ἴρις μόνη Ν ‖ διπλῆς ci Th., qui Alexandrum, quod saltem videtur, non respexit καὶ om. F1 ‖ ἀμαυροτέρα]  (-ο- in ras. E) 31 χρόας ex χρας corr. J1 ‖ 32 μακροτέρα] Ol: μακροτέραν Bk.: μακρότερον Eras. II)
109
ἀποτεινομένη ἡ ὄψις ὥσπερ τὸ πορρώτερον ὁρᾷ, καὶ τὸ ἐνταῦθα τὸν αὐτὸν τρόπον. ἀσθενεστέρα οὖν ἀπὸ τῆς ἔξωθεν ἡ [*](375b) ἀνάκλασις γίγνεται διὰ τὸ πορρώτερον ποιεῖσθαι τὴν ἀνάκλασιν, ὥστ᾿  ἐλάττων προσπίπτουσα τὰ χρώματα ποιεῖ ἀμαυρότερα φαίνεσθαι. καὶ ἀντεστραμμένως δὴ διὰ τὸ πλείω ἀπὸ τῆς ἐλάττονος καὶ τῆς ἐντὸς περιφερείας προσπίπτειν πρὸς τὸν ἥλιον· ἐγγυτέρω γὰρ τῆς ὄψεως οὖσα ἀνακλᾶται ἀπὸ τῆς ἐγγυτάτω περιφερείας τῆς πρώτης ἴριδος. ἐγγυτάτω δὲ ἐν τῇ ἔξωθεν ἴριδι ἡ ἐλαχίστη περιφέρεια, ὥστε αὕτη ἕξει τὸ χρῶμα φοινικοῦν· ἡ δ᾿  ἐχομένη καὶ ἡ τρίτη κατὰ λόγον. ἡ ἔξω ἶρις ἐφ᾿  ᾧ τὸ B· ἡ ἔσω, ἡ πρώτη, ἐφ᾿  τὸ Α· τὰ χρώματα δ᾿ , ἐφ᾿  ᾧ τὸ Γ, φοινικοῦν, ἐφ᾿  ᾧ τὸ Δ, πράσινον, ἐφ᾿  ᾧ Ε, ἁλουργόν· τὸ ξανθὸν δὲ φαίνεται ἐφ᾿  οὗ τὸ Ζ. τρεῖς δ᾿  οὐκέτι γίγνονται, οὐδὲ πλείους ἴριδες, διὰ τὸ καὶ τὴν δευτέραν γίγνεσθαι ἀμαυροτέραν ὥστε καὶ τὴν τρίτην ἀνάκλασιν πάμπαν ἀσθενῆ γίγνεσθαι καὶ ἀδυνατεῖν ἀφικνεῖσθαι πρὸς τὸν ἥλιον.

5 ὅτι δ᾿  οὔτε κύκλον σἷόν τε γενέσθαι τῆς ἴριδος οὔτε μεῖζον ἡμικυκλίου τμῆμα, καὶ περὶ τῶν ἄλλων τῶν συμβαινόντων περὶ αὐτήν, ἐκ τοῦ διαγράμματος ἔσται θεωροῦσι δῆλον. ἡμισφαιρίου γὰρ ὄντος ἐπὶ τοῦ ὁρίζοντος κύκλου τοῦ [*](33 ἡ supra add. Ν1 ‖ πορρώτερον ex πορώτερον corr. F1 ‖ ὁρᾷ] ὁρᾶται Ε 𝔚 Ν ‖ 375 b 1 ἀνάκλασις ex ἀνακλάσεις (ut videtur) corr. E1 ‖ 2 ἐλάττω J F1, 𝔐 𝔙1 ‖ 3 ἀμαυρώτερα E1 ‖ ἀντιστραμμένως E1 ‖ δὲ F1 ‖ 4 πλεῖον E1( ut videtur) 𝔚  𝔅rec.: πλείων (ut videtur) F1 ‖ περιφερείας ex περιφερίας corr. E1 ‖ προσπίπτειν ex προσπίπτει corr, 𝔙1 ‖ 5 οὖσα om, E ‖ 6 περιφερείας ex περιφερίας corr. Ε1 ‖ 7 ἔξωθεν] (-εν in ras. 𝔚rec.) ‖ ἴριδει (ut videtur) E1 ‖ ὥστε om. E1 ‖ 8 αὐτῆς 𝔐 𝔙1 F ‖ φοινεικιοῦν (ut videtur) E1: φοινικιοῦν 𝔚 ‖ ἡ (post καὶ) om. Ε 𝔚‖ 9 καλογον E1: ἁλουργὸν Jvar. ‖ ᾧ τὸ (ante B)] ᾧ Jcorr. F 𝔐 𝔙: ᾗ J1 ‖ ἡ πρώτη om. J F 𝔐 𝔅 Ecor.r m.1 ‖ ᾧ (ante τὸ A)] ᾗ J1 ‖ 10 ᾧ (ante τὸ Γ)] ὧν J1 F 𝔐 𝔙1 ‖ Γ] ε H1 Ν1 ‖ φοινικιοῦν J1 𝔚 ‖ (ante τὸ Δ)] ὦν J1 𝔐 𝔙1 ‖ τὸ (ante Δ) in ras. E ‖ a supra add. E: ᾱ 𝔐 𝔙1 (ut videtur) F1: γ H1 Ν1 ‖ 11 ἐφ᾿  ᾧ om. E1 ‖ Ε] θ F1 H1 Ν1 ‖ δὲ ξανθὸν J F 𝔐 𝔙 ‖ οὗ τὸ] τὸ H N: ᾧ J F 𝔐 𝔙 ‖ 12 ἴρδες ex εἴριδες (ut videtur) corr. E1 ‖ 14 πᾶσαν Ecorr. 𝔚 ‖ ἀφικνεῖσθαι] ἀφικνεῖσθαι και δυνατει E1 ‖ 16 γενέσθαι ApΙ Ol: γίγνεσθαι E 𝔚 F Al ApWB ‖ εἴριδος E1 ‖ 17 τῶν (post ἄλλων) om. Ε1 ‖ 18 διαγράμματος] (-γ- in ras. 2 litt. E) ‖ θεωροῦσι ἔσται Erec. 𝔚1: ex θεωροῦσι corr. Ν1 ‖ 19 τοῦ (post κύκλου) supra add. F1)

110
ἐφ᾿  ᾧ τὸ Α, κέντρου δὲ τοῦ Κ, ἄλλου δέ τινος ἀνατέλλοντος σημείου ἐφ᾿  ᾧ τὸ Η, ἐὰν ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον ἐκπίπτουσαι ποιῶσιν ὡσπερεὶ ἄξονα τὴν ἐφ᾿  ᾗ ΗΚ, καὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ ἐπιζευχθεῖσαι ἀνακλασθῶσιν ἀπὸ τοῦ ἡμισφαιρίου ἐπὶ τὸ Η ἐπὶ τὴν μείζω γωνίαν, πρὸς κύκλου περιφέρειαν προσπεσοῦνται αἱ ἀπὸ τοῦ Κ· καὶ ἐὰν μὲν ἐπ᾿  ἀνατολῆς ἢ ἐπὶ δύσεως τοῦ ἄστρου ἡ ἀνάκλασις γένηται, ἡμικύκλιον ἀποληφθήσεται τοῦ κύκλου ὑπὸ τοῦ ὁρίζοντος τὸ ὑπὲρ γῆν γιγνόμενον, ἐὰν δ᾿  ἐπάνω, ἀεὶ ἔλαττον ἡμικυκλίου· ἐλάχιστον δέ, ὅταν ἐπὶ τοῦ μεσημβρινοῦ γένηται τὸ ἄστρον. ἔστω γὰρ ἐπ᾿  ἀνατολῆς πρῶτον, οὗ τὸ Η, καὶ ἀνακεκλάσθω ἡ ΚM ἐπὶ τὸ Η, καὶ τὸ ἐπίπεδον ἐκβεβλήσθω ἐν ᾧ ἡ Α, τὸ ἀπὸ τοῦ τριγώνου ἐν ᾧ τὸ ΗΚΜ. κύκλος οὖν ἡ τομὴ ἔσται τῆς σφαίρας ὁ μέγιστος. ἔστω ὁ ἐφ᾿  ᾧ Α· διοίσει γὰρ οὐδὲν ἂν ὁποιονοῦν τῶν ἐπὶ τῆς ΗΚ κατὰ τὸ τρίγωνον τὸ ΚΜΗ ἐκβληθῇ τὸ ἐπίπεδον. αἱ οὖν ἀπὸ τῶν ἀναγόμεναι [*](376a) γραμμαὶ ἐν τούτῳ τῷ λόγῳ οὐ συσταθήσονται τοῦ ἐφ᾿  ᾧ Α ἡμικυκλίου πρὸς ἄλλο καὶ ἄλλο σημεῖον· ἐπεὶ γὰρ [*](20 οὓ Ε ‖ κύκλου 𝔙1 F1 ‖ τοῦ ex τὸ corr. 𝔚1 ‖ 21 οὗ Η ‖ ἂν Ε 𝔚 ‖ ἀπὸ] Ocl: αἱ ἀπὸ J(α prior in ras. m.1) F 𝔐 𝔙 Ac ‖ 22 ἐκπίπτουσαι] Ac 0cl: ἐμπίπτουσαι 𝔙1 ΗΝ: ἐκπίπτωσιν Ε 𝔙 ‖ ποιοῦσιν Ε 𝔚: ποριήσωσιν Ocl ‖ ὡς περὶ J 𝔐 𝔙corr. m.1: ὥσπερ E OcI: ὡς περὶ τὸν 𝔚 ‖ ᾗ] OcV Ol: ὧν ἡ E: ἣν ἡ 𝔚: ᾗ ἡ OcG ‖ ΗΚ] OcV OlV: η 𝔙1 F1: κ OcG OlG ‖ 23 καὶ]  αἱ J1: om. E 𝔚 ‖ ἐπὶ τὸ ἀπὸ μ Ε1 𝔚: ἀπὸ τοῦ κ 𝔐 ‖ M] η J: ex corr. F1: om., spatio relicto, Ν1 ‖ ἀνακλαθῶσιν Ε1 ‖ 24 ἐπὶ (2)] Ol: υπι E1: ὑπὸ Erec. 𝔚 ‖ 25 αἱ om. J F1 𝔐 𝔙 Ν Oc ‖ Κ] η Ν ‖ 26 ἐπ᾿ ] (ἐ- ex corr. 𝔚1): ἀπ᾿  Ν ‖ δύσεως] δύσεως ὄντος 𝔙rec. ‖ ἡ om. 𝔚 ‖ 27 ἀπολειφθήσεται 𝔙1 F1 𝔚1 ‖ τὸ om. E 𝔚 ‖ 28 γῆν] τὴν γῆν J ‖ ἂν J F 𝔐 𝔙 ΗΝ ‖ ἀεὶ ἔλαττον] Ap: ἐλάττων ἀεὶ E1: ἔλαττον ἀεὶ Ecorr. 𝔚: ἀεὶ ἐλάττω OlV: δὴ ἐλάττω OlG ἡμικύκλιον Ν ‖ 30 ἔστω γὰρ om. E1: (ἔστω ex corr. F1) ‖ ἀνατολῆς] Alp: ἀνατολῇ J H: ἀνατο F ἀνακεκλάσθω ex ἀνακλάσθω corr. Ε1 ‖ 31 τὸ (ante ἐπίπεδον) om. N ‖ ἐκκεκλήσθω Ν1 ‖  ἐν ᾧ ἡ A] OlV: (ἐν marg, ἡ α in ras. E1): ἐν ἡ τὸ α 𝔙 F1: om. H Ν: ἐν τῷ τὸ α OlG 33 ἔσται om. F ‖ ὁ (2)] τὸ Ε 𝔚 ‖ A in ras.6 vel 7 litt. 1 ‖ διοίσει] (-ει in ras. Ε) ‖ 34 ἂν om. 𝔚 ‖ ὁποιονοῦν] Ac OlV Op: ex ὁποῖον corr. J1(-ον in ras.) OlG: ὁποιανοῦν E 𝔚 ‖ κη 𝔙 ‖ κατὰ ρίγωνον Ecorr. ‖ 34—376a 1 τὸ KMH]  Ol: marg. E1: om. 𝔚 Ac ‖ 376 a 1 τὸ] AcI OlG: om. 𝔙rec. Hcorr. (ut videtur) AcWB OlV τῶν] AcIW Ol: τῆς E 𝔚: τοῦ H Ν AB ‖ H K] κέν〈τρου〉 2 οὐ om. 𝔚 ‖ συνσταθήσονται E1 ‖ 8 ἡμικυκλίου ex ἡμικλκλίου corr. J1 ‖ ἐπεί ex ἐπὶ corr.1)
111
τὰ τε Κ Η σημεῖα δέδοται καὶ ἡ HΚ, δεδομένη ἂν εἴη καὶ ἡ ΜΗ, ὥστε καὶ λόγος τῆς ΜΗ πρὸς ΜΚ. δεδομένης οὖν περιφερείας ἐφάψεται τὸ Μ. ἔστω δὴ αὕτη ἐφ᾿  ἧς τὰ ΝΜ· ὥστε ἡ τομὴ τῶν περιφερειῶν δέδοται. πρὸς ἄλλη δέ γε ἢ τῇ ΜΝ περιφερείᾳ ἀπὸ τῶν αὐτῶν σημείων ὁ αὐτὸς λόγος ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὐ συνίσταται. ἐκκείσθω οὖν τις γραμμὴ ἡ ΔΒ, καὶ τετμήσθω ὡς ἡ ΜΗ πρὸς ΜΚ ἡ Δ πρὸς B. μείζων δὲ ἡ ΜΗ τῆς ΚΜ, ἐπείπερ ἐπὶ τὴν μείζω γωνίαν ἡ ἀνάκλασις τοῦ κώνου· ὑπὸ γὰρ τὴν μείζω γωνίαν ὑποτείνει τοῦ τριγώνου. μείζων ἄρα καὶ ἡ Δ τῆς B. προσπεπορίσθω οὖν πρὸς τὴν B, ἐφ᾿  ἧς τὸ Ζ· ὥστ᾿  εἶναι ὅπερ τὴν Δ πρὸς τὴν B, τὴν ΒΖ πρὸς τὴν Δ. εἶτα ὅπερ ἡ Ζ πρὸς τὴν ΚΗ, ἡ τὸ B πρὸς ἄλλην πεποιήσθω τὴν ΚΠ, καὶ ἀπὸ τοῦ ἐπὶ τὸ Μ ἐπεζεύχθω ἡ τὸ ΜΠ. ἔσται οὖν τὸ Π πόλος τοῦ κύκλου, πρὸς ὃν αἱ ἀπὸ τοῦ Κ γραμμαὶ προσπίπτουσιν· ἔσται γὰρ ὅπερ [*](4 ΚH] Ac Ol: η κ 𝔐 𝔙 F Ν 𝔚: deest codex H ‖ σημεῖον Ν1 ‖ K] Ac: κμ J F, 𝔙1 𝔚 OlG: κη 𝔐 𝔙rec. N Fcorr.m.1 OlV: κ (ut videtur) E1: quid voluerit Erec., incertum δεδομένοι F ‖ 5 ἡ] ὁ F1 ‖ λόγος] ὁ λόγος E 𝔚 F Nrec. Ol ‖ τῆς MH ex τῆς μη ωστε και ο λογος της μη corr. E1 ‖ MK ex corr. E: τὸ Cam.: τὴν μκ Mor, ‖ 6 τεριφερίας E1; ex περιφερείας, ἀπὸ τῶν αὐτῶν σημείων, ὁ αὐτὸς λόγος corr. Ν1 ‖ ἐφάψεται ex corr. E ‖ δὲ 𝔐 𝔙 F ‖ 7 τὰ] τὸ F1 Ol ‖ μ ν 𝔐 ἡ τομὴ ex ἡ τομὶ corr. E1: εἰ τὸ μὴ 𝔙1; τὸ μν Ol ‖ περιφερειῶν ex περιφεριῶν corr. Ε1 ‖ 8 ἄλλῃ δὲ γε ἢ τῇ MΝ περιφερείᾳ] Ol: ἄλλῃ δε γη η τῆ μν περιφερείᾳ E1; ἄλλῃ δε γη τη, τῆ μν περιφερεία corr. E1; ἄλλη δε γη τη τε ημ, τη μν περιφερείᾳ var. E1; ἄλληλα δὲ γε τῆ, τῆ μν περιφερείᾳ Erec,: ἄλληλα δὲ γε, ἢ τῆ τε η. ἢ τῆ μη περιφερείᾳ 𝔚: ἄλλῃ δὲ γε τῇ τε η καὶ τῇ μν περιφερείᾳ J F1, 𝔙1: ἄλλω δὲ γε σημείω τῆς (νμ F) περιφερείας Fcorr. m.1. N: ἄλλῃ δὲ γε τῆς μν περιφερείας 𝔙rec.: ἄλλῃ δὲ γε καὶ τῆς μν περιφερείας 𝔐: ἄλλῳ σημείῳ τῆς περιφερείας Ap; ἄλλῃ δὲ τῇ πρὸς τῇ μν περιφερείᾳ Mor. ‖ αὐτῶν om. E1 10 ἡ (ante ΔΒ) del. Fcorr. ‖ τεμνήσθω E1 ‖ ὡς supra add. Ν1 ‖ ἡ (ante ΜΗ)] ὁ F1 ‖ 11 πρὸς (1)] πρὸς τὴν 𝔐 ‖ ἡ Δ — ΚΜ om. E1 N ‖ B] Ol: τὸ β Erec. (vide supra) 𝔐 ‖ ΚΜ] μκ Erec. (vide supra) 𝔐 Ap Op 12 ἐπείπερ ex corr. E ἀνακλασεις E1 ‖ 13 τὴν om. Ε 𝔐 ‖ μίζω E1 ‖ ὑποτίνει E1 ‖ τοῦ] τὴν τοῦ Fcorr. m. 1 H N: om. 𝔙rec. ‖ KMH] Ap: μκη E1 𝔚 Hcorr.m.1 τριγώνου](-ι- in ras. Erec,) ‖ 14 μείζων — τῆς B habent Ecorr. Fcorr. H N (cf. Ap Op) ‖ 15 εἶνα Ε1 ‖ τὴν (post πρὸς)] Ap Op: om. Ε1 𝔚: τὸ Erec, βξ 𝔙1 ‖ 16 τὴν (ante Δ)]Ap Op: om. E 𝔚 Ζ] Ap Op: ζβ Ε1, 𝔚 ‖ τὴν ante ΚΗ)] Ap (Op): τὸ J F 𝔙1 ‖ 17 κη 𝔙1 ἐπὶ] Ap: ἐπὶ μὲν 𝔐 𝔙 F1, H ‖ 18 πμ Ε1 𝔚 Ap ‖ ἔστω Ε1 ‖ πόλος ex πῶλος corr. F1)
112
ἡ Ζ πρὸς ΚΗ, καὶ ἡ Β πρὸς ΚΠ, καὶ ἡ Δ πρὸς ΠΜ. μὴ γὰρ ἔστω, ἀλλ᾿  ἢ πρὸς ἐλάττω ἢ πρὸς μείζω τῆς ΠΜ· οὐδὲν γὰρ διοίσει. ἔστω πρὸς ΠΡ. τὸν αὐτὸν ἄρα λόγον αἱ καὶ ΚΠ καὶ ἡ ΠΡ πρὸς ἀλλήλας ἕξουσιν ὃνπερ αἱ ΔΒ Ζ. αἱ δὲ Δ Β Ζ ἀνὰ λόγον ἦσαν, ὅνπερ ἡ Δ πρὸς Β, ἡ ΖΒ πρὸς Δ· ὥστε ὅπερ ἡ ΠΗ πρὸς τὴν ΠΡ, ἡ τὸ ΠΡ πρὸς τὴν ΠΚ. ἂν οὖν ἀπὸ τῶν Κ αἱ ΗΡ καὶ ΚΡ ἐπὶ τὸ Ρ ἐπιζευχθῶσιν, αἱ ἐπιζευχθεῖσαι αὗται τὸν αὐτὸν ἕξουσι λόγον ὅνπερ ἡ ΗΠ πρὸς τὴν ΠΡ· περὶ γὰρ τὴν αὐτὴν γωνίαν τὴν ἀνάλογον αἵ τε τοῦ ΗΠΡ τριγώνου καὶ τοῦ ΚΡΠ. ὥστε καὶ ἡ ΠΡ πρὸς τὴν ΚΡ τὸν αὐτὸν ἕξει λόγον, καὶ ἡ τὸ ΗΠ πρὸς τὴν ΠΡ. ἔχει δὲ καὶ ἡ ΜΗ πρὸς ΚΜ τοῦτον τὸν λόγον· ὅνπερ γὰρ ἡ τὸ Δ πρὸς τὴν Β ἀμφότεραι. ὥστε ἀπὸ τῶν ΗΚ σημείων [*](376b) οὐ μόνον πρὸς τὴν Ν περιφέρειαν συσταθήσονται τὸν αὐτὸν ἔχουσαι λόγον, ἀλλὰ καὶ ἄλλοθι· ὅπερ ἀδύνατον. ἐπεὶ οὖν [*](20 ΚΗ ex κη καὶ ἀπὸ τοῦ π corr. F1: τὴν κη H N: τὴν ηκ Ap (Op) ‖ ΚΠ] κη 𝔙1 F1(?) 𝔚: τὴν κπ Ap: πκ Op ‖ 21 ΠΜ] μπ 𝔐 𝔙 F N: τὴν μπ H: τὴν πμ Ap: (ἡ πρ Op) ‖ ἔστω γὰρ 𝔐 𝔙 F ‖ ἀλλ᾿  ἢ] ἀλλὰ E1( ut videtur) 𝔚 ‖ 22 τῆς] τῶ 𝔙1: τοῦ Frec. ‖ ΠΜ] Ap: μπ Erec. 𝔐 𝔙 F Op ‖ γὰρ om. 𝔐 𝔙1 ‖ ἔστω] ἔστω γάρ H N ‖ 23 ΗΚ καὶ ΚΠ] κ καὶ ηπ (ut videtur) E1: ηκ καὶ ἡ κπ 𝔚 ‖ ἡ om. E 𝔚 ‖ 24 Δ Β Ζ prius] ζ β δ E1 (ut videtur) 𝔚 𝔙 corr. Ap OpV: ζ β OpG ‖ Δ Β Ζ alterum] β δ Ε1(ut videtur) 𝔚 Ap ‖ 25 ὅνπερ] ὅνπερ ἄρα 𝔐 𝔙1 F1: ὅπερ var. F1: ὡς Ap Op ‖ post Δ priorem in E ras. unius litt. ‖ ἡ ΖΒ πρὸς Ap Op: ἡ βζ πρὸς E1 𝔚: ἡ ζδ πρὸς β ἡ πρὸς 𝔙1 ἡ δζ πρὸς β (?) ἡ ζβ πρὸς F1 ‖ ὥστ᾿  εἴπερ 𝔙1: ex ὥστε εἴπερ corr. F1 ‖ ΠΗ] π Op ‖ 26 τὴν (ante ΠΡ)] AcW: om. Ε 𝔚 AcIB Op ‖ ἡ τὸ] ἡ J F 𝔐 𝔙 Ecorr. m.1 Ac: om. Op ‖ ΠΡ alterum] Op: ρπ Ac ‖ τὴν (ante ΠΚ) om. 𝔚  Ac Op ‖ ΠΚ] κπ H Ν: κρ Op ‖ 27 ἐπιζευχθῶσιν ex ἐπειζευχθῶσιν corr. E1 ‖ 28 λόγον ἕξουσι 𝔐 ‖ ΗΠ] ApB: π E1 𝔚: κπ 𝔙1, ApIW: πη Ecorr. H N ‖ 29 τὴν (ante ΠΡ om. Ε 𝔚 Ap ‖ ἀνάλογοι 𝔐 ‖ 30 τοῦ (ante ΗΠΡ) ex τὸ corr. J1 ‖ τετραγώνου F1 ‖ καὶ (ante τοῦ) καὶ αἱ E 𝔚: om. N ‖ ἡ ΠΡ] (Op): ἡ ρ E1: ρπ 𝔚: ἡ ηρ Jrec. 𝔐 𝔙rec. ‖ 31 τὴν (ante ΚΡ)] (Op): om. E 𝔚 Ap ‖ ΚΡ] κπ ex κη (ut videtur) corr. F1: πκ (fortasse recte) H Ν ApWB: ηκ ApI ‖ λόγον] λόγ ὃν E1: λόγον ὃν corr. Ε1 𝔐 Fcorr. ‖ τὸ om. Ap Op ‖ ΗΠ] Ap: κπ 𝔙1 Op ‖ τὴν (ant ΠΡ) om. E 𝔚 ‖ ΠΡ] (-ρ in ras. E) ‖ 32 ΜΗ] Op: ημ ApWB: κμ ApI ‖ ΚΜ] τὴν κμ F: μκ Ε 𝔚 Ap Op ‖ τοῦτον τὸν] τουτὸν αὐτὸν E1: τὸν αὐτὸν Ecorr. 𝔚 ‖ ὅνπωρ] ὃν J 𝔐 ‖ γὰρ om. Ecorr. 1 𝔚 𝔙 F H Ν ‖ 376 b 1 Δ] δε, κμ 1 (ut videtur) N ‖ τὴν] Ap Op: τὸ Ε 𝔚 Hcorr. m.1 ‖ B in ras. E ‖ ἀμφόρεται in ras. Erec. ‖ 2 τὴν] τῇ Ε1 𝔚 Ol ‖ νμ Erec.: corr. F1 ‖ περιφερείᾳ E1 𝔚 Ol ‖ 3 ἄλλοθι ex ἄλλοθεν corr. 𝔙1 ‖ ἐπεὶ ex ἐπὶ corr. E1)
113
ἡ Δ οὔτε πρὸς ἔλαττον τοῦ ΜΠ οὔτε πρὸς μείζω (ὁμοίως γὰρ δειχθήσεται), δῆλον ὅτι πρὸς αὐτὴν ἂν εἴη τὴν ἐφ᾿  ᾗ Μ Π. ὥστ᾿  ἔσται ὅπερ ἡ ΜΠ πρὸς ΠΚ, ἡ ΠΗ πρὸς τὴν ΜΠ καὶ λοιπὴ ἡ τὸ ΜΗ πρὸς ΜΚ. ἐὰν οὖν τῷ ἐφ᾿  ᾧ τὸ πόλῳ χρώμενος, διαστήματι δὲ τῷ ἐφ᾿  ᾧ Μ Π, κύκλος γραφῇ, ἁπασῶν ἐφάψεται τῶν γωνιῶν ἃς ἀνακλώμεναι ποιοῦσιν αἱ ἀπὸ τοῦ ΜΑ κύκλου· εἰ δὲ μή, ὁμοίως δειχθήσονται τὸν αὐτὸν ἔχουσαι λόγον αἱ ἄλλοθι καὶ ἄλλοθι τοῦ ἡμικυκλίου συνιστάμεναι, ὅπερ ἦν ἀδύνατον. ἐὰν οὖν περιαγάγῃς τὸ ἡμικύκλιον τὸ ἐφ᾿  ᾧ τὸ Α περὶ τὴν ἐφ᾿  ᾗ Η Κ Π διάμετρον, αἱ ἀπὸ τοῦ ΗΚ ἀνακλώμεναι πρὸς τὸ ἐφ᾿  ᾧ τὸ Μ ἐν πᾶσι τοῖς ἐπιπέδοις ὁμοίως ἕξουσι, καὶ ἴσην ποιήσουσι γωνίαν τὴν ΚΜ καὶ ἣν ποιήσουσι δὲ γωνίαν αἱ ΗΠ καὶ ΜΠ ἐπὶ τῆς ΗΠ, ἀεὶ ἴση ἔσται. τρίγωνα οὖν ἐπὶ τῆς ΗΠ καὶ ΚΠ ἴσα τῷ ΗΜΠ ΚΜΠ συνεστήκασι. τούτων δὲ αἱ κάθετοι ἐπὶ τὸ αὐτὸ σημεῖον πεσοῦνται τῆς ΗΠ καὶ ἴσαι ἔσονται. πιπτέτωσαν ἐπὶ τὸ Ο. κέντρον ἄρα τοῦ κύκλου τὸ Ο, ἡμικύκλιον δὲ τὸ περὶ τὴν ΜΝ ἀφῄρηται [*](4 ἐλάττω Jrec, Ε 𝔚: ἐλάττων Nrec.: ἐλάττονα Ap; ἐλάττω ἐστὶ Op ‖ τοῦ] τῆς 𝔚 𝔙rec. Ncorr.m.1 Ap Op ‖ πμ E 𝔚 Ap Op ‖ 5 δειχθήσεται] Ap: δείξομεν Ε 𝔚 Op ‖ τῆ ἐφʼ ἧ  πη E1: τὴν ἐφ᾿  ἧ πη 𝔚: (τὴν πμ Ap) ‖ 6 ΜΠ] ηπ E1( ut videtur) 𝔚: πμ Ap ‖ πρὸς (1) ex τὸ (ut videtur) corr. F1 ‖ Ap: πμ 1 (ut videtur) 𝔚: κπ Ν ‖ ΠΗ] τὸ πμ E1( ut videtur) 𝔚: ηπ Ap ApWB: κπ ApI ‖ 6—7 πρὸς τὴν ΜΠ in ras. E1; πρὸς κπ 𝔚: πρὸς τὴν πμ Ap: πρὸς πμ Ap ‖ 7 καὶ λοιπὴ ἡ τὸ πη. πρὸς ηκ 𝔚: καὶ λοιπὴ ἡ τὸ ημ πρὸς μ〈κ〉 corr. H1: om. cet.: καὶ ἡ ημ πρὸς μκ Ap ‖ τὸ (post ᾧ)] Ol: om. 𝔚 ‖ 8 πὸλῳ ex πολλω corr. E1 ‖ δὲ om. F ‖ τῷ ἐφ᾿  ᾧ Ol: τῷ ἐφ᾿  ᾗ J F 𝔐 𝔙1: τῷ ἐφ᾿  ἧς τὸ Ε 𝔚: om. Ap ‖ π μ E1 𝔚 Ap Ol ‖ 9 ἁπῶν E1 ‖ ἀφάψεται J1 ‖ ἃς om. E1 ‖ 10 μα Jrec.: μη corr. F1: κ ἐπὶ τὸ η τοῦ α 𝔐: μδ 𝔙1: om. N: μ OlG: μν (?) OlV 11 αἱ om. E1 ‖ ἄλλοθεν καὶ ἄλλοθεν 𝔙1 ‖ 12 ἂν Ε 𝔚 ‖ οὖν om. 𝔙1 ‖ περιαγάγῃς (-αγ- altera in ras. E): περιάγης 𝔚 ‖ 13 τὸ (ante ἡμικύκλιον)] τε ὡς F1 ‖ Η Κ Π] κπ Ε1 𝔚: ‘η κ corr. E1: ηκ 𝔙 H1 N: ἡ κπ Ol ‖ 14 φ᾿  E1 ‖ 15 M in ras. Nrec.; γ supra add. N1 ‖ ποιήσωσι J1 ‖ 16 ΚΜΗ] (-μη in ras. N1): πμη corr. 𝔙: κπμ ApI: ηπμ ApWB1 ‖ ἣν ποιοῦσιν E1 𝔚 Ap: ἢν ποιήσωσι Ol ‖ δὲ] (δ- in ras. Ε) ‖ 17 ΜΠ] OlV: μς OlG ‖ ἐπὶ (1)] Ol: ἐπί τε Erec. 𝔚 ‖ HΠ, ἀεὶ ἴση] Ap: ηπ εἰ ἴση Ecorr. (vide infra) 𝔚: ηπ ἴση OlV: ηπα ἴση OlG ‖ ἀεὶ — ΗΠ (18) om. E1 ‖ 18 ΚΠ ex ηπ corr. E1 ‖ τῷ] τῷ κη corr. J1: om. Frec.: τὰ Nrec. ΗΜΠ] Ap: ηκπ 𝔚: ημπ καὶ Eras. II ‖ ΚΜΠ] Ap: κπμ J: om. E1 𝔚 ‖ 19 σημεῖον ex σημιον corr. E1 ‖ 20 κέντρον om. 𝔙1 F1: κ‵ 𝔙rec. ‖ 21 μη F1 𝔚 (?))
114
ἀπὸ τοῦ ὁρίζοντος· τῶν μὲν γὰρ ἄνω τὸν ἥλιον οὐ κρατεῖν, τῶν δὲ ---προσπτεριζομένων--- κρατεῖν, καὶ διαχεῖν τὸν ἀέρα· καὶ διὰ τοῦτο τὴν ἶριν οὐ συμβάλλειν τὸν κύκλον· γίγνεσθαι δὲ καὶ νύκτωρ ἀπὸ τῆς σελήνης ὀλιγάκις· οὔτε γὰρ ἀεὶ πλήρης, ἀσθενεστέρα τε τὴν φύσιν ὥστε κρατεῖν τοῦ ἀέρος· μάλιστα δ᾿  ἵστασθαι τὴν ἶριν, ὅπου μάλιστα κρατεῖται ὁ ἥλιος· πλείστη γὰρ ἐν αὐτῇ ἰκμὰς ἐνέμεινεν. πάλιν ἔστω ὁρίζων μὲν ἐφ᾿  οὗ τὸ ΑΚΓ, ἐπανατεταλκέτω δὲ τὸ Η, ὁ δ᾿  ἄξων ἔστω νῦν ἐφ᾿  οὗ τὸ ΗΠ. τὰ μὲν οὖν ἄλλα πάντα ὁμοίως δειχθήσεται ὡς καὶ πρότερον, ὁ δὲ πόλος τοῦ κύκλου ὁ ἐφ᾿  Π κάτω ἔσται τοῦ ὁρίζοντος τοῦ ἐφ᾿  τὸ ΑΓ, ἀρθέντος τοῦ ἐφ᾿  ᾧ τὸ Η σημείου. ἐπὶ δὲ τῆς αὐτῆς ὅ τε πόλος [*](377a) καὶ τὸ κέντρον τοῦ κύκλου καὶ τὸ τοῦ ὁρίζοντος νῦν τὴν ἀνατολήν· ἔστι γὰρ οὗτος ἐφ᾿  ᾧ τὸ HΠ. ἐπεὶ δὲ τῆς διαμέτρου τῆς ΑΓ τὸ ΚΗ ἐπάνω, τὸ κέντρον εἴη ἂν ὑποκάτω τοῦ ὁρίζοντος πρότερον τοῦ ἐφ᾿  ᾧ τὸ ΑΓ, ἐπὶ τῆς ΚΠ γραμμῆς, ἐφ᾿  οὗ τὸ Β. ὥστ᾿  ἔλαττον ἔσται τὸ ἐπάνω τμῆμα ἡμικυκλίου τὸ ἐφ᾿  ᾧ Ψ Υ· τὸ γὰρ ΨΥΟ ἡμικύκλιον ἦν, νῦν δὲ ἀποτέτμηται ἀπὸ τοῦ ΑΓ ὁρίζοντος. τὸ δὴ ΟΥ ἀφανὲς [*](22 ὑπὸ 𝔐 𝔙rec. Fcorr. m. 1 H N ‖ τῶν μὲν—ἐνέμεινεν (28) om. E1 Α ‖ τῶν (ante μὲν)] τὰ (ut videtur) Ν1: in restat τ- solum ‖ 23 πρὸς τῇ γῇ στηριζομένων Jrec. Evar. Ol; πρὸς τῇ γῇ προσπτεριζομένων 𝔐: πτεριζομένων (SS. διασκορπιζομένων) Η; πτζομένων N; προσπεριποριζομένων Cam.: num προσποριζομένων vel προσπεριοριζομένων? ‖ 24 συμβάλλλειν Erec. (Vide supra): συμβάλλει 𝔙1 F1 ‖ 27 μάλιστα — ἐνέμεινεν (28) om. O ‖ δ᾿  ἵστασθαι ex corr. Nrec.: διίστασθαι 𝔚 ‖ ὁ— ἐνέμεινεν (28) om. 𝔚 ‖ 28 πλείστη—ἐνέμεινεν del. Id. ‖ ἰκμὰς] ἡ ἰκμὰς J F 𝔐 𝔙 ‖ 29 ὁρίζων] Al Ol: ὁ ὁρίζων Ε 𝔚 ‖ τὸ (ante ΑΚΓ)] AlIB: om. Ε AlW ‖ ΑΚΓ] (-κ- in ras. Erec.): (ittera altera in H erasa): αβγ Nrec. (-β- in ras.) AlB Op: αγ AlIW ἐπανατεταλκέτω] (ἐπ- in ras. Erec.) ‖ 30 οὗ] ᾧ Ε1 𝔚: ὧν Ol ‖ νπ Ol ‖ 31—32 τοῦ κύκλου, ὡς ὁ 𝔚: ὁ Η: om. Ν ‖ 32 τὸ] τοῦ 𝔙1, aut F1 aut corr. F1 ‖ ακυ E1( ut videtur) 𝔚 ‖ 377 a 1 τὸ ᾱ J F1: οὗ τὸ η Fcorr.: οὗ τοῦ α (ut videtur) 𝔙1: τὸ ω 𝔙corr. ‖ σημιου E1 ‖ 2 τὸ (ante τοῦ) om. 𝔚 ‖ 3 αὐτὸς Ε 𝔚 ‖ ἐπεὶ] ἐπὶ J Ν1 (ut videtur) E1 ‖ 4 τῆς] (-ς in ras. Erec.) ‖ ΑΓ om. E1 ‖ ὑποκάτω] ὑπὸ τοῦ κάτω Ν 5 ὁριζον E1 ‖ ΚΠ] ηκπ Erec. ‖ 6 Β] Op: ο Erec. 𝔙rec. Fcorr. m.1: ῡ 𝔐 ‖ 7 τὸ ante ἐφ᾿ )] τοῦ E 𝔚 Hrec. ‖  ψ Υ] ψγ (ut videtur) 𝔙1: ψυο 𝔐rec.: ψ Fcorr.: ψυω Ald. ‖ γὰρ] γ Ν ‖ ΨΥΟ] ψυ ον E1: ψω Erec. 𝔙rec.: ψγο 𝔙1: ψυω corr. F1 ‖ 8 ὑπὸ 𝔙corr. Fcorr. m.1 H Ν ‖ δὴ] δὲ Ε1 F1: γὰρ δὴ Erec. ΟΥ] υω J1 𝔙rec. Erec. in ras.: γω 𝔚)
115
ἔσται αὐτοῦ, ἐπαρθέντος τοῦ ἡλίου· ἐλάχιστον δ᾿ , ὅταν ἐπὶ μεσημβρίας· ὅσον γὰρ ἀνώτερον τὸ Η, κατώτερον ὅ τε πόλος καὶ τὸ κέντρον τοῦ κύκλου ἔσται. ὅτι δ᾿  ἐν μὲν ταῖς ἐλάττοσιν ἡμέραις ταῖς μετ᾿  ἰσημερίαν τὴν μετοπωρινὴν ἐνδέχεται ἀεὶ γίγνεσθαι ἶριν, ἐν δὲ ταῖς μακροτέραις ἡμέραις ταῖς ἀπὸ ἰσημερίας τῆς ἑτέρας ἐπὶ τὴν ἰσημερίαν τὴν ἑτέραν περὶ μεσημβρίαν οὐ γίγνεται ἶρις, αἴτιον ὅτι τὰ μὲν πρὸς ἄρκτον τμήματα πάντα μείζω ἡμικυκλίου καὶ ἀεὶ ἐπὶ μείζω ἡμικυκλίου, τὸ δ᾿  ἀφανὲς μικρόν, τὰ δὲ πρὸς μεσημβρίαν τμήματα τοῦ ἰσημερινοῦ, τὸ μὲν ἄνω τμῆμα μικρόν, τὸ δ᾿  ὑπὸ γῆν μέγα, καὶ ἀεὶ δὴ μείζω τὰ πορρώτερα· ὥστ᾿  ἐν μὲν ταῖς πρὸς θερινὰς τροπὰς ἡμέραις διὰ τὸ μέγεθος τοῦ τμήματος, πρὶν ἐπὶ τὸ μέσον ἐλθεῖν τοῦ τμήματος καὶ ἐπὶ τὸν μεσημβρινὸν τὴν τὸ Η, κάτω ἤδη τελέως γίγνεται ἡ τὸ Π, διὰ τὸ πόρρω ἀφεστάναι τῆς γῆς τὴν μεσημβρίαν διὰ τὸ μέγεθος τοῦ τμήματος. ἐν δὲ ταῖς πρὸς τὰς χειμερινὰς τροπὰς ἡμέραις, διὰ τὸ μὴ πολὺ ὑπὲρ γῆς εἶναι τὰ τμήματα τῶν κύκλων, τοὐναντίον ἀναγκαῖον γίγνεσθαι· βραχὺ γὰρ ἀρθείσης τῆς ἐφ᾿  ᾧ τὸ Η, ἐπὶ τῆς μεσημβρίας γίγνεται ὁ ἥλιος.

6 τὰς δ᾿  αὐτὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίων καὶ ῥάβδων ταῖς εἰρημέναις. γίγνεται γὰρ παρήλιος μὲν [*](9 ἐπαρθέντος αὐτοῦ Ε 𝔚: post αὐτοῦ interp. distinxi ‖ ἐλάχιστον] ἐπὶ ἐλάχιστον Ε 𝔚 ‖ 10 μεσημβρίαν Ε 𝔚 ‖ ὅσαν 𝔐: ὄσῳ Ε 𝔚 ‖ γὰν F ‖ κατωτέρω Ε 𝔚 Ac: κατώτερός (ὅ om.) Cam. ‖ 11 ἔσται om. E1 ‖ ταῖς ἐλάττωσιν E1: ται ἐλάττωσιν J1 ‖ 12 τὴν om. E1 𝔚 Ap ‖ μετωπωρινὴν E1 ‖ 13 ἀεὶ supra add Ε1 ‖ ἷριν ex corr. E ‖ ταῖς (post ἡμέραις)] τῆς 𝔙 ‖ 14 τῆς ἑτέρας om. ΗΝ ‖ ἰσημερίαν τὴν om. E1; ἰσημερίαν N ‖ τὴν ἑτέραν περὶ om. J1 ‖ 14—15 περὶ μεσημβρίαν om. Ε1 𝔚: πρὸς μεσημβρίαν ΗΝ ‖ 15 ἶρις ex corr. Erec. ‖ ὅτι] δ᾿  ὅτι E1 𝔚: ὄντι 𝔙1 ‖ 16 μιζω E1 ‖ ἀεὶ om. 𝔚: αἰεὶ 𝔙 F Η N ‖ μιζω E1 ‖ ἡμικυκλίου om. E1 𝔚 ‖ 19 interp. Buss. ‖ τα πορρωτερον μιζω E1; τὰ πορρώτερον μείζω Erec.: τὰ πορρωτέρω μείζω 𝔚 ‖ 20 ταῖς] τας E1 ‖ θερινὰς] Ap: τὰς θερινὰς ΗΝ ‖ 22 τὸν] τὸ 𝔚: τὸ μέσον ἐλθεῖν τοῦ τμήματος καὶ ἐπὶ τὸν 𝔐 ‖ ἤδη τελέως] παντελῶς Ε 𝔚 Ap: δη παντελῶς Mor. ‖ ἡ om. E1 𝔚 (Ap) ‖ 23 ἀφανεσταναι Ε1 ‖ 24 μέρος H(?) Ν ‖ τοῦ] ταν E1 ‖ 27 αρθήσης E1 ‖ τῆς (ante ἐφ᾿ )] τῆς τὸ J F 𝔚 𝔙1  Η N: της γης E ‖ 29 ὑποληπτέον] (-τε- in ras. Erec.) ‖ περὶ om. N παρηλίων Ol: παρηλίου E1 𝔚 Al: τῶν παρηλίων Erec. ‖ 30 ῥάυδων Ν ‖ τὰς εἰρημένας E1)

116
ἀνακλωμένης τῆς ὄψεως πρὸς τὸν ἥλιον, ῥάβδοι δὲ διὰ τὸ προσπίπτειν τοιαύτην οὖσαν τὴν ὄψιν, οἵαν εἴπομεν ἀεὶ γίγνεσθαι ὅταν πλησίον ὄντων τοῦ ἡλίου νεφῶν ἀπό τινος ἀνακλασθῇ τῶν ὑγρῶν πρὸς τὸ νέφος· φαίνεται γὰρ αὐτὰ μὲν ἀχρωμάτιστα τὰ νέφη κατ᾿  εὐθυωρίαν εἰσβλέπουσιν, ἐν δὲ [*](377b) τῷ ὕδατι ῥάβδων μεστὸν τὸ νέφος· πλὴν τότε μὲν ἐν τῷ ὕδατι δοκεῖ τὸ χρῶμα τοῦ νέφους εἶναι, ἐν δὲ ταῖς ῥάβδοις ἐπ᾿  αὐτοῦ τοῦ νέφους. γίγνεται δὲ τοῦτο ὅταν ἀνώμαλος ἡ τοῦ νέφους ᾖ σύστασις, καὶ τῇ μὲν πυκνότερον τῇ δὲ μανόν, καὶ τῇ μὲν ὑδατωδέστερον τῇ δ᾿  ἧττον· ἀνακλασθείσης γὰρ τῆς ὄψεως πρὸς τὸν ἥλιον, τὸ σχῆμα μὲν τοῦ ἡλίου οὐχ ὁρᾶται διὰ μικρότητα τῶν ἐνόπτρων, τὸ δὲ χρῶμα· διὰ δὲ τὸ ἐν ἀνωμάλῳ φαίνεσθαι λαμπρὸν καὶ λευκὸν τὸν ἥλιον, πρὸς ὃν ἀνεκλάσθη ἡ ὄψις, τὸ μὲν φοινικοῦν φαίνεται, τὸ δὲ πράσινον ξανθόν. διαφέρει γὰρ οὐδὲν διὰ τοιούτων ὁρᾶν ἢ ἀπὸ τοιούτων ἀνακλωμένην· ἀμφοτέρως γὰρ φαίνεται τὴν χρόαν ὅμοιον, ὥστ· εἰ κἀκείνως φοινικοῦν, καὶ οὕτως. αἱ μὲν οὖν ῥάβδοι γίγνονται δι᾿  ἀνωμαλίαν τοῦ ἐνόπτρου οὐ τῷ σχήματι ἀλλὰ τῷ χρώματι· ὁ δὲ παρήλιος, ὅταν ὅτι μάλιστα ὁμαλὸς ᾖ ὁ ἀὴρ καὶ πυκνὸς ὁμοίως· διὸ φαίνεται λευκός. ἡ μὲν γὰρ ὁμαλότης τοῦ ἐνόπτρου ποιεῖ χρόαν μίαν τῆς ἐμφάσεως· ἡ δ᾿  ἀνάκλασις ἀθρόας τῆς ὄψεως, διὰ τὸ ἅμα προσπίπτειν πρὸς τὸν ἥλιον ἀπὸ πυκνῆς οὔσης τῆς ἀχλύος, [*](31 ἥλιον] ἥλνον, ἀπὸ τινος ὑποκειμένου νέφους Erec. ‖ ῥάβδῳ J1 ‖ 32 τὴν ὄψιν τοιαύτην (om. οὖσαν) Ν ‖ εἴπωμεν J ‖ γίνεσθαι ἀεὶ Ν ‖ 33 πλησίων 𝔙1 ‖ τοῦ] τῶν 𝔐 ‖ εφῶν E1:: τῶν νέφων Erec. ‖ ἀπὸ ex ὑπό corr. F1 ‖ ἀνακλασθῆναι 𝔐 1 F1 ‖ 34 αὐτὰ] αὐτὸν F1 ‖ 377 b 2 μεστὸν ex μεστῶν corr. F1 ‖ νέφος] νέφος πλην τοτε μεστον το νεφος Ε1 ‖ 3 ταῖς ex τοῖς corr. F1 ‖ 4 γίγνονται E1 ‖ δὲ supra add. F1 ‖ ᾖ Frec. Ol ‖ 5 ᾖ συστασεις (ut videtur) E1: σύστασις 𝔐 𝔙1 F1 Ol: σύστασις ἦ H Ν ‖ πυκνότερον ex πυκνώτερον corr. Ν1; πυκνὸν Ε 𝔚 Ap 6 ἀνακλασθησης E1 ‖ 7 τοῦ ἡλίου habent Erec. (quae ante μὲν coll.) H Ν Ap ‖ 8 διὰ μικρότητα τῶν ἐνόπτρων habent Erec. H Ν (Ap); τῶν ἐνόπτρων ὄντων μικρῶν marg. F ‖ δὲ τὸ ἐν] τὸ E1: τὸ ἐν 𝔐 𝔙1 𝔚 ‖ 10 φοινικοῦν] Ecorr. m. 1 (Op): φοινικιου E1; φοινικιοῦν Ecorr. 𝔚 ‖ 11 τούτων N: το τοιουτον E1 ‖ ὁρᾶν — τοιούτω (12) om. E1 ‖ 12 ἀνακλωμένη Erec. ‖ φέρεται (ut videtur) J1 13 φοινικιοῦν Ε 𝔚 ‖ οὐ E1 ‖ 15 interp. Buss. ‖ δὲ] τε 𝔚 ‖ 16 ἀστὴρ 𝔙1 ‖ 17 ὁμαλότης] ὁμοίως τῆς J: ὁμαλότητος (ut videtur) E1 ‖ ἐνόπτρου ex corr. E1 ‖ 19 πρὸς] τηὸς (ut videtur) 𝔙rec. ‖ τὸν ἥλιον] Ap: τὴν ἀχλὺν J F 𝔙1 Ε1 𝔚: τὸν ἤλιον τὴν ἀχλὺν Η)
117
καὶ οὔπω μὲν οὔσης ὕδωρ ἐγγὺς δ᾿  ὕδατος, διὰ τὸ ὑπάρχον τῷ ἡλίῳ ἐμφαίνεσθαι χρῶμα ποιεῖ, ὥσπερ ἀπὸ χαλκοῦ λείου κλωμένην διὰ τὴν πυκνότητα. ὥστ᾿  ἐπεὶ τὸ χρῶμα τοῦ ἡλίου λευκόν, καὶ ὁ παρήλιος φαίνεται λευκός. διὰ δὲ τὸ αὐτὸ τοῦτο μᾶλλον ὕδατος σημεῖον ὁ παρήλιος τῶν ῥάβδων· μᾶλλον γὰρ συμβαίνει τὸν ἀέρα εὐεργῶς ἔχειν πρὸς γένεσιν ὕδατος. ὁ δὲ νότιος τοῦ βορείου μᾶλλον, ὅτι μᾶλλον ὁ νότιος ἀὴρ εἰς ὕδωρ μεταβάλλει τοῦ πρὸς ἄρκτον. γίγνονται δ᾿ , ὥσπερ εἴπομεν, περί τε δυσμὰς καὶ περὶ τὰς ἀνατολάς, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν, ἀλλ᾿  ἐκ τῶν πλαγίων καὶ ῥάβδοι καὶ παρήλιοι· καὶ οὔτ᾿  ἐγγὺς τοῦ ἡλίου λίαν οὔτε πόρρω παντελῶς· ἐγγὺς μὲν γὰρ οὖσαν ὁ ἥλιος διαλύει τὴν σύστασιν, πόρρω δ᾿  οὔσης ἡ ὄψις οὐκ ἀνακλασθήσεται· ἀπὸ γὰρ μικροῦ ἐνόπτρου πόρρω ἀποτεινομένη ἀσθενὴς γίγνεται· διὸ καὶ αἱ ἅλως οὐ γίγνονται ἐξ ἐναντίας τοῦ ἡλίου. ἄνω [*](378a) μὲν οὖν ἐὰν γίγνηται καὶ ἐγγύς, διαλύσει ὁ ἥλιος· ἐὰν δὲ πόρρω, ἐλάττων ἡ ὄψις οὖσα ἢ ὥστε ποιεῖν ἀνάκλασιν οὐ προσπεσεῖται. ἐν δὲ τῷ πλαγίῳ ὑπὸ τὸν ἥλιον ἐστὶ τοσοῦτον ἀποστῆναι τὸ ἔνοπτρον, ὥστε μήτε τὸν ἥλιον διαλῦσαι, τήν τε ὄψιν ἀθρόαν ἐλθεῖν, διὰ τὸ πρὸς τὴν γῆν φερομένην μὴ διασπᾶσθαι ὥσπερ δι᾿  ἀχανοῦς φερομένην. ὑπὸ δὲ τὸν ἥλιον οὐ γίγνεται διὰ τὸ πλησίον μὲν τῆς γῆς διαλύεσθαι ἂν ὑπὸ τοῦ ἡλίου, ἄνω δὲ μεσουρανίου γιγνομένης συστάσεως τὴν ὄψιν διασπᾶσθαι. [*](20 post οὔσης in E ras. 2 litt. ‖ ὕδατος] (-ς in ras. Erec.) ‖ διὰ habent J F1 𝔙1 E1 𝔚: ἀνακλωμένη ἡ ὄψις Erec.: διὸ 𝔐: om. 𝔙corr. Fcorr. m.1 H Ν (Ap) ‖ 21 λίου E1 ‖ 22 κλωμένη Erec.: κλωμένης H N: ἀνακλωμένην Frec. ‖ 23 περηλιου Ε1 ‖ 24 σημιον Ε1: σημείου 𝔙1 ‖ 25 σημαίνει E1 ( ut videtur) 𝔚 (Ap) ‖ ἐναργῶς F1 ‖ 26 νότειος 𝔚 ‖ βοριου E1 ‖ 26—27 μᾶλλον ὁ νότι- om. E1 ‖ 27 γίγνονται — παρήλιοι (3O) bis exaravit 𝔙1 ‖ 28 εἴπωμεν J ‖ τε om. J1 ‖ δυσμὰς] τὰς δυσμὰς Mor. ‖ περὶ (post καὶ) om. Ε 𝔚 Ν1 ‖ 30 ἐγγὺς] εὐθὺς E1 ‖ 31 διαλύει] (Ap Op): διαλύσει E 𝔚 ‖ 32 post ὄψις in E ras. unius litt. ‖ 33 γὰρ om. E1 𝔐 𝔙1 F1: post μικροῦ posuit Frec. ‖ ἀποτινομένης E1; ἀποτεινομένου F1 34 ἅλω Ε1 ‖ 378 a 1 ἐγγὺς ex corr. Ν1 ‖ 2 οὗσα ἡ ὄψις H N (ἡ supra add. m. 1) ‖ 3 ἐν — ἐλθεῖν (5) post φερομένην (6) coll. Th. πλαίῳ F1 ‖ ὑπὸ τὸν ἥλιον habent Ε 𝔚: om. cet. Acp ‖ τοσοῦτο J1: ἐν τοσούτω Frec. ‖ 4 ἀπωσθῆναι Ν ‖ 5 ἐλθεῖν] διελθεῖν Ε 𝔚 Ac ‖ τὴν] τη E1 ‖ 6 διασπᾶσθαι] δύνασθαι ἀφικνεῖσθαι Erec. H1 N: δύνασθαι διικνεῖσθαι 𝔙rec. Hvar. Ac: δύνασθαι διικνεῖσθαι τὴν ὄψιν Fcorr. ‖ ἀχάνου N1 ‖ 7 ἂν ὑπὸ] ἀπὸ E1 ‖ 8 γιγνομένης συστάσεως scripsi; γιγνομένης)
118
καὶ ὅλως οὐδ᾿  ἐκ πλαγίου μεσουρανίου γίγνεται· ἡ γὰρ ὄψις οὐχ ὑπὸ τὴν γῆν φέρεται, ὥστε ὀλίγη ἀφικνεῖται πρὸς τὸ ἔνοπτρον, καὶ ἡ ἀνακλωμένη γίγνεται πάμπαν ἀσθενής. ὅσα μὲν οὖν ἔργα συμραίνει παρέχεσθαι τὴν ἔκκρισιν ἐν τοῖς τόποις τοῖς ὑπὲρ τῆς γῆς, σχεδόν ἐστι τοσαῦτα καὶ τοιαῦτα.

ὅσα δ᾿  ἐν αὐτῇ τῇ γῇ, ἐγκατακλειομένη τοῖς τῆς γῆς μέρεσιν, ἀπεργάζεται, λεκτέον. ποιεῖ γὰρ δύο διαφορὰς σωμάτων διὰ τὸ διπλῆ πεφυκέναι καὶ αὐτή, καθάπερ καὶ ἐν τῷ μετεώρῳ· δύο μὲν γὰρ αἱ ἀναθυμιάσεις, ἡ μὲν ἀτμιδώδης ἡ δὲ καπνώδης, ὥς φαμεν, εἰσίν· δύο δὲ καὶ τὰ εἴδη τῶν ἐν τῇ γῇ γιγνομένων, τὰ μὲν ὀρυκτὰ τὰ δὲ μεταλλευτά. ἡ μὲν οὖν ξηρὰ ἀναθυμίασίς ἐστιν ἥ τις ἐκπυροῦσα ποιεῖ τὰ ὀρυκτὰ πάντα, οἷον λίθων τε γένη τὰ ἄτηκτα καὶ σανδαράκην καὶ ὤχραν καὶ μίλτον καὶ θεῖον καὶ τἆλλα τὰ τοιαῦτα. τὰ δὲ πλεῖστα τῶν ὀρυκτῶν ἐστιν τὰ μὲν κονία κεχρωματισμένη, τὰ δὲ λίθος ἐκ τοιαύτης γεγονὼς συστάσεως, οἷον τὸ κιννάβαρι. τῆς δ᾿  ἀναθυμιάσεως τῆς ἀτμιδώδους, ὅσα μεταλλεύεται, καὶ ἔστιν ἢ χυτὰ ἢ ἐλατά, οἷον σίδηρος, χρυσός, χαλκός. ποιεῖ δὲ ταῦτα πάντα ἡ ἀναθυμίασις ἡ ἀτμιδώδης ἐγκατακλειομένη, καὶ μάλιστα ἐν τοῖς λίθοις, διὰ ξηρότητα εἰς ἓν συνθλιβομένη καὶ πηγνυοἷον [*](μένης τῆς συστάσεως Ap: ὄντος Ε 𝔚: διὰ τὸ Fcorr. m. 1 H N: om. J F1 𝔐 𝔙 ‖ 9 πλαγίας E1 𝔚 ‖ 10 ἐπὶ τὴν γῆν 𝔙rec.: πρὸς τῇ γῇ Ap ‖ 11 ἀνακλωμέν] (-η in ras. Ε) ‖ 13 τὴν γῆν 𝔐 𝔚 Ap: γῆν Ol ‖ 15 ενκατακλιομενη E1: ἐγκατακλειομένης (ut videtur) F ‖ τοῖς om. Ν ‖ 16 μέρος N ‖ ποιεῖ ex ποιῆ corr. Ν1 ‖ 17 διὰ om. H Ν ‖ τῶ H Ncorr. m. 1 ‖ διπλῆ ex διπλῆν corr. Ν1 ‖ 18 αἱ om. E1 H Ν ‖ 19 μὲν in ras. F1 ‖ ἀτμιδώδης] (post ι σ eras., - ς in ras. Erec.) ‖ ἐστιν J 𝔐 𝔙 H N: om. F ‖ 20 καὶ om. 𝔐 𝔙 F ‖ ἐν τῇ τῇ γιγνομένων] εἰρημένων E1 𝔚 ‖ ὀρεκτὰ 𝔙1 ‖ τὰ (post ὀρυκτὰ) om. J1 ‖ 21 δὲ om. E1 ‖ μεταλευτὰ N1 ‖ ἀναθυμιασεις (ut videtur) E1 ‖ ἐστιν εἴ τις J1; om. Ε 𝔚 Ol ‖ 22 τὰ (ante ὀρυκτὰ)] τ J1 ‖ ὀρεκτὰ 𝔙1 ‖ λίθον E1 ‖ γένη] (γέ- supra add. F1) ‖ τὰ (post γένη)] ται E1 ‖ 23 ἄτικτα 𝔐 F1 ‖ ὤχραν ex ὤχρον (ut videtur) corr. F1: ὄχραν Ν ‖ μίλτον] (-λ- in ras. E1) ‖ θιον E1 ‖ 24 τὰ δὲ in ras. 5 litt. Erec. ὀρεκτῶν 𝔙1 ‖ 25 κεχρωματισμένα H Ν ‖ λίθοις (ut videtur) 𝔙1 ‖ 25—26 γεγονὼς συστάσεως] (Ol): συστάσεως γεγονὼς (-νὸς Ν) J F 𝔐 𝔙 Ν ‖ 26 τὸ] Ol: om. E 𝔚 ‖ κινάβαρι 𝔚  𝔙 H Ν 𝔚 ‖ 27 ὅσα] σα E1: καὶ ὅσα Ν μεταλεύεται Η ‖ ἐλατά] ἐλα E1 ‖ 28 χρυσός, χαλκός] Ap Ol: χαλκός, χρυσός Ε1 𝔚 ‖ 29 ἀτμιδώδης ἀναθυμίσθις (om. ἡ) Ν ‖ ἐνκατακλειομένη E1 ‖ 3Ο λίθοις] χλίοις (ut videtur)1)

119
ἢ δρόσος ἢ πάχνη, ὅταν ἀποκριθῇ. ἐνταῦθα δὲ πρὶν ἀποκριθῆναι γεννᾶται ταῦτα. διὸ ἔστι μὲν ὡς ὕδωρ ταῦτα, ἔστιν δ᾿  ὡς οὔ· δυνάμει μὲν γὰρ ἡ ὕλη ὕδατος ἦν, ἔστι δ᾿  οὐκέτι, οὐδ᾿  ἐξ ὕδατος γενομένου διά τι πάθος, ὥσπερ [*](378b) οἱ χυμοί· οὐδὲ γὰρ οὕτω γίγνεται τὸ μὲν χαλκὸς τὸ δὲ χρυσός, ἀλλὰ πρὶν γενέσθαι παγείσης τῆς ἀναθυμιάσεως ἕκαστα τούτων ἐστίν. διὸ καὶ πυροῦται πάντα καὶ γῆν ἔχει· ξηρὰν γὰρ ἔχει ἀναθυμίασιν· ὁ δὲ χρυσὸς μόνος οὐ πυροῦται. κοινῇ μὲν οὖν εἴρηται περὶ αὐτῶν ἁπάντων, ἰδίᾳ δὲ σκεπτέον προχειριζομένοις περὶ ἕκαστον γένος.

1 Ἐπεὶ δὲ τέτταρα αἴτια διώρισται τῶν στοιχείων, τούτων δὲ κατὰ συζυγίας καὶ τὰ στοιχεῖα τέτταρα συμβέβηκεν εἶναι, ὧν τὰ μὲν δύο ποιητικά, τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὰ δὲ δύο παθητικά, τὸ ξηρὸν καὶ τὸ ὑγρόν· ἡ δὲ πίστις τούτων ἐκ τῆς ἐπαγωγῆς· φαίνεται γὰρ ἐν πᾶσιν [*](31 ἢ (ante δρόσος) om. E 𝔚 Frec. Ol ‖ ὅταν] οταν δ᾿  ‖ 32 ἀποκριθῆ H N ‖ ἔστι μὲν ὡς] εστιν μεν ταυτα εστιν ὡς E1; ταῦτα ἔστι μὲν ὡς 𝔚; ἔστι μὲν 1 ἔστιν ὡς Ol ‖ 33 ταῦτα om. Ε1 𝔚: ταυ Ecorr. ‖ ἦν om. Η Ol: ἐστὶ Ν ‖ 34 γινομένου Ν ‖ τι πάθος] το πάθος E: τὸ βάθος Ol 378 b 1 οὐδὲ scripsi: οὐ Ε 𝔚: οὔτε cet. ‖ 2 παγήσης E1 ‖ 3 ξηρὰν — ἀναθυμίασιν (4) om. H1 Ν1 ‖ 5 αὐτῶν ἁπάντων] πάντων Ε 𝔚: de H incertum; πάντων αὐτῶν Ald. ‖ σκεπτέον ex κεπτέον corr. N1: deest codex H: ἐπισκεπτέον E 𝔚 (Ap) ‖ 6 ἑκάστου γένους 𝔙corr. Ν: deest codex H ‖ αρισ. μεορο γ E1: αρισ. μεωρο γ corr. E1: τέλος τοῦ γ των μετεωρολογικῶν 𝔙rec.) [*](Adhibiti codices J F 𝔐 𝔙 (in quo vv. 390 b 21—22 (οἶον — τοιαῦτα) desiderantur) H Ν Ε 𝔚.) [*](Inscriptio: ἀριστοτέλους μετεωρολογικῶν δ J; μετε |ρολο| γικῶν δ (marg. m. 1) F; Ἀριστο μετεωρολογικῶν, τέταρτον 𝔐; Ἀλεξάνδρου ἀφροδισιέως εἰς τὸ ·Δ· τῶν ἀριστ μετεωρολογικῶν (m. rec.) 𝔙; αριστοτέλους μετεωρολογικῶν τεταρτον Η; αριστοτε μετεώρων, δ N; ἀριστοτέλους μετεωρολογικῶν δ E; ἀριστοτελους, μετεωρολογικῶν. τεταρτ 𝔚 ‖ p, 378 b, v. 1Ο ωρισται αιτια E1; τὰ αἴτια διώρισται Ecorr. 𝔚 Al O: διώρισται Ol: διώρισται αἴτια Ald. ‖ 11 συζυγίαν H N: τὰς συζυγίας E ‖ 12 τὸ (post καὶ) ex ποιητικὸν corr. Ν1 ‖ 13 παθητικά] παθητικα και E ὑγρουν E1 ‖ 14 πᾶσιν] ἅπασιν 𝔚)

120
ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ μεταβάλλουσαι τὰ θ᾿  ὁμογενῆ καὶ τὰ μὴ ὁμογενῆ, καὶ ὑγραίνουσαι καὶ ξηραίνουσαι καὶ σκληρύνουσαι καὶ μαλάττουσαι, τὰ δὲ ξηρὰ καὶ ὑγρὰ ὁριζόμενα καὶ τἆλλα τὰ εἰρημένα πάθη πάσχοντα αὐτά τε καθ᾿  αὑτὰ καὶ ὅσα κοινὰ ἐξ ἀμφοῖν σώματα συνέστηκεν· ἔτι δ᾿  ἐκ τῶν λόγων δῆλον, οἷς ὁριζόμεθα τὰς φύσεις αὐτῶν· τὸ μὲν γὰρ θερμὸν καὶ ψυχρὸν ὡς ποιητικὰ λέγομεν (τὸ γὰρ συγκριτικὸν ὥσπερ ποιητικόν τὶ ἐστι), τὸ δὲ ὑγρὸν καὶ ξηρὸν παθητικόν (τὸ γὰρ εὐόριστον καὶ δυσόριστον τῷ πάσχειν τι λέγεται τὴν φύσιν αὐτῶν)· ὅτι μὲν οὖν τὰ μὲν ποιητικὰ τὰ δὲ παθητικά, φανερόν· διωρισμένων δὲ τούτων ληπτέον ἂν εἴη τὰς ἐργασίας αὐτῶν, αἷς ἐργάζονται τὰ ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη. πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ μεταβολὴ τούτων τῶν δυνάμεών ἐστιν ἔργον, καὶ ἡ ἀντικειμένη φθορὰ κατὰ φύσιν. αὗται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ ζῴοις καὶ τοῖς μέρεσιν αὐτῶν. ἔστι δ᾿  ἡ ἁπλῆ καὶ ἡ φυσικὴ γένεσις μεταβολὴ ὑπὸ τούτων τῶν δυνάμεων, ὅταν ἔχωσι λόγον, ἐκ τῆς ὑποκειμένης ὕλης ἐκάστῃ φύσει· αὗται δ᾿  εἰσὶν αἱ εἰρημέναι δυνάμεις παθητικαί. γεννῶσι δὲ τὸ θερμὸν καὶ ψυχρὸν κρατοῦντα τῆς ὕλης· [*](379a) ὅταν δὲ μὴ κρατῇ, κατὰ μέρος μὲν μόλυνσις καὶ ἀπεψία γίγνεται. τῇ δ᾿  ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινὸν σῆψις· πᾶσα γὰρ ἡ κατὰ φύσιν φθορὰ εἰς τοῦθ᾿  ὁδός ἐστιν, [*](15 μὲν om. 𝔚 ‖ ψυχρότης] ἡ ψυχρότης 𝔚 ‖ 16 θ᾿  om. Ε 𝔚 ‖ καὶ τὰ μὴ ὁμογενῆ supra add. E1 ‖ 17 καὶ ξηραίνουσαι — δὲ (18) marg. in ras. 𝔙1 ‖ σκληραίνουσαι J F 𝔐 𝔙1 ‖ 20 κοινὰ om. 𝔚 ‖ ἐξ ex εεξ corr. E1 ‖ ὅτι Ν ‖ 22 ψυχρὸν] τὸ ψυχρὸν H Ν ‖ γὰρ μὲν γὰρ H ‖ 23 ὅπερ E ‖ τί om. 𝔐 𝔙1 F ‖ παθητικά J H Ν 𝔚 ‖ 24 εὐάριστον E1 ‖ καὶ δυσόριστον om. E ‖  τῷ] τὸ Ν ‖ λέγετε Ε1 ‖ 26 διωρισμένων ex διωρισμέναν corr. 𝔙1 ‖ 27 αὐτῶν αἷς] ApWB: αὐτῶν ἃς H Ν ApI: οὕτως Ol ‖ 30 φορὰ E 31 ζῴοις] τοῖς ζῴοις H 𝔚 A1 Ol ‖ 32 ἡ (ante ἁπλῆ)] om. Ol ‖ ἡ (post καὶ) om. Ε 𝔚 F Ap Ol ‖ μεταβολὴ supra add. Ε1 ‖ 379 a 1 καὶ om. F1; καὶ τὸ supra add. F1 ‖ 2 μώλυσις E1 ‖ 3 γίνεται (-ε- in ras.) 𝔚 ‖ ἁπλῆ —σαπρότης (6) in scheda resarta add. (1 ut videtur) ‖ ἐναντίον] ἐναντίονα E1 ‖ σῆψις ex σῆψις ἐὰν μὴ corr. 4 πᾶσα —ἐστιν (8) interclusionem distinguit Th. ‖ ἡ κατὰ] ο (sequitur rasura 4 litt.) Η εἰς —ἐστιν post ἄβανσις (sic enim, 5) coll. Ν)
121
οἷον γῆρας καὶ αὔανσις. τέλος δὲ πάντων τῶν ἄλλων τούτων σαπρότης, ἐὰν μή τι βίᾳ φθαρῇ τῶν φύσει συνεστώτων· ἔστιν γὰρ καὶ σάρκα καὶ ὀστοῦν καὶ ὁτιοῦν κατακαῦσαι, ὧν τὸ τέλος τῆς κατὰ φύσιν φθορᾶς σῆψίς ἐστιν. διὸ ὑγρὰ πρῶτον, εἶτα ξηρὰ τέλος γίγνεται τὰ σηπόμενα· ἐκ τούτων γὰρ ἐγένετο, καὶ ὡρίσθη τῷ ὑγρῷ τὸ ξηρὸν ἐργαζομένων τῶν ποιητικῶν. γίγνεται δ᾿  ἡ φθορὰ ὅταν κρατῇ τοῦ ὁρίζοντος τὸ ὁριζόμενον διὰ τὸ περιέχον. (οὐ μὴν ἀλλ᾿  ἰδίως γε λέγεται σῆψις ἐπὶ τῶν κατὰ μέρος φθειρομένων, ὅταν χωρισθῇ τῆς φύσεως.) διὸ καὶ σήπεται πάντα τἆλλα πλὴν πυρός· καὶ γὰρ γῆ καὶ ὕδωρ καὶ ἀὴρ σήπεται· πάντα γὰρ ὕλη τῷ πυρί ἐστι ταῦτα. σῆψις δ᾿  ἐστὶν φθορὰ τῆς ἐν ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος ὑπ᾿  ἀλλοτρίας θερμότητος· αὕτη δ᾿  ἐστὶν ἡ τοῦ περιέχοντος. ὥστε ἐπεὶ κατ᾿  ἔνδειαν πάσχει θερμοῦ, ἐνδεὲς δὲ ὂν τοιαύτης δυνάμεως ψυχρὸν πᾶν, ἄμφω ἂν αἴτια εἴη, καὶ κοινὸν τὸ πάθος ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θερμότητος ἀλλοτρίας. διὰ τοῦτο γὰρ καὶ ξηρότερα γίγνεται τὰ σηπόμενα πάντα, καὶ τέλος γῆ καὶ κόπρος· ἐξιόντος γὰρ τοῦ οἰκείου θερμοῦ συνεξατμίζεται τὸ κατὰ φύσιν ὑγρόν, καὶ τὸ σπῶν τὴν ὑγρότητα οὐκ ἔστιν· ἐπάγει γὰρ ἕλκουσα [*](5 δὲ πάντων τῶν ἄλλων τούτων] γὰρ τῶν ἄλλων ἁπάντων E1; γὰρ τούτων ἁπάντων Ecorr. 𝔚: enim horum cunctorum Henricus; δὲ τῶν ἄλλων ἁπάντων Bk. ‖ 6 απρότης E1: ἡ σαπρότης Ecorr. 𝔚 ‖ ἂν 𝔚 ‖ μή τι] μὴ E: μή τε Η (si recte Bk.) ‖ post φθαρῇ virgulam ponit Th. ‖ 7 ὁτιοῦν ex ὅτι corr. 𝔙rec. F1 ‖ 8 ἐστὶ σῆψις F: σῆψις δή (ut videtur) ἐστιν Ν1 ‖ 9 τελείως Ecorr. 𝔚: ad ultimum Henricus ‖ ἐκ ex καὶ ἐκ corr. 𝔙 ‖ 10 γὰρ om. 𝔙1 ‖ ἐγίνετο 𝔚 τῷ ὑγρῷ τῷ ξηρῷ 𝔙1; τὸ ὑγρὸν τῷ ξηρῷ 𝔚 ‖ ἐργαζομένων τοῦτο corr. Ε1 ‖ 12 οὐ —φύσεως (14) interclusionem distinxit Th. ‖ γε om. E 𝔙 F Ν Henricus 13 σῆψις] ἡ σῆψις E1( ut videtur) 𝔚 ‖ 14 πάντα τἆλλα] Ap: τἆλλα πάντα F H Ν 𝔚: ἀλλὰ Ol ‖ 15 γῆ] δὴ E ‖ 17 καὶ om. J F1 𝔙1 ‖ 19 ἐπεὶ ex ἐπὶ corr. Ε1 ‖ ἔνδειαν ex ἔνενδαν corr. Ε1 ‖ 19—2Ο ἐνδεὲς δὲ ὂν τοιαύτης δυνάμεως ψυχρὸν πᾶν] ἡ δὲ ἐνδεὲς τοιαύτης (ut videtur) δυνάμε ψυχρὸν πᾶν E1: ἐνδεὲς τὂν (ut videtur) τοιαύτης δυνάμεως ψυχρὸν πᾶν corr, E1; τὸ(ᾖ I; cf. καθὸ p) δὲ ἐνδεὲς τοιαύτης (τῆς τοιαύτης B) δυνάμεως ψυχρὸν πᾶν 𝔚 Ac; πᾶν δὲ ὂν τοιαύτης δυνάμεως ἐνδεὲς ψυχρὸν corr. H: cum sit indigens talis virtutis algidum omne Henricus ‖ 20 post εἴη in 𝔙 ras. 2 litt. ‖ 21 σῆψις]  ἡ σῆψις 𝔚 ‖ 22 γὰρ τοῦτο Ν: τοῦτο δὲ 𝔙 24 συνεξατμίζει Ε 𝔚 (Ap): simul exalatur Henricus ‖ 25 σπῶν] ἐπάξον E1 𝔚: (ἐπισπασόμενον Ap): inducens Henricus ‖ οὐκ] ου.κειτ E1; οὐκέτ᾿  Ald.)
122
ἡ οἰκεία θερμότης. καὶ ἐν τοῖς ψύχεσι δ᾿  ἧττον σήπεται ἢ ἐν ταῖς ἀλέαις (ἐν μὲν γὰρ τῷ χειμῶνι ὀλίγον ἐν τῷ περιέχοντι ἀέρι καὶ ὕδατι τὸ θερμόν, ὥστ᾿  οὐδὲν ἰσχύει, ἐν δὲ τῷ θέρει πλέον)· καὶ οὔτε τὸ πεπηγός (μᾶλλον γὰρ ψυχρὸν ἢ ὁ ἀὴρ θερμόν· οὔκουν κρατεῖται, τὸ δὲ κινοῦν κρατεῖ) οὔτε τὸ ζέον ἢ θερμὸν (ἐλάττων γὰρ ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ πράγματι, ὥστ᾿  οὐ κρατεῖ οὐδὲ ποιεῖ μεταβολὴν οὐδεμίαν). ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ ῥέον ἧττον σήπεται τοῦ ἀκινητίζοντος· ἀσθενεστέρα γὰρ γίγνεται ἡ ὑπὸ τῆς ἐν τῷ ἀέρι θερμότητος κίνησις τῆς ἐν τῷ πράγματι προϋπαρχούσης, ὥστε οὐδὲν ποιεῖ μεταβάλλειν, [*](379b) ἡ δ᾿  αὐτὴ αἰτία καὶ τοῦ τὸ πολὺ ἧττον τοῦ ὀλίγου σήπεσθαι· ἐν γὰρ τῷ πλέονι πλέον ἐστὶν πῦρ οἰκεῖον καὶ ψυχρὸν ἢ ὥστε κρατεῖν τὰς ἐν τῷ περιεστῶτι δυνάμεις. διὸ ἡ θάλαττα κατὰ μέρος μὲν διαιρουμένη ταχὺ σήπεται, ἅπασα δ᾿  οὔ, καὶ τἆλλα ὕδατα ὡσαύτως. καὶ ζῷα ἐγγίγνεται τοῖς σηπομένοις διὰ τὸ τὴν ἀποκεκριμένην θερμότητα φυσικὴν οὖσαν συνιστάναι τὰ ἐκκριθέντα. τί μὲν οὖν ἐστι γένεσις καὶ τί φθορά, εἴρηται.

2 λοιπὸν δ᾿  εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι δυνάμεις ἐργάζονται ἐξ ὑποκειμένων τῶν φύσει συνεστώτων ἤδη. ἔστι δὴ θερμοῦ μὲν πέψις, πέψεως δὲ πέπανσις, ἕψησις, [*](non Henricus ‖ ἔσται F ‖ 26 καὶ om. 𝔐: ex corr. F ‖ ταῖς 𝔚 ‖ δ  del. F1 27 ἀλέοις Ν ‖ 28 ἀέρι supra add. Ε1 ‖ 29 θέρι Ν ‖ 30 θερμός J F 𝔐 𝔙 Nrec.: calidus Henricus ‖ -ται- — κρατεῖ (31) supra et in marg. add. E1 31 τὸ supra add. E1 ‖ ζέον] -ε- ex corr. E1) ‖ ἔλάττον 𝔚 ‖ 32 οὐ] οὐδὲ Ν ‖ 33 μίαν E1 ‖ μοίως Ν1 ‖ δὴ Ν ‖ ῥέον] τὸ ῥέον Ol: ex ῥέον καὶ corr. E1: sequitur in F rasura unius litt. ‖ 34 τοῦ ex τὸ corr. E1 ‖ γείνεται E1 ‖ 379 b2 ἡ ex εἰ corr. F ‖ 3 πλέον] πλιον E1 ‖ οἰκεῖον ex οικιον corr. E1 ‖ ἢ om. Ε 𝔚: quam Henricus ‖ 4 κρατεῖ E: καὶ κρατεῖν 𝔚 ‖ περιέχοντι Fvar. H Ν ‖ διὸ] διὸ καὶ F ‖ θάλασσα Ε 𝔚 ‖ 5 διαιρουμέν- om. E1  ‖ 6 ὕδατα] δ᾿  𝔚 ‖ ἐνγίγνεται E: ἐγγίνεται ἐν 𝔚 ‖ 7 ἀποκρινομένην E( post ι ras. 2 litt.) 𝔚 Ap; ex ἀποκριμένην corr. F1; ἀποκεκρυμένην N: disgregans Henricus ‖ 8 post οὖσαν in 𝔙 ras. 8 litt. ‖ συνεστάναι H Ν incipit cap. alterum in editione Eras. III ‖ ἐστι om. H Ν ‖ γένος N 9 τί] Al: τίς E1: om. H Ν Ol ‖ 10 ὅσα] οις (ut videtur) E1 ‖ εἰρημέναι ex corr. 𝔙1 ‖ 12 δὴ supra add. E1: δὲ Erec. F ‖ μὲν om. J ‖ πέπανσις] (σ prior in ras. E): ex πέπανσις καὶ (ut videtur) corr. F1)

123
ἔτι ὄπτησις· ψυχρότητος δὲ ἀπεψία, ταύτης δὲ ὠμότης, μόλυνσις, στάτευσις. δεῖ δὲ ὑπολαμβάνειν μὴ κυρίως ταῦτα λέγεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν, ἀλλ᾿  οὐ κεῖται καθόλου τοῖς ὁμοίοις, ὥστε οὐ ταῦτα ἀλλὰ τοιαῦτα δεῖ νομίζειν εἶναι τὰ εἰρημένα εἴδη. εἴπωμεν δ᾿  αὐτῶν ἕκαστον τί ἐστιν. πέψις μὲν οὖν ἐστιν τελείωσις ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικειμένων παθητικῶν· ταῦτα δ᾿  ἐστὶν ἡ οἰκεία ἑκάστῳ ὕλη. ὅταν γὰρ πεφθῇ, τετελείωταί τε καὶ γέγονεν. καὶ ἡ ἀρχὴ τῆς τελειώσεως ὑπὸ θερμότητος τῆς οἰκείας συμβαίνει, κἂν διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ, οἷον ἡ τροφὴ συμπέττεται καὶ διὰ λουτρῶν καὶ δι᾿  ἄλλων τοιούτων· ἀλλ᾿  ἥ γε ἀρχὴ ἡ ἐν αὐτῷ θερμότης ἐστίν. τὸ δὲ τέλος τοῖς μὲν ἡ φύσις ἐστίν, φύσις δὲ ἣν λέγομεν ὡς εἶδος καὶ οὐσίαν· τοῖς δὲ εἰς ὑποκειμένην τινὰ μορφὴν τὸ τέλος ἐστὶ τῆς πέψεως, ὅταν τοιονδὶ γένηται καὶ τοσονδὶ τὸ ὑγρὸν ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον ἢ ἄλλως πως θερμαινόμενον· τότε γὰρ χρήσιμόν [*](13 ἔτι om. Ε 𝔚 F1 Ap ‖ δὲ (ante ἀπεψία) om. J H Ν ‖ 14 μώλυνσις J N1( ut videtur): μώλυσις E1 ‖ στάθευσις J Fcorr.m.1 𝔙 Ecorr.m 1 𝔚: τατευσις Ε1 ‖ δὲ supra add. Ε1 ‖ 15—16 ὀνόματα (τοῖς γὰρ πράγμασιν οὐ κεῖται), ἀλλὰ καθόλου τούτοις τε ὁμοίως ci, Th. ‖ 15 ἀλλ᾿  οὐ] οὐ γὰρ Fcorr.m. 1 H Ν Ol: non enim Henricus ‖ 16 τοῖς ὁμοίως J Ε1 𝔚: similibus Henricus ‖ 17 τὰ om. E1 ‖ 18 ὅτι Ecorr.m. 1 𝔚: quid Henricus ‖ πέψις μὲν οὖν] (ante ψ in E ras. unius litt.); ἡ μὲν πέψις F1 ‖ 19 ἐκ in ras.4 litt. E ὑποκειμένων corr. J ‖ παθηματικῶν corr. E1 𝔚1; passionibus Henricus ‖ 20 δ  om. F ‖ ἡ postea add. F1 ‖ ἑκάστῳ Ac: ἐν ἑκάστῳ H N: ἐν ἑκάστῳ εἴδει Frec.: ἑκάστου Ol: ἑκάστη Bk.: singule (materie) Henricus ‖ ὕλη] ἡ ὕλη 𝔙1 ‖ 21 τι καὶ Ecorr. m.1 𝔚: et Henricus ‖ τελειότητος  H N 𝔚 ‖ 22  τῆς om. E 𝔚 Ol ‖ οικιας E1 ‖ συμβαίνει] (-β- in ras. Erec.): συναινεῖ 𝔚:  accidit Henricus ‖ κἂν ex τἂν corr. Ν1 ‖ διά] δή 𝔙 ‖ 23 ἐπιτελεσθῆ 𝔚 ‖ συνπέττεται Ε F Ν: per iter digeritur Henricus: notandum est archetypi lineam (CLASSICAL PHILOLOGY X (1915), 208—11) vocabulis διὰ πορείας compleri potuisse, quorum tamen nullum apud commentatores vestigium ‖ καὶ om. E1; et Henricus λουτρῶν ex λουτρον corr. 𝔙1 ‖ 24 δι᾿  om. E 𝔚: per Henricus ‖ θερμότητος 𝔚 ‖ 25 δὲ (ante τέλος) supra add. F1 ‖ φύσις δὲ — οὐσίαν (26) glossam suspicatur S. -Hilaire: habent Α O ‖ 26 ὡς om. 𝔐 𝔙1 ‖ οὐσία Ν 27 μορφὴν] φύσιν J1 (ut videtur) F1 ‖ τοιονδὶ] AcI: τοιόνδε E1( ut videtur) 𝔚 Η Ν AcWB Ol: τοιοῦτον δὴ F1: τοιονδὶ δὲ λεπτότερον var. F ‖ 28 τοσονδὶ] AcI; τοσόνδε Ecorr. m.1 𝔚 AcWB Ol ‖ ὀπτόμενον F ‖ εψωμενον E ‖ σηπόμενον] Oclp: πεπαινόμενον (in O glossam) ci, Th. ‖ 29 θερμαινόμενον] (-αι- in ras. Erec.))
124
ἐστι καὶ πεπέφθαι φαμέν, ὥσπερ τὸ γλεῦκος καὶ τὰ ἐν τοῖς φύμασιν συνιστάμενα, ὅταν γένηται πύον, καὶ τὸ δάκρυον, ὅταν γένηται λήμη· ὁμοίως δὲ καὶ τἆλλα. συμβαίνει δὲ τοῦτο πάσχειν ἅπασιν, ὅταν κρατηθῇ ἡ ὕλη καὶ ἡ ὑγρότης· αὕτη γάρ ἐστιν ἡ ὁριζομένη ὑπὸ τῆς ἐν τῇ φύσει θερμότητος. ἕως γὰρ ἂν ἐνῇ ἐν αὐτῇ ὁ λόγος, φύσις τοῦτ᾿  ἐστίν. διὸ καὶ ὑγιείας σημεῖα τὰ τοιαῦτα, καὶ οὖρα καὶ ὑποχωρήσεις [*](380a) καὶ ὅλως τὰ περιττώματα. καὶ λέγεται πεπέφθαι, ὅτι δηλοῖ κρατεῖν τὴν θερμότητα τὴν οἰκείαν τοῦ ἀορίστου. ἀνάγκη δὲ τὰ πεττόμενα παχύτερα καὶ θερμότερα εἶναι· τοιοῦτον γὰρ ἀποτελεῖ τὸ θερμόν, εὐογκότερον καὶ παχύτερον καὶ ξηρότερον. πέψις μὲν οὖν τοῦτο ἐστίν· ἀπεψία δὲ ἀτέλεια δι᾿  ἔνδειαν τῆς οἰκείας θερμότητος (ἡ δὲ ἔνδεια τῆς θερμότητος ψυχρότης ἐστίν)· ἡ δ᾿  ἀτέλειά ἐστιν τῶν ἀντικειμένων παθητικῶν, ἥπερ ἐστὶν ἑκάστῳ φύσει ὕλη. πέψις μὲν οὖν καὶ ἀπεψία διωρίσθω τοῦτον τὸν τρόπον.

3 πέπανσις δ᾿  ἐστὶν πέψις τις· ἡ γὰρ τῆς ἐν τοῖς περικαρπίοις τροφῆς πέψις πέπανσις λέγεται. ἐπεὶ δ᾿  ἡ πέψις τελέωσις, τότε ἡ πέπανσις τελέα ἐστὶν ὅταν τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀποτελεῖν τοιοῦτον ἕτερον οἷον [*](30 φαμέν] μὲν 𝔐 𝔙1 F1: μὲν λέγω Frec. ‖ ὥσπερ] ὥπερ καὶ 𝔚 ‖ 31 συνιστάμενα ὅταν γένηται marg. J1: συνιστάμενα, ὅταν γινηται F: συνιστάμενα ὄντα γένηται 𝔚 ‖ ποιὸν (sic enim) — δάκρυον in ras. J1 ‖ ποιὸν J1( vide supra) 𝔙1 ‖ 35 γὰρ supra add. F1 ‖ ὁ om. J ‖ 380 a 1 σημια E1 ‖ ὑποχωρίσεις J; ὑποχωρησις E1 ‖ 2 καὶ λέγεται om. F1 ‖ πεπέφθαι supra add. E1 ‖ ὅτι] (-τι in ras. Erec.): ὃ 𝔚: quoniam Henricus: ὅταν ci. Th. ‖ 3 οἰκίαν E1 ‖ ἀορίστου] ὑγροῦ Ap; τοῦ ὁριστοῦ, τουτέστι τοῦ ὑγροῦ  Op ‖ πεπτόμενα] Ε1; περιττώματα F1 ‖ παχύτερα] (-ερα ex corr. Ν1) θερμότερα εἶναι ex ξηρότερα corr. F1 (ut videtur) ‖ τοιοῦτον — ξηρότερα (sic enim, 5) supra et in marg. add. F1 ‖ 5  εὐογκότερα F: εὐογγότερον Ν: καὶ εὐογκότερον 𝔚: levius Henricus ‖ παχύτερα F ‖ ξηρότερα F ‖ 6 ἀπεψία] (-ι- in ras. Erec.) ‖ ἀτέλεια ex τέλεια corr E1 ‖ ἔνδιαν E1; (-α- ex corr. Jrec.) ‖ 7 ἡ δὲ ἔνδεια τῆς θερμότητος] ο E: indigenciaque caloris Henricus: aut ἡ — ἐστίν (8) interclusionem distinguendam aut ὅ cum E codice legendum censet Τh. ‖ 8 παθητικῶν ex corr. Ν1: παθηματικῶν 𝔚 ‖ 9 εἴπέρ 𝔚 ‖ ἐστιν om. F ‖ ἐκάστου corr. 𝔙: ἐκάστῳ πάθει 𝔚 ‖ ὕλη φύσει Ν ‖ 10 τὸν τρόπον τοῦτον 𝔚: hoc modo Henricus ‖ 11 πέψις ἐστὶν F ‖ τις om. 𝔐 𝔙1 F ‖ τῆς ἐν in ras. 5 litt. 𝔙1: ἐν 𝔐 F 12 τροφῆς πέψις] τῆς τροφῆς F ‖ 13 τελέωσις] Op; in hoc voc. cadit Al; τελείωσίς τις E1 𝔙rec.: τελείωσίς τις ἐστιν Ecorr.m. 1 𝔚: τελείωσις F H Ν ‖ τελια ἐστιν E1: τελεία ἐστίν Erec. 𝔚 𝔙rec. F H Ν: τελείωσίς τις Ol)

125
αὐτό· καὶ γὰρ ἐπὶ τῶν ἄλλων τὸ τέλεον οὕτω λέγομεν. περικαρπίου μὲν οὖν αὕτη πέπανσις, λέγεται δὲ καὶ ἄλλα πολλὰ πέπονα τῶν πεπεμμένων, κατὰ μὲν τὴν αὐτὴν ἰδέαν, μεταφοραῖς δέ, διὰ τὸ μὴ κεῖσθαι, καθάπερ εἴρηται καὶ πρότερον, ὀνόματα καθ᾿  ἑκάστην τελείωσιν περὶ τὰ ὁριζόμενα ὑπὸ τῆς φυσικῆς θερμότητος καὶ ψυχρότητος. ἔστιν δὲ ἡ φυμάτων καὶ φλέγματος καὶ τῶν τοιούτων πέπανσις ἡ ὑπὸ τοῦ φυσικοῦ θερμοῦ τοῦ ἐνόντος ὑγροῦ πέψις· ἀδύνατον γὰρ ὁρίζειν μὴ κρατοῦν. ἐκ μὲν οὖν τῶν πνευματικῶν ὑδατώδη, ἐκ δὲ τῶν τοιούτων τὰ γεηρὰ συνίσταται, καὶ ἐκ λεπτῶν αἰεὶ παχύτερα γίγνεται πεπαινόμενα πάντα. καὶ τὰ μὲν εἰς αὐτὴν ἡ φύσις ἄγει κατὰ τοῦτο, τὰ δὲ ἐκβάλλει. πέπανσις μὲν οὖν εἴρηται τί ἐστιν· ὠμότης δ᾿  ἐστὶν τὸ ἐναντίον· ἐναντίον δὲ πεπάνσει ἀπεψία τῆς ἐν τῷ περικαρπίῳ τροφῆς· αὕτη δ᾿  ἐστὶν ἡ ἀόριστος ὑγρότης. διὸ ἢ πνευματικὴ ἢ ὑδατώδης ἢ τῶν ἐξ ἀμφοῖν ἐστιν ἡ ὠμότης. ἐπεὶ δ᾿  ἡ πέπανσις τελέωσίς τίς ἐστιν, ἡ ὠμότης ἀτέλεια ἔσται. γίγνεται δ᾿  ἡ ἀτέλεια δι᾿  ἔνδειαν τοῦ φυσικοῦ θερμοῦ καὶ ἀσυμμετρίαν πρὸς τὸ ὑγρὸν τὸ πεπαινόμενον. οὐδὲν δὲ ὑγρὸν αὐτὸ καθ᾿  αὑτὸ πεπαίνεται ἄνευ ξηροῦ· ὕδωρ γὰρ οὐ παχύνεται μόνον τῶν ὑγρῶν. συμβαίνει [*](15 τέλιον E1: τέλειον Ecorr. 𝔚 𝔙rec. F ‖ οὕτω] τοιοῦτον F ‖ λέγωμεν J ‖ 16 περικαρπίας 𝔐 𝔙1 (ut videtur): περικαρπίων F ‖ μὲν οὖν] μὲν 𝔚 ‖ αὕτη] αὕτη ἡ 𝔙rec. ‖ 16—17 καὶ ἄλλα πολλὰ πέπονα] (Ap): πέπονα καὶ ἄλλα πολλὰ Jrec. Fcorr. 𝔐 𝔙rec. H Ν: πέπανα καὶ ἄλλα πολλὰ J1 F1 𝔙1: πέπωνα καὶ ἄλλα πολλὰ corr. F ‖ 17 πεπαμμένων E F1: πεπεμένων N ‖ μὲν del. Erec. ἰδέαν] (ι- in ras. Erec.) 18 μεταφορᾷ Ald. κατὰ μεταφορὰν Ap 19 τελείωσιν] τὴν τελείωσιν J F1 𝔐 𝔙 ‖ 20 καὶ ψυχρότητος supra add. E1 ‖ ἔτι δὲ ἐστι ἡ (ἡ supra add. m. 1) F ‖ 21 φλέγματος] Ac: φλεγμάτων Ecorr. m. 1 𝔚: nascenciarum Henricus ‖ 23 μι E1 ‖ οὖν om. F1 ‖ τῶν om. Ε 𝔚 Al Ol ‖ 24 τῶν τοιούτων τὰ] τοιούτων Th. ‖ λεπτῶν] (-πτ- ex corr. 𝔙1) ‖ ἀεὶ J F 𝔐 𝔙 N 𝔐 ‖ 25 πεπενόμενα J1 Ν ‖ 26 ἑαυτὴν 𝔚 ‖ κατὰ] ὅταν τρέφηται κατὰ 𝔐  𝔙 F ‖ ἐκβάλλη 𝔐1(ut videtur) F: ἐκβάλει Ν ‖ 27 τί ἐστιν, εἴρηται H Ν ‖ ἐστὶν om. 𝔚 29 ἡ om. F N1 ‖ ἢ (ante πνευματικὴ)] δὴ Ecorr. 𝔚 ‖ 30 ἐξ supra add. E1 ‖ ἐπεὶ ex ἐπὶ corr. E1 ‖ τελείωσίς Ε 𝔚 H Ν ‖ 31 τί F1 ‖ τελεία J1: ατελια E1 ἔσται] ἐστί 𝔚: erit Henricus ‖ γίνονται 𝔚 ‖ ἡ (post δ᾿ ) om. Ε 𝔚 ‖ ατελια Ε1 ‖ 32 ενδιαν E1 φυσικοῦ] (-ου ex corr. F1) ‖ 33 πεπαινόμενον ex πεπαινώμενον corr. N1 ‖ οὐδὲν — ὑγρῶν (34) post ἄποτοι (380 b 3) coll. Henricus ‖ δὲ ex γὰρ corr. F1 ‖ 34 γὰρ] δ᾿  𝔚: enim Henricus ‖ οὐ παχύνεται om. N ‖ μόνων Fcorr.(ut videtur) m.1 N)
126
δὲ τοῦτο ἢ τῷ τὸ θερμὸν ὀλίγον εἶναι ἢ τῷ τὸ ὁριζόμενον [*](380b) πολὺ· διὸ καὶ λεπτοὶ οἱ χυμοὶ τῶν ὠμῶν, καὶ ψυχροὶ μᾶλλον ἢ θερμοί, καὶ ἄβρωτοι καὶ ἄποτοι. λέγεται δὲ καὶ ἡ ὠμότης ὥσπερ καὶ ἡ πέπανσις, πολλαχῶς. ὅθεν καὶ οὖρα καὶ ὑποχωρήσεις καὶ κατάρροι ὠμοὶ λέγονται διὰ τὸ αὐτὸ αἴτιον· τῷ γὰρ μὴ κεκρατῆσθαι ὑπὸ τῆς θερμότητος μηδὲ συνεστάναι ὠμὰ πάντα προσαγορεύεται. πόρρω δὲ προϊόντων καὶ κέραμος ὠμὸς καὶ γάλα ὠμὸν καὶ ἄλλα πολλὰ λέγεται, ἐὰν δυνάμενα μεταβάλλειν καὶ συνίστασθαι ὑπὸ θερμότητος ἀπαθῆ ᾖ. διὸ τὸ ὕδωρ ἑφθὸν μὲν λέγεται, ὠμὸν δ᾿  οὔ, ὅτι οὐ παχύνεται. πέπανσις μὲν οὖν καὶ ὠμότης εἴρηται τί ἐστιν, καὶ διὰ τί ἐστιν ἑκάτερον αὐτῶν· ἕψησις δ᾿  ἐστὶν τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου ἐν τῷ ὑγρῷ, λέγεται δὲ τοὔνομα κυρίως μόνον ἐπὶ τῶν ἑψομένων. τοῦτο δ᾿  ἂν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες ἢ ὑδατῶδες. ἡ δὲ πέψις γίγνεται ἀπὸ τοῦ ἐν τῷ ὑγρῷ πυρός· τὸ γὰρ ἐπὶ τῶν τηγάνων ὀπτᾶται (ὑπὸ γὰρ τοῦ ἔξωθεν θερμοῦ πάσχει, ἐν ᾧ δ᾿  ἐστὶν ὑγρῷ, ποιεῖ ἐκεῖνο μᾶλλον ξηρόν, εἰς αὑτὸ ἀναλαμβάνον), τὸ δ᾿  ἑψόμενον τοὐναντίον ποιεῖ (ἐκκρίνεται γὰρ ἐξ αὐτοῦ τὸ ὑγρὸν ὑπὸ τῆς ἐν τῷ ἔξω ὑγρῷ θερμασίας)· διὸ ξηρότερα τὰ ἑφθὰ τῶν ὀπτῶν· οὐ γὰρ ἀνασπᾷ εἰς ἑαυτὰ τὸ ὑγρὸν τὰ ἑψόμενα· κρατεῖ γὰρ ἡ ἔξωθεν θερμότης τῆς ἐντός· εἰ δ᾿  ἐκράτει ἡ ἐντός, εἷλκεν ἂν εἰς ἑαυτήν. ἔστιν δ᾿  οὐ πᾶν σῶμα ἑψητόν· [*](380 b 1 τὸ (ante θερμὸν)] Ap: om. J F 𝔐 𝔙 Ν ‖ τῷ (post εἶναι ἢ) om. F ‖ 2 διὸ καὶ] καὶ γὰρ διὰ τοῦτο F ‖ 4 καὶ (post δὲ) om. Ν ‖ 5 κάταροι Ν ‖ 6 τὸ αὐτὸ] τὸ E: eandem Henricus ‖ κεκρατεῖσθαι (ut videtur) 𝔙1; ex κρατῆσθαι corr. Ν1 ‖ 7 συνιστάναι N ‖ προσαγορεύονται 𝔐 𝔙 9 λέγονται 𝔐 ‖ 1Ο τὸ om. 𝔚 ‖ 11 πέπανσις — διὰ τί ἔστιν (12) om. F1 ‖ 12 ἐστιν (ante ἑκάτερον) om. H Ν ‖ ἑκάτερον αὐτῶν] F1 et rec.: del. F1 ‖ 13 ἔψης J1: ἡ ἕψησις F ‖ 14 ὑγρῷ] ἑψομένῳ ὑγροῦ ci, Τh, ‖ 15 ἐπὶ μόνων τῶν ἑψομένων 𝔚: ἐκὶ τῶν ἑψομένων μόνων H N ‖ εἴη] ἦν Ν ‖ ὡς 𝔚 ‖ 16 πνευματῶδες] post τ in E ras. unius litt.) ‖ ἢ ὑδατῶδες] Ac (Op): om. J1 𝔚: ‖ marg. E1: vel aquaticum Henricus ‖ ἀπὸ] Ac: ὑπὸ 𝔙rec. 𝔚 Olp ‖ 17 τὸ] τὰ Jvar. Ε 𝔚 (Ap) Ol ‖ ὠπτᾶται E1 ‖ 18 ἔξωθεν] Ap: ἔξω Ε 𝔚 ‖ θερμοῦ] πυρὸς F ‖ 19 ξηρὸν post ἀναλαμβάνον coll. F ‖ αὐτὸ Ε1 𝔙1: ἑαυτὸ 𝔐 F ‖ 20 ὑπὸ] ἀπὸ 𝔐 𝔙1 ‖ 21 ἐν τῷ supra add. F1 ‖ 21—22 τὰ ὀπτὰ τῶν φθῶν E1; τὰ ὀπτὰ τῶν ἑφθῶν corr. E1; elixa assis Henricus ‖ 22 αὑτὰ E: ἑαυτὸ J 𝔐 𝔙 23 ἔξωθεν ex ἔξωοεν corr. E1 ‖ 24 σῶμα supra add. J1)
127
οὔτε γὰρ ἐν ᾧ μηδέν ἐστιν ὑγρόν, οἷον ἐν λίθοις, οὔτ᾿  ἐν οἷς ἔνεστι μέν, ἀλλ᾿  ἀδύνατον κρατηθῆναι διὰ πυκνότητα, οἷον ἐν τοῖς ξύλοις· ἀλλ᾿  ὅσα τῶν σωμάτων ἔχει ὑγρότητα παθητικὴν ὑπὸ τῆς ἐν τῷ ὑγρῷ πυρώσεως. λέγεται δὲ καὶ χρυσὸς ἕψεσθαι καὶ ξύλον καὶ ἄλλα πολλὰ, κατὰ μὲν τὴν ἰδέαν οὐ τὴν αὐτήν, μεταφορᾷ δέ· οὐ γὰρ κεῖται ὀνόματα ταῖς διαφοραῖς. καὶ τὰ ὑγρὰ δὲ ἕψεσθαι λέγομεν, οἷον γάλα καὶ γλεῦκος, ὅταν ἐν τῷ ὑγρῷ ὁ χυμὸς εἰς εἶδός τι μεταβάλλῃ ὑπὸ τοῦ κύκλῳ καὶ ἔξωθεν πυρὸς θερμαίνοντος, ὥστε τρόπον τινὰ παραπλήσιον τῇ εἰρημένῃ ἑψήσει [*](381a) ποιεῖ. (τέλος δὲ οὐ ταὐτὸ πᾶσιν, οὔτε ἐψομένοις οὔτε πεττομένοις, ἀλλὰ τοῖς μὲν πρὸς ἐδωδήν, τοῖς δὲ πρὸς ῥόφησιν, τοῖς δὲ πρὸς ἄλλην χρείαν, ἐπεὶ καὶ τὰ φάρμακα ἕψειν λέγομεν.) ὥστε ὅσα παχύτερα δύναται γίγνεσθαι ἢ ἐλάττω ἢ βαρύτερα, ἢ τὰ μὲν αὐτῶν τοιαῦτα τὰ δ᾿  ἐναντία, διὰ τὸ διακρινόμενα τὰ μὲν παχύνεσθαι τὰ δὲ λεπτύνεσθαι, ὥσπερ τὸ γάλα εἴς τε ὀρὸν καὶ πυετίαν, πάντα ἑψητά ἐστιν. τὸ δὲ ἔλαιον οὐχ ἕψεται αὐτὸ καθ᾿  ἑαυτό, ὅτι τού των οὐδὲν πάσχει. ἡ μὲν οὖν κατὰ τὴν ἕψησιν λεγομένη πέ ψις τοῦτ᾿  ἐστίν· καὶ οὐδὲν διαφέρει ἐν ὀργάνοις τεχνικοῖς καὶ [*](25 ἐν λίθοις] λίθος E1: λίθοις 𝔚: in lapidibus Henricus ‖ 27 τοῖς om. F ‖ 29 κατὰ] καὶ τὰ F1 ‖ 30 τὴν (ante ἰδέαν) om. 𝔚 ‖ δείαν E1 ‖ οὐ (ante τὴν supra add. E1: om. Th. ‖ κεῖται] (Ap) Ol: κρατεῖται (ut videtur) E1 (post γὰρ in marg. αρ eras.); ἄρτι κρατεῖται 𝔚: εἰσιν Op; iacent Henricus ‖ ὀνόματα] Op; ὄνομα J F 𝔐 H Ν: τὰ ὀνόματα E1 𝔚 Ol: οἰκεῖα ὀνόματα Ap; nomina Henricus  ‖ 31 μεταφοραῖς F1 ‖ 32 ὁ ἐν τῷ ὑγρῷ Hcorr.(Ap) Ol: ὁ ἐν τῷ ὑγρῷ ὁ corr. 𝔙1: ὁ ἐν τοῦτ᾿  ὑγρῷ ὁ Frec. ‖ 33 κύκλου J 𝔙1(κυκλ- ex corr. m. 1) 34 ἑψήσει ex ἑψήση corr. Ε1 ‖ 381 a 1 τέλος — λέγομεν (4) falso huc inserta esse suspicatur S.-Hilaire ‖ τὸ αὐτὸ ex τὸ corr. E1 ‖ ἑψομένης Ν ‖ πετομένης Ν1: πεττομένης Nrec. ‖ 2 τοῖς (ante μὲν) ex corr. 𝔙 ‖ 3 χροίαν N ‖ 4 ἕψειν] ἔψεινψειν (ut videtur) E1; ἕψειν μὲν Η ‖ λέγωμεν 5 ἢ (ante βαρύτερα) ex corr. 𝔙: in ras. ut videtur Η1 ‖ ἢ (post βαρύτερα) ex καὶ (ut videtur) corr. 𝔙1 ‖ μὲν] (μ- in ras., ubi prius, ut videtur, κ 𝔐) ‖ τὰ (post τοιαῦτα) supra add. E1 ‖ 6 διακρινόμενα ex κρινόμενα corr. F1 ‖ 7 τε om. E 𝔚 𝔙1 ‖ ὁρὸν J: ὀρρὸν Erec. 𝔚 𝔙corr. m.1 Fcorr.m.1 H Ν: ὀπτὸν F1 ‖ πυτίαν Ε 𝔚 𝔙corr.: πυτυίαν F1; recoctam necnon mel et similia Henricus ‖ 8 ἔλαιον] (ελ- in ras. E1) ‖ αὑτὸ Ε 𝔚 H Ν ‖ 10—11 φυσικοῖς καὶ τεχνικοῖς 𝔐 𝔙 F: καὶ φυσικοῖς καὶ τεχνικοῖς N: τεχνικοῖς E; τεχνικοῖς ἢ φυσικοῖς 𝔚: artificialibus sive in naturalibus Henricus)
128
φυσικοῖς ἐάν τι γίγνηται· διὰ τὴν αὐτὴν γὰρ αἰτίαν πάντα ἔσται. μόλυνσις δὲ ἀπεψία μὲν ἡ ἐναντία ἑψήσει· εἴη δ᾿  ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα ἀπεψία τοῦ ἐν τῷ σώματι ἀορίστου δι᾿  ἔνδειαν τῆς ἐν τῷ ὑγρῷ τῷ πέριξ θερμότητος (ἡ δ᾿  ἔνδεια μετὰ ψυχρότητος ὅτι ἐστίν, εἴρηται)· γίγνεται δὲ διὰ κίνησιν ἄλλην· ἐκκρούεται γὰρ ἡ πέττουσα, καὶ ἡ ἔνδεια δὲ ἢ διὰ τὸ πλῆθος τῆς ἐν τῷ ὑγρῷ ψυχρότητος ἢ διὰ τὸ ἐν τῷ ἑψομένῳ πλῆθος· τότε γὰρ συμβαίνει τὴν ἐν τῷ ὑγρῷ θερμότητα πλείω μὲν εἶναι ἢ ὥστε μὴ κινῆσαι, ἐλάττω δὲ ἢ ὥστε ὁμαλῦναι καὶ συμπέψαι. διὸ σκληρότερα μὲν τὰ μεμωλυσμένα γίγνεται τῶν ἑφθῶν, τὰ δ᾿  ὑγρὰ διωρισμένα μᾶλλον. ἕψησις μὲν οὖν καὶ μόλυνσις εἴρηται, καὶ τί ἐστιν καὶ διὰ τί ἐστιν· ὄπτησις δ᾿  ἐστὶν πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας. διὰ τοῦτο κἂν ἕψων τις ποιῇ μεταβάλλειν καὶ πέττεσθαι, μὴ ὑπὸ τῆς τοῦ ὑγροῦ θερμότητος ἀλλ᾿  ὑπὸ τῆς τοῦ πυρός, ὅταν τελεσθῇ, ὀπτὸν γίγνεται καὶ οὐχ ἑφθόν, καὶ τῇ ὑπερβολῇ προσκεκαῦσθαι λέγεται· ὑπὸ ξηρᾶς δὲ θερμότητος γίγνεται ὅταν ξηρότερον γίγνηται ἐπιτελεσθέν. διὸ καὶ τὰ ἐκτὸς ξηρότερα τῶν ἐντὸς· τὰ δ᾿  ἑφθὰ [*](11 τι om. Ε F Ol Henricus ‖ γένηται Ν  Ol ‖ 11—12 γὰρ αἰτίαν ἅπαντα ἔσται H Ν: αἰτίαν γὰρ ἔσται πάντα 𝔐 ‖ 12 μώλυνσις J1: ex μώλυσις corr. E1 ‖ μὲν ἡ ἐναντία] μὲν ἐναντία δ᾿  J F1 𝔐 𝔙: μὲν ἡ ἐναντία δ᾿  Frec.: ἡ ἐναντία E 𝔚: ἐναντία Ol: contraria Henricus ‖ εἴη δ᾿  ἂν ex ειη δ αν εἴη δ᾿  ἂν corr. E1 ‖ 13 ἥ τε πρώτη λεχθεῖσα] (ε prima in ras. 𝔙rec.): καὶ τῇ πρώτῃ λεχθείσῃ ci. Th. ‖ τοῦ] τῷ Ε ‖ 14 ἔνδιαν E1 ‖ τῷ (post ὑγρῷ) ex τῷ τῷ corr. E: ex corr. F1: τὸ Ν ἡ—εἴρηται (15) interclusionem distinxit Th. ‖ ἡ] ὁ F1 ‖ 15 ἔνδεια ex ἔνδια corr. E1 ‖ ὅτι μετὰ ψυχρότητος 𝔚 ‖ δὲ] (-ε in ras. F1): δὲ ἢ J 𝔙corr. Nrec. 𝔚: δ᾿  ἡ 𝔐: δὲ καὶ corr. F1: -que Henricus ‖ 16 post διὰ in 𝔙 ras. 3 litt. ‖ ἐκκρούεται γὰρ ἡ πέττουσα] (ἡ supra add. Ε); ἡ γάρ πέττουσα ἐκκρούεται F ἔνδια E1 ‖ 18 πλῆθος del. Th. ‖ 19 μὴ supra add. F ‖ 20 ὡμωλῦναι Ε1 ‖ 21 μεμολυσμένα Erec. 𝔚 𝔐 𝔙 F H Ν ‖ 22 καὶ μώλυνσις εἴρηται J: καὶ μώλυσις εἴρηται Ε1; εἴρηται καὶ μόλυνσις H Ν ‖ 23 ἔστιν om. Ν ‖ 24 κἂν] καὶ F1( ut videtur) Ν ‖ ποιῇ var. J: ποιεῖ J1 N Ε1 ‖ 25 τοῦ om. E ‖ 26 ὅτταν E ‖ τελεσθῇ var. F: τελευτηθῆ F1 ‖ ὀπτὸν] ὀπτὸν δὲ corr. E1; ὀπτὸν τὲ 𝔚: assatum equidem Henricus ‖ 27 ἑφθόν] (-φ- in ras. E1): (-ο- supra add. J1): ἑφθὲν Ν ‖ τῇ ex η corr. E1: ἡ 𝔚 ‖ προσκεκαῦσθαι] (-καυσ-in ras Nrec.): ex προσκεκλυσθαι corr, Ε1 ‖ ‖ γίνεται ὅταν ξηρότερόν τι γίγνηται F; γίνεται E1; ὅταν ξηρότερον γένηται Ecorr. m. 1 𝔚 ‖ ἐπιτελεσθέν] τὸ ἐπιτελέσθέν 𝔚 ‖ 29 ξηρότερα] ξηρότερά ἐστι 𝔚)
129
τοὐναντίον. καὶ ἔργον ἐπὶ τῶν χειροκμήτων τὸ ὀπτῆσαι μεῖζον ἢ ἑψῆσαι· χαλεπὸν γὰρ τὰ ἐκτὸς καὶ τὰ ἐντὸς ὁμαλῶς θερμαίνειν. ἀεὶ γὰρ τὰ ἐγγύτερον τοῦ πυρὸς ξηραίνεται [*](381b) θᾶττον, ὥστε καὶ μᾶλλον. συνιόντων οὖν τῶν ἔξω πόρων οὐ δύναται ἐκκρίνεσθαι τὸ ἐνυπάρχον ὑγρόν, ἀλλ᾿  ἐγκατακλείεται, ὅταν οἱ πόροι μύσωσιν. ὄπτησις μὲν οὖν καὶ ἔψησις γίγνονται μὲν τέχνῃ, ἔστιν δʼ, ὥσπερ λέγομεν, τὰ εἴδη καθόλου ταὐτὰ καὶ φύσει· ὅμοια γὰρ τὰ γιγνόμενα πάθη, ἀλλ᾿  ἀνώνυμα· μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν, ἐπεὶ καὶ ἡ τῆς τροφῆς ἐν τῷ σώματι πέψις ὁμοία ἐφήσει ἐστίν· καὶ γὰρ ἐν ὑγρῷ καὶ θερμῷ ὑπὸ τῆς τοῦ σώματος θερμότητος γίγνεται. καὶ ἀπεψίαι ἔνιαι ὅμοιαι τῇ μολύνσει. καὶ ζῷον οὐκ ἐγγίγνεται ἐν τῇ πέψει, ὥσπερ τινές φασιν, ἀλλ᾿  ἐν τῇ ἀποκρίσει σηπομένῃ ἐν τῇ κάτω κοιλίᾳ, εἶτ᾿  ἐπανέρχεται ἄνω· πέττεται μὲν γὰρ ἐν τῇ ἄνω κοιλίᾳ, σήπεται δ᾿  ἐν τῇ κάτω τὸ ἀποκριθέν· δι᾿  ἣν δ᾿  αἰτίαν, εἴρηται ἐν ἑτέροις. ἡ μὲν οὖν μόλυνσις τῇ ἑψήσει ἐναντίον· τῇ δὲ ὡς ὀπτήσει λεγομένῃ πέψει ἔστι μέν τι ἀντικείμενον ὁμοίως, ἀνωνυμώτερον δέ. εἴη δ᾿  ἂ οἷον εἰ γένοιτο στάτευσις ἀλλὰ μὴ ὄπτησις δι᾿  ἔνδειαν θερμότητος, ἣ συμβαίη ἂν ἢ δι᾿  ὀλιγότητα τοῦ ἔξω πυρὸς ἢ διὰ πλῆθος τοῦ ἐν τῷ ὀπτωμένῳ ὕδατος· [*](30 χειροτμήτων E ‖ μεῖον om. F: μᾶλλον H Ν ‖ 31 γὰρ] γὰρ καὶ F ‖ ἐκτὸς ex τος corr. E1: ἐντὸς 𝔐 𝔙 ‖ καὶ τὰ ἐντὸς marg. J1: καὶ τὰ ἐκτὸς E1 (ut videtur) 𝔐 𝔙 ‖ 32 ἐγγύτερα Fcorr. N ‖ ξηραίνεσθαι F1: θερμαίνεται E: arescunt Henricus ‖ 381 b 1 οὖν τῶν postea add. E1 ‖ 2 ὑγρόν om. Ε ‖ ἐγκατακλείεται ex ἐνκατακλείεται corr. E1 ‖ 3 πόρροι H ‖ 4 δ᾿  postea add. Ε1 ‖ 4—5 ταῦτα καθόλου F1; ταυτὰ καθόλου Frec.: ex ταυτα καθόλου ταὐτὰ corr. E1 ‖ 6 ἐπὶ E1 ‖ 7 τῷ om. F ‖ ἐστίν ἑψήσει (ἑψη- ex corr. m. 1) F 8 ὑγρῷ] τῷ ὑγρῷ Ν ‖ καὶ om. F θερμότητος supra add. F1 ‖ 9 ὅμοιαι ἔνιαι E( ex ἔνια ὅμοια corr. m. 1) 𝔚: ex ὅμοια corr. J1 (ut videtur): ὅμοια ἔνια Ol: alique similes Henricus ‖ μωλύνσει J Ε1 ‖ Idelero Galenum respicienti mancus videtur totus hic locus ‖ 1O ἐγγίγνεται ex ἐνιγίγνεται corr. E1 ‖ ἐν (post ἐγγίγνεται) om. F ἑψήσει F1 ‖ 11 κυλία E1 ‖ εἶτ᾿  ἐ- in ras. E1 ‖ 12 πέπεπται J 𝔐 𝔙: ex πέπτεται corr. F1; πεπέφθαι H N: maturatur Henricus ‖ σήπαιται E ‖ 13 τὸ om. J ‖ ἐν ἑτέροις εἴρηται F ‖ 14 μώλυνσις J ‖ ὡς]  Ap: om. F H Ν1 𝔚 Op: de E codice incertum: quasi Henricus ‖ 15 ὁμογενῶς F: ὅμοιον N ‖ 16 οἶον om. J; ὅμοιον E: quemadmodum Henricus ‖ στάθευσις J 𝔐 𝔙 Ecorr. m.1 𝔚: σάτευσις Ν ‖ 17 ἔνδιαν E1 ‖ ἣ in ras. Erec.: ἢ Ol ‖ συμβαίη] (-η in ras. Erec.) Ol: συμβαίνοι 𝔚 ὀλιγότητα] (-ι- ex corr. E) ‖ 18 πλῆθος] Ap: τὸ πλῆθος Ε 𝔚 Ol ‖ τῷ om. F1 ‖ ἑπτομένῳ N)
130
τότε γὰρ πλείων μέν ἐστιν ἢ ὥστε μὴ κινῆσαι, ἐλάττων δὲ ἢ ὥστε πέψαι. τί μὲν οὖν ἐστι πέψις καὶ ἀπεψία, καὶ πέπανσις καὶ ὠμότης, καὶ ἕψησις καὶ ὄπτησις καὶ τἀναντία τούτοις, εἴρηται.