Meteorologica

Aristotle

Aristotle, Meteorologica, Fobes, Harvard, 1919

1 Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης [*](338a) κινήσεως φυσικῆς, ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσ μημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον. λοιπὸν δʼ ἐστὶ μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, ὃ πάντες οἱ πρότεροι μετεωρολογίαν ἐκάλουν· ταῦτα δʼ ἐστὶν ὅσα συμβαίνει κατὰ φύσιν μέν, ἀτακτοτέραν μέντοι [*](338b) τῆς τοῦ πρώου στοιχείου τῶν σωμάτων, περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῇ τῶν ἄστρων, οἷον περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων, ὅσα τε θείημεν ἄν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος, ἔτι δὲ γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν, ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν ἄν τὰς αἰτίας καὶ περὶ πάντων τῶν γιγνομένων κατὰ τὰς κινήσεις τὰς τούτων· [*](339a) ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον· ἔτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ τυφώνων καὶ πρηστήρων καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, ὅσα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν σωμάτων τούτων. διελθόντες δὲ [*](Adhibiti codices J F𝔐 𝔄 (in quo initium usque ad p. 339 b V. 13 desideratur) H Ν E 𝔚 fragmentum Escorialense (350 b 22 — 351 b 25).) [*](Inscriptio: ἀριστοτέλους, μετεωρολογικῶν ᾱ J; ἀριστοτελου μετεωρολογικῶν, ᾱ F; αριστο μετεώρων ᾱ H; ἀριστοτέλους μετεώρων: — ᾱ Ν; αριστοτελους φιλοσοφουσ·] μετεωρολοκων των εἰς δ τὸ ᾱ E; Ἀριστοτέλους μετεωρολογικῶν, πρῶτον 𝔚; inscriptione caret 𝔐 ‖ p. 338a, v. 200 αἰτίων] αἰτίων (ut videtur) αἰτίων E1 ‖ 21 περὶ τῶν κατά] τῶν περί E1  𝔚: τῶν περὶ τῶν κατὰ Ecorr. ‖ 23 τῆς] περὶ τῆς 𝔐, probat Graux 26 πρὸτεροι] Pl: πρότερον Ol ‖  μετεωρολόγον Ν 338 b 21 τῆς Ap Pc PIV: om. Ecorr. 𝔚 Op PlM σωμάτων] Ac Ol PcM: σωμάτων κινήσεως Ecorr. H N PcV ‖ 22 τῆ φορᾷ τῆ] Pl: τῇ φορᾷ F H Ap Ol Pc: διαφορὰ N1: φορᾶ Ncorr. ‖ 24 πάθη] (-η in ras. E1) ‖ 25 μέρη καὶ εἴδη] Acp Olp Pl: εἴδη καὶ μέρη E 𝔚 ‖ 26 ἂν τάς] πάντας J ‖ 339 a 2 τά μὲν supra add. N ‖ 4 πρηστήρων] (ante ω in J ras. unius litt.) ‖ πῆξιν τὴν πῆξιν 𝔚 ‖ 5 συμβαίνει om. Ν ‖ πάθη om. Ν αὐτῶν om.)

2
περὶ τούτων, θεωρήσωμεν εἵ τι δυνάμεθα κατὰ τὸν ὑφηγημένον τρόπον ἀποδοῦναι περὶ ζῴων καὶ φυτῶν, καθόλου τε καὶ χωρίς· σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἄν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως πάσης. δʼ οὖν ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν πρῶτον.

2 ἐπειδὴ γὰρ διώρισται πρότερον ἡμῖν μία μὲν ἀρχὴ τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δὲ τέτταρα σώματα διὰ τὰς τέτταρας ἀρχάς, ὧν διπλῆν εἶναί φαμεν τὴν κίνησιν, τὴν μὲν ἀπὸ τοῦ μέσου τὴν δʼ ἐπὶ τὸ μέσον· τεττάρων δʼ ὄντων τούτων, πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, τὸ μὲν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ, τὸ δʼ ὑφιστάμενον γῆν· δύο δὲ ἃ πρὸς αὐτὰ τούτοις ἀνάλογον ἔχει (ἀὴρ μὲν γὰρ πυρὸς ἐγγυτάτω τῶν ἄλλων, ὕδωρ δὲ γῆς)· ὁ δὴ περὶ τὴν γῆν ὅλος κόσμος ἐκ τούτων συνέστηκε τῶν σωμάτων· περὶ οὗ τὰ συμβαίνοντα πάθη φαμὲν εἶναι ληπτέον. ἔστιν δʼ ἐξ ἀνάγκης συνεχὴς οὗτος ταῖς ἄνω φοραῖς, ὥστε πᾶσαν αὐτοῦ τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν· ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην αἰτίαν νομιστέον πρώτην. πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἀλλʼ ἀεὶ ἐν τέλει· ταῦτα δὲ τὰ σώματα πάντα πεπερασμένους διέστηκε τόπους ἀλλήλων. ὥστε τῶν συμβαινόντων περὶ αὐτὸν πῦρ μὲν καὶ γῆν καὶ τὰ συγγενῇ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γιγνομένων αἴτια χρὴ νομίζ ειν (τὸ γὰρ ὑποκείμενον καὶ πάσχον τοῦτον προσαγορεύομεν τὸν τρόπον), τὸ [*](6 δυνάμεθα] δυνάμεθα εἰπεῖν Ecorr. 𝔚‖ 7 τρόπον] μέθοδον d. ‖ ἀποδοῦναι om E 𝔚 Pl ‖ π προαιρέσεως πάσης marg. J1 ‖ 1Ο τούτων d. πρῶτον C1 ‖ 11 ὑπειδὴ] Pl: ἑπεὶ E 𝔚 ‖ 12 ἐγκυκλίως] PIV: ἐν κύκλῳ 𝔚 Ac PIM: ἐγκύκλῳ Ε1: ἐγκυκλίων N1 Ap 13 τέσσαρα . . . τὲσσαρας H 14 φαμὲν εἶναι F H OI 15 τεσσάρων H Ν 16 καὶ (post ἀέρος) om. 𝔐 ‖ 16—17 τούτοις πᾶσιν] 0lG: τούτοις ἄπασιν OIV: πᾶσι(ν) τούτοις F Ν 18—19 interp. Vatable ‖ 19 ἐγγύτατα Ε 𝔚 ‖ apodosis initium post γῆς stat. Vatable, post ἀλλήλων (27) demum Th. ‖ 20 ὅλος Ap: ὅλην J F corr. E 𝔚 AIW Ol: τὴν ὅλην AlI οὗ] Ac: ὃν Ecorr. 𝔐 Oc OIV: ὧν OlG Ald. 22 συνεχὴς οὖτος] Acl Pc PIV: συνεχής πως οὗτος E 𝔚 Frec. H Ν Ac Pcp PIM: συνεχὴς οὖτος πῶς Ol Ald ἄνω] AIW OIV: ἄνωθεν E 𝔚 AlI OlC Pl 24 αἰτίαν νομιστέον Ac: αἰτίαν εἶναι νομιστέον H Ν: νομιστέον αἰτίαν Pcl ‖ 26 πάντα om. Ε1 26—27 πεπερασμένα διέστηκε τόπους 𝔚: πεπερασμένοις τόποις διέστηκεν F ‖ 28 αὐτῶν Ν)

3
δʼ οὕτως αἴτιον ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν.

3 ἀναλαβόντες οὖν τὰς ἐξ ἀρχῆς θέσεις καὶ τοὺς εἰρημένους πρέτερον διορισμούς, λέγωμεν περί τε τῆς τοῦ γάλακτος φαντασίας καὶ περὶ κομητῶν καὶ τῶν ἄλλων ὅσα τυγχάνει τούτοις ὄντα συγγενῆ. φαμὲν δὴ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίγνεσθαι ἐξ ἀλλήλων, καὶ ἕκαστον ἐν ἑκάστῳ ὑπάρχειν τούτων δυνάμει, ὥσπερ καὶ τῶν ἄλλων οἶς ἕν τι καὶ [*](339b) ταὐτὸν ὑπόκειται, εἰς ὃ δὴ ἀναλύονται ἔσχατον. πρῶτον μὲν οὖν ἀπορήσειεν· ἄν τις περὶ τὸν καλούμενον ἀέρα, τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τῇ τάξει πρὸς τἆλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων. ὁ μὲν γὰρ δὴ τῆς γῆς ὄγκος πηλίκος ἄν τις εἴη πρὸς τὰ περιέχοντα μεγέθη, οὐκ ἄδηλον· ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων ἡμῖν ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάττων ἐστίν. ὕδατος δὲ φύσιν συνεστηκυῖαν καὶ ἀφωρισμένην οὔθ᾿  ὁρῶμεν οὔτʼ ἐνδέχεται κεχωρισ  μένην εἶναι τοῦ περὶ τὴν γὴν ἰδρυμένου σώματος, οἷον τῶν τε φανερῶν, θαλάττης καὶ ποταμῶν, κἂν εἴ τι κατὰ βάθους ἄδηλον ἡμῖν ἐστιν. τὸ δὲ δὴ μεταξὺ τῆς γῆς τε καὶ τῶν ἐσχάτων ἄστρων πότερον ἕν τι νομιστέον εἶναι σῶμα τὴν φύσιν ἢ πλείω, κἂν εἰ πλείω, πόσα, καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις; ἡμῖν μὲν οὖν εἴρηται πρότερον περὶ τοῦ πρώτου στοιχείου, ποῖόν τι τὴν δύναμίν ἐστιν, καὶ διότι πᾶς ὁ περὶ τὰς ἄρω φορὰς κόσμος ἐκείνου τοῦ σώματος πλήρης ἐστί. καὶ ταύτην τὴν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, φαίνεται δὲ ἀρχαία τις ὑπόληψις αὕτη καὶ τῶν πρότερον ἀνθρώπων· ὁ γὰρ λεγόμενος αἰθὴρ παλαιὰν εἴληφε [*](31 ὅθεν] Pl: ὡς ὅθεν E 𝔚F corr. Ap ‖ 38 ὡρισμένους J  F ‖ 36 συγγενπη ὅντα H N ‖ δὲ E 𝔚 AcW Ol: om. Ac I ‖ καὶ ἀέρα om. E1 ‖ 37 γενέσθαι E ‖ 339 b 2 εἰς] καὶ εἰς E rec. ‖ ὃ δὴ] ὃ E Pc: ἃ 𝔚 ‖ ἔσχατα 𝔚 3 τοῦ καλουμένου J1 ‖ 4 ἐν — γῆν post σωμάτων (6) coll. Th. ‖ 5 τῇ τάξει] Pl: τάξει Ε 𝔚: τάξιν Olp ‖ 6 δὴ] Ol Pl: om. Ε 𝔚 ‖ τις Pl: om. F Ol ‖ ἤδη—θεωρημάτων (8) marg. 1 ‖ 8 ἡμῖν om. 𝔐 ‖ 10 καὶ in ras. E1 ‖ 11—12 τε τῶν E 13 ἡμῖν ἐστὶν ἄδηλον N a voc. τὸ incipit ‖ τε om. Ol Pl ‖ 16 περὶ] καὶ περὶ H Ν 17 τι om. J ‖ διότι (δι —in ras. E1): ὅτι 𝔚 F ‖ 20 ὑπόλειψις J ‖  πρώτερον F1: προτέρων)

4
τὴν προσηγορίαν, ἥν Ἀναξαγόρας μὲν τῷ πυρὶ ταὐτὸν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν· τά τε γὰρ ἄνω πλήρη πυρὸς εἶναι, κἀκεῖνος τὴν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισεν, τοῦτο μὲν ὀρθῶς νομίσας· τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοίκασιν ὑπολαβεῖν, καὶ διώρισαν ὀνομάζειν αἰθέρα τὸ τοιοῦτον ὡς ὂν οὐδενὶ τῶν παρʼ ἡμῖν τὸ αὐτὸ· οὐ γὰρ δὴ φήσομεν ἅπαξ οὐδὲ δὶς οὐδʼ ὀλιγάκις τὰς αὐτὰς δόξας ἀνακυκλεῖν γιγνομένας ἐν τοῖς ἀνθρώποις, ἀλλʼ ἀπειράκις. ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸ δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἂν ἐπαύσαντο ταύτης τῆς παιδικῆς δόξης· λίαν γὰρ ἀπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἐντεῦθεν ἡμῖν οὕτως. εἴρηται μὲν οὖν καὶ πρότερον ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασι· λέγωμεν δὲ τὸν αὐτὸν λόγον καὶ νῦν, [*](340a) εἰ γὰρ τὰ τε διαστήματα πλήρη πυρὸς καὶ τὰ σώματα συνέστηκεν ἐκ πυρός, πάλαι φροῦδον ἂν ἦν ἕκαστον τῶν ἄλλων στοιχείων. ἀλλὰ μὴν οὐδʼ ἀέρος γε μόνου πλήρη· πολὺ γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρὸς τὰ σύστοιχα σώματα, κἃν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν· οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστιν ὄγκος, ἐν συνείληπται πᾶν καὶ τὸ τοῦ ὕδατος πλῆθος, πρὸς τὸ περιέχον μέγεθος. ὁρῶμεν δʼ οὐκ ἐν τοσούτῳ μεγέθει γιγνομένην τὴν ὑπεροχὴν τῶν ὄγκων, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται διακριθέντος ἢ πῦρ ἐξ ἀέρος· [*](22 ἣν] ἣν καὶ H N: ὂν Pl 24 κἀκείνους ci. Th. ‖ 25 μὲν μὴ Ν1 ‖ φέον σῶμα 𝔐, probat Graux καὶ] Pl: τε Ald.: om. E 𝔚 26 τι τὸν φύσιν] PlV: τε τὴν φύσιν 𝔚: τὴν φυσιν, γε E1: τὴν φύσιν corr. PlM Ald. ‖ 27 οὐδὲν 1 28 ἅπαξ] οὐδʼ ἅπαξ Id. ‖ 30 post ὅσοι in E ras. unius litt. ‖ 31 φαινόμενα Id. ‖ 32 νῦν] Ac 0l Pl:  om. 𝔄 H Ν 33 ταύτης τῆς παιδικῆς ]  Pc PlM: τῆς παιδικῆς ταύτης F Ol PlV: τῆς παιδικῆς E1, Ν ‖ 34 τοῖς om. F ‖ 35—36 ἐντεῦθεν ἡμῖν] Pc: ἡμῖν ἀντεῦθεν 𝔚 H Ν Pl 36 μὲν om. 𝔚 36—37 τῶν ἄνω τόπων H Ol Pp 37 λέγομεν J H Ν ‖ 340 a 2 ἦν ἔκαστον ἂν Ν 3 οὐδʼ] ουδεν μην ὀδʼ (οὐδ᾿  corr. m. 1) E1 ‖ γε] τε F ‖ 4 ὑπερβάλοι 𝔐 ‖ 5 σώματα τὰ σώματα Ν 6 τε] Ol PIV: om. E1. 𝔚 Ap PlM Pp ‖ 8 πρὸς] εἰς E περιέχον] περιεχόμενον J F1 ‖ 10 ὕδατος ἀὴρ] ἀέρος ὕδωρ Id. γένηται]  PIM: γίνηται J 𝔐 𝔄 H N PlV)
5
ἀνάγκη δὲ τὸν αὐτὸν ἔχειν λόγον ὃν ἔχει τὸ τοσονδὶ καὶ μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γιγνόμενον ἀέρα, καὶ τὸν πάντα πρὸς τὸ πᾶν ὕδωρ. διαφέρει δʼ οὐδὲν οὐδʼ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι· κατὰ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κὰν εἰ γιγνόμενα ἐξ ἀλλήλων ὑπῆρχεν. ὅτι μὲν οὖν οὔτʼ ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὴ τόπον, φανερόν ἐστι· λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν, λέγω δὲ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίνʼ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίγνεται τοῖς περὶ τὴν γῆν τόποις. περὶ ἀέρος οὖν εἰπόντες πρῶτον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν. εἰ δὴ γίγνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτʼ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον; προσῆκε γὰρ μᾶλλον ὅσῳ πορρώτερον ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος, διὰ τὸ μήθʼ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἳ κωλύουσι πλησίον τῆς γὴς συνίστασθαι, διακρίνουσαι τῇ θερμότητι τὰς συστάσεις· γίγνονται γὰρ αἱ τῶν νεφῶν ἀθροίσεις, οὗ λήγουσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανὲς αἱ ἀκτῖνες. ἢ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος πέφυκεν ὕδωρ γίγνεσθαι, εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλʼ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται [*](11 ἔχειν λόγον ὃν] Ap Pl: λόγον ἔχειν ὅσον J F 𝔐 N: in vocc. λόγον ἔχεν cadit Ol τὸ om. H Ν τοσόνδε 𝔐 Ap Pl 12 μικρὸν]  μὴ Ν1 ‖ 12—13 τὸν πάντα πρὸς τὸ πᾶν] Ap Pl: πρὸς τὸν πάντα τὸ πᾶν Em. rec. in ras. 𝔚: τὸ πᾶν ὕδωρ πρὸς τὸν πάντα Ald. ‖ 13 ὕδωρ om. Ald. οὐδʼ εἴ] οὐδὲ E1 ‖ φήσει μὲν] AlAW Ol Pl: φησὶ μὲν J F Ε1: φαίη μὲν Ν: μὲν φησι AlI 15 γὰρ τοῦτον Ν: τοῦτον F1 τὸν om. Ν1 16 ὑπερέχειν 𝔐 19 διαπορήσαντες 𝔄1 F ‖ τὰ om. Ν1 ‖ 20 τε] Pl: om. Ecorr, 2𝔚 F‖ 23 πρῶτον] Pp: πρότερον Ol Pl λέγομεν E1 26 προσῆκε] AcA Pl: προσήκει AcIW Ol πορρώτερον] Ac; πορρωτέρω 𝔐 PlV: πορρώτερος PlMV var. Ol 26—27 -ς τῆς γθς in ras. Erec. 27 οὕτως Ε 𝔚 ‖ 28 θερινῶν 𝔚 ‖ τῶν τῶν ὅντων E1 29 αἳ] αἳ καὶ 𝔚 30 αἱ] καὶ Ε1 𝔚 ‖ 32 οὖν] γοῦν corr. E1 ‖ ἐξ] (=ξ in ras. E1; sequitur rasura |unius litt.) ‖ τοῦ] (τ- in ras. E1) 32—33 πέφυκεν ὕδωρ] Pl: ὕδωρ πέφυκε Ε 𝔚: πέφυκε Ol 33 εἰ] ἀεὶ N cor.: om. F1 ‖ 34 γῆν] γῆν κόσμος ci. Th.||  ἀτμίς (-τμις in ras. Erec.))
6
εἰς ὕδωρ. ἀλλὰ μὴν εἰ τοσοῦτος ὥν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστι, δόξειεν ἂν πολὺ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καὶ ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστὶ [*](340b) σώματός τινος, καὶ πυρὸς μὲν ἀδύνατον διὰ τὸ κατεξηράνθαι ἂν τἆλλα πάντα, λείπεται δʼ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν πᾶσαν ὕδατος· ἡ γὰρ ἀτμὶς ὕδατος διάκρισίς ἐστιν. περὶ μὲν οὖν τούτων ἠπορήσθω τοῦτον τὸν τρόπον· ἡμεῖς δὲ λέγωμεν ἅμμα πρός τε τὰ λεχθησόμενα διορίζοντες καὶ πρὸς τὰ νῦν εἰρημένα. τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλʼ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι τὸ δʼ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσ μον. φερομέννου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ καὶ τῶν ἐν αὐτῷ σωμάτων, τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου καὶ σώματος τῇ κινήσει διακρινόμενον ἐκπυροῦται καὶ ποιεῖ τὴν θερμότητα. δεῖ δὲ νοεῖν οὕτως καὶ ἐντεῦθεν ἀρξαμένους. τὸ γὰρ ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ πάθη, γίγνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεως καὶ ἀκινησίας, ἧς τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἰρήκαμεν πρότερον. ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστιν καὶ ψυχρότατον ἀποκεκριμένον, γῇ καὶ ὕδωρ· περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων, ἀήρ [*](35 τοσοῦτος] Ac Pl: τοιοῦτος Ol Id. ‖ ὁ ἀὴρ ἅπας] Ac PlV: ἅπας ὁ ἀὴρ 𝔐, probat Graux: ἀὴρ ἅπας F1: in vocc. ὁ (om. V) ἀὴρ cadit Ol: ὁ ἀὴρ PlM 37 ἡ] PlV: om. PLM ‖ 340 b 1 ἀδίνατα 𝔄1 ‖ καταξηράνθαι Ν 2 τοῦ] Ol: τὸ J E Pl ‖ 3 ἅπασαν J F 𝔐 H Ν OlV Pl: ἁπλῶς ἂν OIG ‖ 4 ἀπορήσθω F1 ‖ 5 λέγωμεν] Evar. Ac PIV: λέγομεν E1 Ol PlM πρός in ras. Erec. 6 -ος τα ν- in ras. Erec. ‖ 7 εἶναι σῶμα ἕτερον F ‖ 8 εἰλικρινές] Erec. in ras, Ol Pl: εἰλικρινὲς εἶναι 𝔄: εἷναι εἰλικρινὲς Ac 1Ο -σ το- et -σ τὸν περὶ in ras. Erec. ‖ κόσμον] Ap Pl: τόπον 𝔐 PlVvar., probat Graux 12 τὸ] τέτε Ν: sequitur in H rasura 2 litt. 12—13 -σ τῆ κι-in ras. Erec. ‖ 15 ὑπὸ] Ap OlV Pcl: ὑπὲρ Ν1 OlG ‖ 16 θερμὲ καὶ ψυχρὰ καὶ ξηρὰ] Pl: θερμὴ καὶ ξηρὰ καὶ ψυπρὰ E 𝔚: θερμὴ καὶ ξηρὰ Ac: ψυχρὰ καὶ θερμὴ καὶ ξηρὰ Pc ‖ 18 κινήσεως ‖ Pc: κινήσεώς τε E 𝔚 Ap Ol Pl ἧς in ras. Erec.: ἧς καὶ H Ν 20 καὶ ψυχρότατόν ἐστιω Η N ‖ ἀποκεκρυμένον N: (-ι- in ras. Ε) 21 καὶ (2)] Ac PlM: καὶ τὰ E 𝔚 τὰ H N: om. PlV)
7
τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ· ὑπερβολὴ γὰρ θερμοῦ καὶ οἷον ζέσις ἐστὶ τὸ πῦρ. ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου ὑφʼ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν τε καὶ ἀναθυμίασιν ἔχειν γῆς, τὸ δὲ ὑπὲρ τοῦτο θερμὸν ἤδη καὶ ξηρόν. ἔστιν γὰρ ἀτμίδος μὲν φύσις ὑγρὸν καὶ θερμόν, ἀναθυμιάσεως δὲ θερμὸν καὶ ξηρόν· καὶ ἔστιν ἀτμὶς μὲν δυνάμει οἷον ὕδωρ, ἀναθυμίασις δὲ δυνάμει οἷον πῦρ. τοῦ μὲν οὖν ἐν τῷ ἄνω τόπῳ μὴ συνίστασθαι νέφη ταύτην ὑποληπτέον αἰτίαν εἶναι, ὅτι οὐκ ἔνεστιν ἀὴρ μόνον ἀλλὰ μᾶλλον οἷον πῦρ. οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φορὰν κωλύεσθαι συνίστασθαι νέφη ἐν τῷ ἀνωτέρω τόπῳ· ῥεῖν γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν· φαίνεται γὰρ καὶ νῦν ἡ τῶν ἀνέμων γένεσις ἐν τοῖς λιμνάζουσι τόποις τῆς γῆς, καὶ οὐχ ὑπερβάλλειν τὰ πνεύματα τῶν ὑψηλῶν ὀρῶν. ῥεῖ δὲ [*](341a) κύκλῳ διὰ τὸ συνεφέλκεσθαι τῇ τοῦ ὅλου περιφορᾷ. τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δὲ πυρὶ ὁ ἀὴρ συνεχής ἐστιν· ὥστε καὶ διὰ τὴν κίνησιν κωλύεται συγκρίνεσθαι εἰς ὕδωρ, ἀλλʼ ἀεὶ ὅ τι ἄν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται, ἄλλα δʼ ἐν μέρει συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καὶ οὕτω συνεχῶς τὸ [*](22 δὲ] in E antecedit rasura 3 litt.: γὰρ J ‖ 23 θερμοῦ] ἀέρος θερμοῦ Ε H (ut videtur) 24 λεγομένου] καλουμένου Ap: λεγομένεου καὶ καλουμένου Ecoor. 𝔚 PcV: λεγομένου καὶ καλουμένου καὶ καλουμένου PcM: ἐχομένου Ol ‖ τὸ in ras. E; καὶ τὸ Ncorr. 25 θερμὸν supra add. E1; ψυκρὸν E1 in ras. (del. m. eadem) 𝔚 ‖ τε] Ac: om. Ν Pc 26 γῆς ἔχειν F: ἔχειν γῆν ci. Id. ‖ ἤδη in ras. Ε1 ‖ 27 ἔστιν γὰρ ἀτμίδος μὲμ] PI: ἔστιν. ἀτμίδος μὲν γάρ 𝔐 F H: ἔστιν. ἀτμίδος μὲν J: ἀτμίδος γὰρ N1: ἀτμίδος μὲν γὰρ ἐστι Ncorr. ‖ θερμὸν] ψυχρὸν Ε1 𝔚 ‖ 29 οἷον δυνάμει 𝔐 ‖ 30 μὴ supra add. J1 ‖ 31 ἔνεστιν] ἔστιν E 𝔚 𝔄 μό μόνον μᾶλλον 𝔚 ‖ 32 οἷον supra add. E1: om. 𝔚 33 συνίστασθαι κωλύεσθαι 𝔐: κωλύεσθαι συνιστάναι 𝔚: κωλύεσθαι (συνίστασθαι marg. m. 1) J ‖ ἀνωτέρω] Pl: ἄνω E 𝔚 ‖ 34—35 -ς τῆς πε-in ras. Erec. ‖ 35 -ειας in ras. Erec. ‖ 36 γὰρ om. E ‖ 37 τόποις in ras. Erec. ‖ 341 a 1 ὑπερβάλλειν] Pl: ὑπερβάλλει Br,, 𝔚 𝔄 𝔐 𝔄 F H Ν ὑψηλοτάτων Ε 𝔚 Pl ‖ ὀρέων Ecorr. m. 1 𝔚 F ‖ ῤεῖν Ecorr. 𝔚 2 διὰ τὸ ex διὰ τοῦ corr. E1 ‖ 5 ὅ τι postea add. J1 ‖ μόριον τὸ μόριον 𝔐 ‖ ἐκθλιβομένου ex ἐκ τοῦ θλβομένου corr. E1 ‖ 6 ἄλλο Ald.)
8
μὲν ἀέρος διατελεῖ πλῆρες ὂν τὸ δὲ πυρός, καὶ ἀεὶ ἄλλο καὶ ἄλλο γίγνεται ἕκαστον αὐτῶν. περὶ μὲν οὖν τοῦ μὴ γίγνεσθαι νέφη μηδʼ εἰς ὕδωρ σύγκρισιν, καὶ πῶς δεῖ λαβεῖν περὶ τοῦ μεταξὺ τόπου· τῶν ἄστρων καὶ τῆς γῆς, καὶ τίνος ἐστὶν σώματος πλήρης, τοσαῦτα εἰρήσθω. περὶ δὲ τῆς γιγνομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος, μᾶλλον μὲν καθʼ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς περὶ αἰσθήσεως προσήκει λέγειν (πάθος γάρ τι τὸ θερμὸν αἰσθήσεώς ἐστιν), διὰ τίνα δʼ αἰτίαν γίγνεται μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν, λεκτέον καὶ νῦν. ὁρῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται διακρίνειν τὸν ἀέρα καὶ ἐκπυροῦν, ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις. τὸ μὲν οὖν γίγνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα ἱκανή ἐστιν παρασκευάζειν καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον· ταχεῖάν τε γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι. ἡ μὲν οὖν τῶν ἄστρων ταχεῖα μὲν πόρρω δέ, ἡ δὲ τῆς σελήνης κάτω μὲν βραδεῖα δέ· ἡ δὲ τοῦ ἡλίου ἄμφω ταῦτα ἔχει ἱκανῶς. τὸ δὲ μᾶλλον γίγνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ τὴν θερμότητα εὔλογον, λαμβάνοντας τὸ ὅμοιον ἐκ τῶν παρʼ ἡμῖν γιγνομένων· καὶ γὰρ ἐνταῦθα τῶν βίᾳ φερομένων ὁ πλησιάζων ἀὴρ μάλιστα γίγνεται θερμός. καὶ τοῦτʼ εὐλόγως συμβαίνει· μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν. διὰ τε ταύτην οὖν τὴν αἰτίαν ἀφικνεῖται πρὸς τόνδε τὸν τόπον ἡ θερμότης, καὶ διὰ τὸ τὸ περιέχον πῦρ τὸν ἀέρα διαρραίνεσθαι τῇ κινήσει πολλάκις καὶ φέρεσθαι βίᾳ κάτω. σημεῖον δʼ ἱκανὸν ὅτι ὁ ἄνω τόπος οὐκ ἔστι θερμὸς οὐδʼ ἐκπεπυρωμένος καὶ αἱ διαδρομαὶ τῶν ἀστέρων. ἐκεῖ μὲν γὰρ οὐ γίγνονται, [*](9 καὶ ἄλλο om. ‖ lemmata habet O περὶ μὲν οὖν τοὺς ἐν τῷ ἄνω τόπῳ et περὶ μὲν οὖν τοῦ ἄνω τόπου ‖ μὴ om. N1: μὴ εἰς τὸν ἄνω τόπον Ncorr. ‖ 1 καὶ (post γῆς) om. Ε1 𝔚 12 γενομὲνης 𝔄 F ‖ 14 προσῆκε N 15 τὸ om. E ‖ τίνα δʼ αἰτίαν να δʼ αἰτίαν E1: τίνʼ αἰτίαν δὲ Ald. 17 δὴ Pl: δὲ Ol ‖ 19 τὸ] Pl: τοῦ J F Ν1 E1 𝔚 ‖ τὴν (ante ἀλέαν) om. 𝔚 ‖ καὶ om. 𝔚 ‖ 20 καὶ del. Ε1 ‖ 21 τε supra add. J1 ‖ 24 μάλιστα E 𝔚 Ol Pl ‖ αὐτῷ] αὐτῷ φερομένῳ ci. Th. ‖ εὔλογον] εὔλογον νομίζειν ci, Th. ‖ 25 γενομένων F corr. N ‖ 27 μᾶλλον F 𝔚 28 στερροῦ 𝔐 ‖ 29 τὸν] τὸν αὐτὸν N ‖ 30 τὸ alterum om. F1 Ol Pl Ald. ‖ διαραίνεσθαι J F 𝔐 E1 𝔚: διακρίνεσθαι 𝔐 rec. var. Ald. ‖ 31 φέρεσθαι βίᾳ κάτω] φέρεσθαι κάτω βίᾳ Ecorr. Pl:  φέρεσθαι κάτω φέρεσθαι κάτω βίᾳ E1: τὸ φέρεσθαι κάτω βίᾳ 𝔚 32 οὐδὲ πεπυρωμένος E ‖ 33 ἀστέρων] Pcl: ἄστρων Ε 𝔚 Ap γὰρ om. 𝔐)
9
κάτω δέ· καίτοι τὰ μᾶλλον κινούμενα καὶ θᾶττον, ἐκπυροῦται θᾶττον. πρὸς δὲ τούτοις ὁ ἥλιος, ὅσπερ μάλιστα εἶναι δοκεῖ θερμός, φαίνεται λευκὸς ἀλλʼ οὐ πυρόδης ὤν.

4 τούτων δὲ διωρισ μέφνων, λέγωμεν διὰ τίνʼ αἰτίαν αἵ τε [*](341b) φλόγες αἱ καιόμεναι φαίνονται περὶ τὸν οὐρανὸν καὶ οἱ διαθέοντες ἀστέρες καὶ οἱ καλούμενοι ὑπό τινων δαλοὶ καὶ αἶγες· ταῦτα γὰρ πάντʼ ἐστὶν τὸ αὐτὸ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον. ἀρχὴ δέ ἐστιν καὶ τούτων καὶ πολλῶν ἄλλων ἥδε. θερμαινομένης γὰρ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τὴν ἀναθυμίασιν ἀναγκαῖον γίγνεσθαι μὴ ἀπλῆν, ὥς τινες οἴονται, ἀλλὰ διπλῆν, τὴν μὲν ἀτμιδωδεστέραν τὴν δὲ πνευματωδεστέραν, τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ ὑγροῦ ἀτμίδα, τὴν δʼ αὐτῆς τῆς γῆς οὔσης ξηρᾶς καπνώδη· καὶ τούτων τὴν μὲν πνευματώδη ἐπιπολάζειν διὰ τὸ θερμόν, τὴν δὲ ὑγροτέραν ὑφίστασθαι διὰ τὸ βάρος. καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσ μηται τὸ πέριξ· πρῶτον μὲν γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν ἐστιν τὸ θερμὸν καὶ ξηρόν, ὃ λέγομεν πῦρ (ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως· ὅμως δὲ διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτονἐκ τῶν σωμάτων οὕτως ἀναγκαῖον χρῆσθαι τοῖς ὀνόμασιν), ὑπὸ δὲ ταύτην τὴν φύσιν ἀήρ. δεῖ δὴ νοῆσαι οἷον ὑπέκκαυμα τοῦτο ὃ νῦν εἴπομεν πῦρ περιτετάσθαι τῆς περὶ τὴν γῆν σφαίρας ἔσχατον, ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις ὥσπερ τὸν καπνόν· ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. ᾗ ἄν οὖν μάλιστα εὐκαίρως ἔχη ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκάεται. [*](34—25 θᾶττον, ἐκπυροῦται θᾶττον] Pl: θᾶττον ἑκπυροῦται 𝔐 Ν Evar.: μᾶλλον ἐκπυροῦται E 𝔚: θᾶττον καὶ μᾶλλον ἐκπυροῦται Ald. ‖ 35 ὥσπερ J1 ‖ δοκεῖ supra add. Ν1 ‖ 341 b 1 διὰ τίν᾿ ] διὰ τίνα F Al Pl: δι᾿  ἣν E 𝔚: διὰ ποίαν Ol ‖ 2 καόμεναι E ‖ 4 καὶ om. E1 ‖ τὴν] (-η- in ras. E) ‖ αὑτὴν om. E1 ‖ 5 καὶ (post ἐστὶν)] PlV: om. Ol PlM Ald. 6 ἄλλων supra add. Ν1 ‖ 7 ἀναγκαίαν Ν ‖ 8 ἀτμιδωδέστραν 𝔚 ‖ 9 πνευματοδεστὲραν F ‖ 1Ο ἀτμίδα] ἀτμιδώδη ci. Schleiermacher ‖ ξηρᾶς οὔσης 𝔄 ‖ 11 θερμόν] κοῦφον ci. Id. 13 τὸ] Ap Pl: τὰ Ε1 𝔚: ὁ Ol ‖ 14 λέγομεν] Ol Pl: λέγωμεν E1 𝔐1 𝔄1 F ‖ 15 γάρ om. E1 ‖ τὸ om 𝔚: καὶ Ald. ‖ 16 ὁμοίως E1 ‖ ἐκκάσθαι Ε 18 δὴ] PIV1: δὲ Ε 𝔚 Ap PIMVvar. 19 ὁ om. E1 ‖ εἴπωμεν E1: εἷπε 𝔚 ‖ 20 ἐκκάεσθαι E1 ‖ 21 τὸν] Ap Pl: om. Ε 𝔚 ‖ 22 οὖν] Pl: om. Ol Id. 23 ἐκκαίεται Ecorr. m. 1 𝔚  𝔐 𝔄 F H  N N)

10
διαφέρει δʼ ἤδη κατὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ τὸ πλῆθος· ἂν μὲν γὰρ πλὰτος ἔχῃ καὶ μῆκος τὸ ὑπέκκαιυμα, πολλάκις ὁρᾶται καιομένη φλὸξ ὥσπερ ἐν ἀρούρᾳ καιομέφνης καλάμης, ἐὰν δὲ κατὰ μῆκος μόνον, οἱ καλούμενοι δαλοὶ καὶ αἶγες καὶ ἀστέρες. ἐὰν μὲν πλέον τὸ ὑπέκκαυμα ᾖ κατὰ τὸ μῆκος ἢ τὸ πλάτος, ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἄμμα καιόμενον (τοῦτο δὲ γίγνεται διὰ τὸ παρεκπυροῦσθαι, κατὰ μικρὰ μέν, ἐπʼ ἀρχὴν δέ), αἲξ καλεῖται, ὅταν δʼ ἄνευ τούτου τοῦ πάθους, δαλός. ἐὰν δὲ τὰ μήκη τῆς ἀναθυμιάσεως κατὰ μικρά τε καὶ πολλαχῇ διεσπαρμένα ᾖ καὶ ὁμοίως κατὰ πλάτος καὶ βάθος, οἱ δοκοῦντες ἀστέρες διάττειν γίγνονται. ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως ἡ ἀναθυμίασις ἐκκαιομένη γεννᾷ αὐτά· ὁτὲ δὲ ὑπὸ τοῦ διὰ τὴν ψύξιν [*](342a) συνισταμένου ἀέρος ἐκθλίβεται καὶ ἐκκρίνεται τὸ θερμόν, διὸ καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον αὐτῶν, ἀλλʼ οὐκ ἐκκαύσει. ἀπορήσειε γὰρ ἄν τις πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις ἀπὸ τῆς ἄνωθεν φλογὸς ἅπτει τὸν κάτωθεν λύχνον (θαυμαστὴ γὰρ καὶ τούτου ἡ ταχυτής ἐστιν καὶ ὁμοία ῥίψει, ἀλλʼ οὐχ ὡς ἄλλου καὶ ἄλλου γιγνομένου πυρός), ἢ ῥίψεις τοῦ αὐτοῦ τινος σώμματός εἰσιν αἱ διαὅρομαί. ἔοικε δὴ διʼ ἄμφω· καὶ γὰρ οὕτως ὡς ἡ ἀπὸ τοῦ λύχνου γίγνεται, καὶ ἔνια διὰ τὸ ἐκθλίβεσθαι ῥιπτεῖται, [*](24 δʼ ἤδη] OlV PlV: δὲ εἴδη OlG: δὲ δὴ PlM: οὖν (ο- in ras. E1) δὴ Ε 𝔚: δʼ ἤδη ἡ παρὰ θέσιν τοῦ πνεύματος F1 ‖  τοῦ supra add. F Ν1 ὑπεκαύματος N θέσις 𝔚 ‖ 25 τὸ πλῆθος κατὰ (κα- in ras. m. 1) τὸ πλῆθος αὐτοῦ F ‖ ὑπέκαυμα Ν passim 26 καομένη E1 ‖ ἀρούραις Frec, Ald. 27 καιομένης om. Id. ‖ ἐάν]  Pl: ἂν Ε 𝔚 ‖ μῆκος] τὸ μῆκος N ‖ 28 ἐάν μὲν] ἐὰν μὲν οὖν N corr. m. PlV: ἃν μὲν οὖν Ν1: καὶ ἐὰν μὲν E 𝔚 Hcorr. m 1 PIM πλεῖον J F 𝔐 𝔄 H Ν 29 ἢ τὸ PI: καὶ τὸ J E1 𝔚: τὸ F1: ἢ N: ἢ τὸ 𝔐: ἢ κατὰ τὸ Ald. οἷον] οὗν N ‖ 30 ἀποσπινθηρίζει J Ν: ἀποσπινθηρίζοι F ‖ ἄμα] Ol Pl: ἄμα δὲ E 𝔚‖ 31 ἐπαρκεῖν 𝔄 Fcorr. ‖ 32 μήκη] Plp: μέρη Ecorr. m. 1 𝔚 N ‖ 33 πολλαχῆ] Evar. m. 1: πολλά ῆ E1: πολλʼ αρχῆ Ν1 ‖ 34 βάθος] PlM: κατά βάθος H N PlV: μέγεθος Ald. ‖ post οἱ in E ras. unius litt. 35 διάττειν om. F1 ‖ οὖν om. 𝔚 ‖ 36 τοῦ διὰ om. J ‖ 342 a 1 ἐκθλίβεται καὶ ἐκκρίνεται] Pl: ἐκκρούεται καὶ ἐκθλίεται E 𝔚: ἐκκρίνεται καὶ ἀκθλίβεται Ald. ‖ 3 γὰρ om. J ‖ 4 ἅπτει] ἐπὶ E ‖ 5 κάτωθεν] PI: κάτω J F 𝔐; 𝔄 H Ν ‖ 7 ῥίψεις] PlV: ῥίψις N PlM: ῥίψεις ἢ E1: ῥίψις ἢ 𝔚 ‖ τινος Ol: om. E F1 Pl ‖ 8 δὴ] δὲ δὴ Mor. ‖ ἡ om. J F1 Ecorr. 𝔚: εἰ Frec. 9 τὸ] τὸῦ F)
11
ὥσπερ οἱ ἐκ τῶν δακτύλων πυρῆνες, ὥστε καὶ εἰς τὴν γῆν καὶ εἰς τὴν θάλατταν φαίνεσθαι πίπτοντα, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ αἶθρίας οὔσης. κάτω δὲ ῥιπτεῖται διὰ τὸ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν τὴν ἀπωθοῦσαν. διὸ καὶ οἱ κεραυνοὶ κάτω πίπτουσιν , τοῦ πυρὸς ἄνω φερομένου κατὰ φύσιν · πάντων γὰρ τούτων ἡ γένεσις οὐκ ἔκκαυσις ἀλλʼ ἔκκρισις ὑπὸ τῆς ἐκθλίψεώς ἐστιν, ἐπεὶ κατὰ φύσιν γε τὸ θερμὸν ἄνω πέφυκε φέρεσθαι πᾶν. ὅσα μὲν οὖν μᾶλλον ἐν τῷ ἀνωτάτω τόπῳ συνίσταται, ἐκκαιομένης γίγνεται τῆς ἀναθυμιάσεως, ὅσα δὲ κατώτερον, ἐκκρινομένης διὰ τὸ συνιέναι καὶ ψύχεσθαι τὴν ὑγροτέραν ἀναθυμίασιν· αὕτη γὰρ συνιοῦσα καὶ κάτω ῥέπουσα ἀπωθεῖ πυκνουμένη καὶ κάτω ποιεῖ τοῦ θερμοῦ τὴν ῥῖψιν· διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἄν τύχη κειμένη τοῦ πλάτους καὶ τοῦ βάθους, οὕτω φέρεται ἄνω ἢ κάτω ἢ εἰς τὸ πλάγιον. τὰ πλεῖστα δʼ εἰς τὸ πλάγιον διὰ τὸ δύο φέρεσθαι φοράς, βίᾳ μὲν κάτω, φύσει δʼ ἄνω· πάντα γὰρ κατὰ τὴν διάμετρον φέρεται τὰ τοιαῦτα. διὸ καὶ τῶν διαθεόντων ἀστέρων ἡ πλείστη λοξὴ γίγνεται φορά. πάντων δὴ τούτων αἴτιον ὡς μὲν ὕλη ἡ ἀναθυμίασις, ὡς δὲ τὸ κινοῦν ὁτὲ μὲν ἡ ἄνω φορά, ὁτὲ δʼ ἡ τοῦ ἀέρος συγκρινομένου πῇξις. πάντα δὲ κάτω ταῦτα σελήνης γίγνεται. σημεῖον δʼ ἡ φαινομένη αὐτῶν ταχυτὴς ὁμοία οὖσα τοῖς ὑφʼ ἡμῶν ῥιπτουμένοις, ἃ διὰ τὸ πλησίον εἶναι ἡμῶν πολὺ δοκεῖ τῷ τάχει παραλλάττειν ἄστρα τε καὶ ἥλιον καὶ σελήνην.

[*](10—11 τὴν γῆν καὶ εἰς τὴν θάλατταν] γῆν καὶ εἰς (γῆν καίει καὶ OlV) θάλασσαν N1 Ap Ol Pp: θάλασσαν καὶ εἰς γῆν E 𝔚 ‖ 12 καὶ om. Mor. ‖ οὕσης] οὔσῃς ὁρᾶται J ‖ 13 εἰς τὸ εἰς τὰ F: om. N ῥέπειν τῶν] ῥίπτειν εἰς γῆν E: ῥιπτεῖν εἰς τὸν γῆν 𝔚 ‖ ἀποθοῦσαν Ν ‖ κερανοὶ H 14—14 a τοῦ— φύσιν praebet Pl: om. codd. ‖ 15 κατά] καὶ κατὰ 𝔚 ‖ 16 φέρεσθαι πέφυκε 𝔚 ‖ 17 μᾶλλον] Pl om. E Ap Ol ‖ ἀνωτάτω] Pl: ἄνω E 𝔚 Ol: ἀνωτέρω Ap ‖ ἐκκαομένης Ε 𝔚 21 ῥίψιν] θλῖψιν Pc ‖ 22 τύχοι Ν ‖ 23 ἢ (ante ἄνω) om. Ε1 𝔚 Ν P1 ‖ 26 κατὰ in ras. E1: om. 𝔚 Pcl ‖ τὴν marg. E1 ‖ 26—27 τὸ καὶ τῶν δι- supra add E ‖ 27 γίνεται φορὰ λοξή F: (λ- in ras. E1) ‖ 28 δὴ] δὲ F ‖ κοινοῦν 𝔄1 ‖ 29 δʼ ἡ] δὴ E1: δὲ ἡ Ecorr. ‖ 30 κάτω ταῦτα σελήνης] PlV: κάτω σελήνης ταῦτα E 𝔚 PlM: ταῦτα κάτω σελήνης Ν Ol: κάτω ταῦτα 𝔐: κάτω ταῦτα κάτω σελήνης 𝔄1 ‖ 31 φαινομένη] γινομένη Ald. ὁμοἰα supra add. E1 ‖ 33 τάχυ Ν ‖ ἥλιον καὶ σελήνην] Pl: σελένην καὶ ἥλιον E 𝔚: λιος καὶ σελήνη F1)
12

5 φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον χάσματά τε καὶ βόθυνοι καὶ αἱματώδη χρώματα. αἴτιον δὲ ἐπὶ τούτων τὸ [*](342b) αὐτὸ· ἐπεὶ γὰρ φανερός ἐστι συνιστάμενος ὁ ἄνω ἀὴρ ὥστʼ ἐκπυροῦσθαι, καὶ τὴν ἐκπύρωσιν ὁτὲ μὲν τοιαύτην γίγνεσθαι ὥστε φλόγα δοκεῖν καίεσθαι, ὁτὲ δὲ οἷον δαλοὺς φέρεσθαι καὶ ἀστέρας, οὐδὲν ἄτοπον εἰ χρωματίζεται ὁ αὐτὸς οὗτος ἀὴρ συνιστάμενος παντοδαπὰς χρόας· διά τε γὰρ πυκνοτέρου διαφαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιήσει, μάλιστα δὲ φοινικοῦν ἢ πορφυροῦν, διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μειγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις, οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνεται. καὶ τῇ ἀνακλάσει δὲ ποιήσει, ὅταν τὸ ἕνοπτρον ᾖ τοιοῦτον ὥστε μὴ τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα δέχεσθαι. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν ταῦτα ἡ σύστασις αἰτία ταχεῖα οὖσα. τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτὸς ἐκ κυανοῦ καὶ μέλανος ποιεῖ τι βάθος ἔχειν δοκεῖν. πολλάκις δʼ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δʼ ἔτι χάσμα δοκεῖ. ὅλως δʼ ἐν τῷ μέλανι τὸ λευκὸν πολλὰς ποιεῖ ποικιλίας, οἷον ἡ φλὸξ ἐν τῷ καπνῷ. ἡμέρας μὲν οὖν ὁ ἤλιος κωλύει, νυκτὸς δʼ ἔξω τοῦ φοινικοῦ τὰ ἄλλα διʼ ὁμόχροιαν οὐ φαίνεται. περὶ μὲν οὖν τῶν διαθεόντων ἀστέρων καὶ τῶν ἐκπυρουμένων, ἔτι δὲ τῶν ἄλλων τῶν τοιούτων φασμάτων ὅσα ταχείας ποιεῖται τὰς φαντασίας, ταύτας ὑπολαβεῖν δεῖ τὰς αἰτίας.

[*](34 οὔσης supra add. E1: om. Id. ‖ 36 βώθυνοι E1 ‖ ἐπὶ] καὶ E 𝔚 Ap Op PlM: καὶ ἐπὶ J PlV: om. Pp 342 b 1 συνιστάμενος ὁ ἄνω ἀὴρ] Pl: συνιστάμενος ἄνω ὁ ἀὴρ N: ὁ ἀὴρ συνιστάμενος ἄνω Ol: vel cum Ol vel cum N facit Op: συνιστάμενος ὁ ἀὴρ ὁ ἄνω Ald. ‖ 3 φέρεσθαι] φαίνεσθαι 𝔐 𝔄 Frec. H N ‖ 4 οὖτος] Ol PlV; om. E 𝔚 PlM ‖ 5 πυκνότερον Ν1 ‖ 7 ὁ om. Ν ‖ 8 ἢ]  ἢ μὴ N rec. ‖ διὰ] ἤ διὰ 𝔚 ‖ τὸ supra add. Ν1 ‖ 9 φαίνεσθαι] γίνεσθαι Ald. ‖ ἐπιπροσθέσεις Ε1 (ut videtur) 𝔚 N rec. ‖ 1 δὲ om. Ν ‖ 12 ἔνοπρον Ν ‖ 14 ἀναμιγνυμένου 𝔚 15 κυανέου Ε 𝔚 ‖ 17 δʼ ἔτθ] PlN: Bk.: δὲ E1 𝔚 Ap Ol PI PlM ‖ 18 ποικιλίας τὰς ποικιλίας F 20 τὰ] τὰ δὲ Erec. 𝔚 ‖ ὁμοιόχροιαν Mor. ‖ 21 ἄστρων Ε 𝔚 ‖ καὶ] καὶ ἐκ Ν1 ‖ 22 δὲ] δὲ καὶ F ‖ ἄλλων τῶν om. Ald. 23 ὅσας  J F1 Ald. ‖ ποιεῖτε E1)
13

6 περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέγωμεν, διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον. Ἀναξαγόρας μὲν οὖν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανήτων ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων. τῶν δʼ Ἰταλικῶν τινες καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανήτων ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅπερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ, παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον ἀπεφήναντο, πλὴν τήν γε κόμην οὐκ ἐξ αὑτοῦ φασιν [*](343a) ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν ἀνακλωμένης τῆς ἡμετέρας ὄψεως ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπʼ αὐτοῦ πρὸς τὸν ἥλιον. διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων, ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον· ὑπολείπεσθαι δʼ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον. ἐν μὲν οὖν τῷ μεταξὺ τόπῳ τῶν τροπικῶν οὐχ ἕλκειν τὸ ὕδωρ πρὸς ἑαυτὸν διὰ τὸ κεκαῦσθαι ὑπὸ τῆς τοῦ ἡλίου φορᾶς· πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν μὲν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ τῆς γῆς τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολλαπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι [*](25 λεγομένου HΝ 26 παρὰ τῶν] παρʼ 𝔐 𝔄 ΗΝ ‖ 30 τινες καλουμένων Πυθα- γορείων] τινες καὶ καλουμένων Πυθαγορείων E 𝔚: τινες καὶ τῶν καλουμένων Πυθαγορείων Ol PI: καλουμένων Πυθαγορείων τινὰς H Ν ‖ 31 εἶναι αὐτὸν 𝔚 ‖ ἀστέρων] Pl: ἄστρων E 𝔚 ‖ 34 πολλοὺς J1 ‖ ἐκλίπει post κ rasura unius litt.) J ‖ φάσεις (-σεις ex corr. J1) ‖ 35 φαίνεσθαι] Ol Pl: φαίνεται Ε 𝔚 ‖ 36 Ἱπποκράτην] Pl: τὸν Ἱπποκράτην 𝔚 Ol Pp ‖ 343 a 1 γε] τε 𝔄 ‖ 5 βραδύτατα τῷ] AlIA Pcl: βαρυτάτω E1: βαρύτατα corr. E1; βραδύτατα corr. Erec.: βραδύτητα τῷ AlW: βραδυτάτῳ Ol Pc ‖ 6 ὅταν ἐκ ταὐτοῦ φανῇ post ὅλον (7) coll. 𝔐 ‖ ὑπολελειμμένον] Al: ὑπολελειμμένος 𝔄rec. F OlPlp ‖ 9 αὑτὸν H: αὑτὸν J 𝔐 𝔄 Ν κεκαῦσθαι] διακεκαῦσθαι ‖ 1Ο τοῦ om. E ‖ δαψιλίαν J1 ‖ 11 ἔχειν ex ἔχει corr.E1 12 ὑπὲρ τῆς γῆς τμῆμα] ὑπὲρ τῆς γῆς in ras. 8 vel 4 litt., τμῆμα supra add. E1: ὑπὲρ γῆς τμῆμα 𝔐: ὑπὲρ τὴν γῆν τμῆμα Ap; ὑπὲρ γῆν τμῆμα Pl: ἄνω E1 (?) Ald.)

13
κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ τροπικῷ τόπῳ πλησιάζοντος οὔτʼ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλου· διόπερ ἐν τούτοις μὲν τοῖς τόποις οὐ γίγνεσθαι κομήτην αὐτόν· ὅταν δὲ πρὸς βορέαν ὑπολειφθεὶς τύχῃ, λαμβάνειν κόμην διὰ τὸ μεγάλην εἶναι τὴν περιφέρειαν τὴν ἄνωθεν τοῦ ὁρίζοντος, τὸ δὲ κάτω μέρος τοῦ κύκλου μικρόν· ῥᾳδίως γὰρ τὴν ὄψιν τῶν ἀνθρώπων ἀφικνεῖσθαι τότε πρὸς τὸν ἥλιον. πᾶσιν δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ χωρίς. πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἰς ἀστέρων ὁ κομήτης· οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωραμένοι εἰσὶν ἔξω τοῦ κύκλου. εἶτα καὶ πλείους ἑνὸς ἄμα γεγένηνται πολλάκις. πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην ἴσχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπολείπεται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ· νῦν δʼ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας· οὗτοι δὲ πολλάκις ἅμμα πάντες μετέωροι φαίνονται ὑπὲρ τοῦ ὁρίζοντος. καὶ φανερῶν δὲ ὄντων αὐτῶν ἀπάντων καὶ μὴ φαινομένων πάντων, ἀλλʼ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ, οὐδὲν ἧττον κομῆται φαίνονται γιγνόμενοι πολλάκις. ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὡς ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίγνεται κομήτης μόνον, ἅμα καὶ τοῦ ἡλίου [*](14 τροπικῷ τόπῳ] νότῳ E1 Hcorr.: τροπικῷ οὔτε τῷ νότῳ Erec: τροπικῷ οὔτε τῷ νότῳ 𝔚: τροσικῷ F: νότίῳ τόπῳ Pl: (νοτίου μέρους Ap) 15 θεριναῖς κειμεριναῖς ci. Th. ‖ 16 οὐ] οὐδὲ E 𝔚 ‖ 17 λαμβάνει F1 Ald. ‖ 18 τὸ] (-ο in ras. 2 vel 3 litt. E) 19 κύκλου ἡλίου F1 ‖ 21 κοινὰ 𝔚 ‖ συμπίπτει AlWΑ Ap 0lp Pl: συμπίπτειν Ecorr. m 1 N AlI τὰ (post ἀδύνατα) om. E1 ‖ δὲ] Op: δὲ καὶ E 𝔚 Alp Ol Plp ‖ 22 οὖν om. F ‖ 24 τῷ post ὑπολείπονται PlV: om. Ol PlM Id. ‖ 25 ἑωραμένοι PlV: ὠμμένοι E PlM ‖ κύκλου] (κύκλ- in ras. F1)|| 26 γεγένηνται ex γεγένηται corr. F1: (post έ in J ras. 3 litt.) 27 τὴν κόμ- in ras. J1 ‖ - ην ἔχουσι καθά- marg. J1 ‖ ἴσχουσι PlM: ἔχουσι J Fcorr. m. 1 𝔐 H N PlV Pp  ‖ 28 κόμης] τῆς κόμης Ald. ‖ 32 ὄντων αὐτῶν] Ol PlV: αὐτῶν ὄντων E 𝔚: ὄντων PlM ‖ 33 typothetae incuria om. Id. ‖ πάντων] Pl: ἀπάντων E F1 ‖ 34—35 γιγνόμενοι πολλάκις] Pl: πολλάκις γινόμενοι 𝔐 𝔄 H Ν ‖ 35 ὡς] Al: ὅτι E 𝔚 Ol Pl ‖ 36 κομήτης]  ὁ κομήτης Ecorr. 𝔚 ‖ ἄμα] AlA: ἀλλὰ 𝔚 Fcorr. m. 1 Hcorr. m.1 AlIW ApI Pl: om. ApWΑ)
14
ὄντος περὶ θερινὰς τροπάς· ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος [*](343b) περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν ἀνέσχεν, καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασιν. ἐπὶ δʼ ἄρχοντος Ἀθήνησιν Εὐκλέους τοῦ Μόλωνος ἐγένετο κομήτης ἀστὴρ πρὸς ἄρκτον μηνὸς Γαμηλιῶνος περὶ τροπὰς ὄντος τοῦ ἡλίου χειμερινάς· καίτοι τοσοῦτον ἀνακλασθῆναι καὶ αὐτοὶ τῶν ἀδυνάτων εἶναί φασι. κοινὸν δὲ καὶ τούτοις καὶ τοῖς τὴν σύναψιν λέγουσιν πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην τινές. καὶ τοῦτʼ οὐ μόνον Αἰγυπτίοις πιστεῦσαι δεῖ, καίτοι κἀκεῖνοί φασιν, ἀλλὰ καὶ ἡμεῖς ἐφεωράκαμεν· τῶν γὰρ ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς ἀστήρ τις ἔσχε κόμην, ἀμαυρὰν μέντοι· ἀτενίζουσιν μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγίγνετο τὸ φέγγος, παραβλέπουσι δʼ ἡρέμα τὴν ὄψιν πλέον. πρὸς δὲ τούτοις ἄπαντες οἱ καθʼ ἡμᾶς ὡμμένοι ἄνευ δύσεως ἠφανίσθησαν ἐν τῷ ὑπὲρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαρανθέντες κατὰ μικρὸν οὕτως. ὥστε μήτε ἑνὸς ἀστέρος ὑπολειφθῆναι σῶμα μήτε πλειόνων, ἐπεὶ καὶ ὁ μέγας ἀστὴρ περὶ οὗ πρότερον ἐμνήσθημεν ἐφάνη μὲν χειμῶνος ἐν πάγοις καὶ αἰθρίαις ἀφʼ ἑσπέρας, ἐπὶ Ἀστείου ἄρχοντος, καὶ τῇ μὲν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκὼς τοῦ ἡλίου, τῇ δʼ ὑστεραίᾳ ὤφθη· ὅσον ἐνδέχεται γὰρ ἐλάχιστον ὑπελείφθη, καὶ εὐθὺς ἔδυ· τὸ δὲ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἷον ἅλμα· διὸ καὶ ἐκλήθη ὁδός. ἐπανῆλθε δὲ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, καὶ ἐνταυθοῖ [*](343 b 3 τῶν] Ap Plp: om. E 𝔚 ‖ ἀνίσχε 𝔚 ‖ 4 ἤδη ex δὴ corr. Ν1 ‖ πολλά Ν ‖ ἐπὶ ex ἐπεὶ corr. E1 ‖ εὐκλέους Fvar. Olp Pl (-κ- in ras. E1): εὐκλεοῦς 𝔄corr. m. 1 H Ncorr. 𝔚 AcIA: εὐκλέος J: εὐκλέος F1: εὐκλεᾶς AcW 5 μόλωνος]  0lV: ex μόνωνος corr. J1; σόλωνος 𝔚 AcWA: μέλωνος παιδὸς AcI; μήλωνος OlG PlV: μήλωνος τοῦ μετὰ διότιμον PlM ‖ γαμηλιῶνος (post α im E ras. unius itt.) 7 εἶναί] Ap Plp: om. E 𝔚 ‖ 8 καὶ τοῖς supra add. E1 ‖ τὴν]  Al PI: om. E Ol ‖ 9 κομήτην 𝔄1 ‖ 11 ὄφη ἑωράκαμεν E1 ‖ 13 μὲν om.1 ἀμυδρὸς vel ἀμυδρὼς E1 ‖ τὸ om. E1 ‖ περιβλέπουσιν Ν 16 μιξὸν Ν: τὸ μικρὸν 𝔄 ‖ 17 μήτε (1)] μὴ τοῦ E ‖ 19 αἰθρίας F1 Pl ‖ ἀφ᾿] ἐφʼ Ν ‖ ἀστίου J 𝔐 H N1 E( post ι ras. unius litt.) Pl: ἀετίου 𝔚\ ἀειτίου Fvar.: ἀρισταίου F1: ἀριστοω Nrec. ‖ 2Ο προδεδηὼς N1: προδεδηκὼς Ncorr. : προβεβηκὼς Fvar. ‖ 21 ὑστερέᾳ ‖ γὰρ] καὶ γὰρ E(supra add.) 𝔚 𝔐 𝔄 H Ν Pl ‖ 22 ὑπελείφθει J ‖ ἀπέτεινε] (ε ultima in ras. Erec.) ‖ 23 ἅμμα E1 F1: ἅμα J ‖ 24 τοῦ ὠρίωνος τῆς ζώνης Ν ‖ ἐνταῦθα Ε 𝔚 Ap Pl)
15
διελύθη. καίτοι Δημόκριτός γε προσπεφιλονείκηκεν τῇ δόξῃ τῇ αὐτοῦ· φησὶ γὰρ ὦφθαι διαλυομένων τῶν κομητῶν ἀστέρας τινάς. τοῦτο δὲ οὐχ ὁτὲ μὲν ἔδει γίγνεσθαι ὁτὲ δὲ οὔ, ἀλλʼ ἀεί. πρὸς δὲ τούτοις καὶ οἱ Αἱγύπτιοί φασι καὶ τῶν πλανήτων καὶ πρὸς αὑτοὺς καὶ πρὸς τοὺς ἀπλανεῖς γίγνεσθαι συνόδους, καὶ αὐτοὶ ἑωράκαμεν τὸν ἀστέρα τὸν τοῦ Διὸς τῶν ἐν τοῖς διδύμοις συνελθόντα τινὶ ἤδη καὶ ἀφανίσαντα, ἀλλʼ οὐ κομήτην γενόμενον. ἔτι δὲ καὶ ἐκ τοῦ λόγου φανερόν· οἱ γὰρ ἀστέρες κἂν εἰ μείζους καὶ ἐλάττους φαίνονται, ἀλλʼ ὅμως ἀδιαίρετοί γε καθʼ ἑαυτοὺς εἶναι δοκοῦσιν. ὥσπερ οὖν καὶ εἰ ἦσαν ἀδιαίρετοι, ἁψάμενοι οὐδὲν ἄν ἐποίησαν μέγεθος μεῖζον, οὕτως καὶ ἐπειδὴ οὐκ εἰσὶν μὲν φαίνονται δὲ [*](344a) ἀδιαίρετοι, καὶ συνελθόντες οὐδὲν φανοῦνται μείζους τὸ μέγεθος ὄντες. ὅτι μὲν οὖν αἱ λεγόμεναι περὶ αὐτῶν αἰτίαι ψευδεῖς οὖσαι τυγχάνουσιν, εἰ μὴ διὰ πλείονων, ἀλλὰ καὶ διὰ τούτων ἱκανῶς δῆλόν ἐστιν.

7 ἐπεὶ δὲ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς ἀποδεδεῖχθαι κατὰ τὸν λόγον, ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν, ἔκ τε τῶν νῦν φαινομένων ὑπολάβοι τις ἂν ὧδε περὶ τούτων μάλιστα συμβαίνειν· ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, ὅσον ὑπὸ τὴν ἐγκύκλιὸν ἐστιν φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξηρὰν καὶ θερμήν· αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπʼ αὐτὴν ἀέρος ἐπὶ πολὺ συμπεριάγεται περὶ τὴν γῆν ὑπὸ τῆς φορᾶς καὶ τῆς κινήπροσπεφιλονείκεικεν] [*](25 E1: προσπεφιλονίκηκεν J: προσπεφιλονεικὼς F ‖ 26 γάρ om. F ‖ τῶν om. 𝔚 ‖ ἀστέρας] καὶ ἀστέρας F1 Ald. ‖ 28 δὲ om. E οἱ om. F ‖ ‖ 30 συνόδους] (συνο- supra add. Ν) ‖ ἐαυτοὶ 𝔚 ‖ τὸν ἀστέρα τὸν τοῦ διὸς τὸν F1(ut videtur) N: τὸν τοῦ διὸς ἀστέρα τὸν Ald. 31 δυσμοῖς J ‖ συνελθόντα] Ap; ἀπελθόντα N1: ὑκελθόντα Nvar. cet. Pl ‖ τινὶ] PlV: τινὰ E1: τινὶ δὶς Ecorr. m.1 (δὶς in ras.) 𝔄: om. PlM 32 γινόμενον Ν ‖ καὶ om. 𝔚 ‖ 33 κἃν] καὶ Ν εἰ om. F καὶ] Pl: κἂν F ‖ φαίνονται] PI: φαίνωνται Ecorr. m.1 𝔚 𝔐 𝔄corr. m.1 H F H(ut videtur) ‖ 34 ἀδιαίρετοί γε] ἀδιετοι E1 ‖ 36 μεῖζον om. Id. οὕτω F 𝔐 H Ν Pl ‖ 344 a 3 εἰ] κἂν εἰ Erec. 𝔚: καὶ εἰ F‖ 6 δυνατὸν] ἀδύνατον Evar. ‖ ἀνάγωμεν H Ν 7 τε om. Ν1 ‖ φαινομένων] Ap 0lp Plp: λεγομένων E 𝔚 ‖ 8 συμβαίνειν ex συμβαίνει corr. E1 ‖ 9 τοῦ περὶ] τὸ ὑπὲρ H 𝔚 ‖ ἔσται F1 Ν 11 δὲ αὐτή τε] δὲ Fcorr. m.1:  τὲ 𝔚 τοῦ] τὸ E1 ‖ ἐπὶ] ἔτι 𝔚: τὸ in ras.F1 ‖ 12 φορᾶς A(?) Pl: σφαίρας F 𝔐 𝔄 H N)

16
σεως τῆς κύκλῳ· φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ᾖ ἄν τύχῃ εὔκρατος οὖσα, πολλάκις ἐκπυροῦται· διὸ φαμεν γίγνεσθαι καὶ τὰς τῶν σποράδων ἀστέρων διαδρομάς. ὅταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν ἐμπέσῃ διὰ τὴν ἄνωθεν κίνησιν ἀρχὴ πυρώδης, μήτε οὕτω πολλὴ λίαν ὥστε ταχὺ καὶ ἐπὶ πολὺ ἐκκαίειν, μήθʼ οὕτως ἀσθενὴς ὥστε ἀποσβεσθῆναι ταχὺ, ἀλλὰ πλείων καὶ ἐπὶ πολύ, ἅμα δὲ κάτωθεν συμπίπτῃ ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστὴρ τοῦτο γίγνεται κομήτης, ὅπως ἂν τὸ ἀναθυμιώμενον τύχῃ ἐσχημαατισμένον· ἐὰν μὲν γὰρ πάντη ὁμοίως, κομήτης, ἐὰν δʼ ἐπὶ μῆκος, καλεῖται πωγωνίας. ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος φορὰ δοκεῖ εἶναι, οὕτως καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μονὴ δοκεῖ εἶναι· παραπλήσιον γὰρ τὸ γιγνόμενον οἷον εἴ τις εἰς ἀχύρων θημῶνα καὶ πλῆθος ὤσειε δαλὸν ἢ πυρὸς ἀρχὴν ἐμβάλοι μικράν· φαίνεται γὰρ ὁμοία καὶ ἡ τῶν ἀστέρων διαδρομὴ τούτῳ· ταχὺ γὰρ διὰ τὴν εὐφυίαν τοῦ ὑπεκκαύματος διαδίδωσιν ἐπὶ μῆκος. εἰ δὴ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθὸν, ᾗ μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτʼ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς. τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομμἡ ἀστέρος, ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν. ὅταν μὲν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ ἡ ἀρχὴ τῆς συστάσεως ᾖ, καθʼ ἐαυ [*](13 post φερομένη in E ras. unius litt. 14 εὔπρατος (ut videtur) Ν1 ‖ 16 τὸν post εἰς)] ApWΑ Ol Pl: om. Ε 𝔚 F A ApI τὸν post διὰ)] PIV Pp: τὴν τῶν Ε 𝔚 F N rec. PIM 17 πολλὴ] Pl: πωπολλὴ E1: πολὺ N: om. Ol ‖ 18 καὶ ex καὶ μὴ corr. F1 ‖ ἐκκάειν Ε 𝔚 ‖ 19 καὶ ἐπὶ πολύ del. Th. ‖ 20 συμπίπτει J F 𝔄1 H Ν Εcorr. m.1 Ol PIV: συμπίπτειν PIM ‖ ἀναβαίνειν εὔκρατον marg. Erec. : (ευ- in ras. F1) τοῦτο post κομήτης (21) coll. F 22 μὲν supra add. Ν1 ἐὰν (2)] ἂν 𝔚 𝔄 N: τὸν Pl ‖ 23 δὲ om. 𝔚 24 φορὰ] Ol: om. 𝔚 PI οὔτω J 𝔚 𝔄 Ν OI PI ἡ ὁμοία om. Ald.: ὁμοία Th. 25 μονὴ δοκεῖ] OIV PI: δοκεῖ μονὴ F OlG Ald.: μονῇ δοκεῖ ci. Th. 27 ἀρκὴν om. E1 ‖ ἐμβάλλοι F: ἐμβάλει N 28 ἀστέρων] Pl: ἄστρων Ε 𝔚 29 μείνειε] OIV PIM: μείνειεν J 𝔄corr. m. 1: μήνειεν 𝔄1: μὲνοιε Ν: διαμείνειε Ε 𝔚: μείνοιε PIV: μείνει εἰ OlG ‖ 31 ἀρχὴ] ἡ ἀρχὴ 𝔚 𝔄 φορᾶς] φορᾶς τοῦ κομήτου Erec. F1 τελευτὴ] τελευταία F1: τελεντὴ ἀρχὴ E1: δὲ τελευτὴ ἀρχὴ 𝔚 ‖ 32 διαδρομῆς τοιοῦτον] (-ς in ras E1): διαδρομῆς τοῦ διαΐσσοντος τοιοῦτος καὶ F1: διαδρομῆς τοιοῦτος καὶ Ald. post διαδρομὴ in E ras. unius litt. 33 αὑτῷ H: αὐτῷ 𝔚 F Ν: αυτῷ J ὄτε Ν ‖ 34 αὐτῷ] ἑαυτῷ E1 ‖ ᾖ] εἴη F)
17
τὸν φαίνεται κομήτης· ὅταν δʼ ὑπὸ τῶν ἄστρων τινός, ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανήτων, ὑπὸ τῆς κινήσεως συνιστῆται ἡ [*](344b) ἀναθυμίασις, τότε κομήτης γίγνεται τούτων τις· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίγνεται τοῖς ἄστροις, ἀλλʼ ὥσπερ αἱ ἅλῳ περὶ τὸν ἥλιον φαίνονται καὶ τὴν σελήνην παρακολουθοῦσαι, καίπερ μεθισταμένων, ὅταν οὕτως ᾖ πεπυκνωμένος ὁ ἀὴρ ὥστε τοῦτο γίγνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, οὕτω καὶ ἡ κόμη τοῖς ἄστροις οἶον ἄλως ἐστίν· πλὴν ἡ μὲν γίγνεται διʼ ἀνάκλασιν τοιαύτη τὴν χρόαν, ἐκεῖ δʼ ἐπ᾿ αὐτῶν τὸ χρῶμα φαινόμενόν ἐστιν. ὅταν μὲν οὖν κατʼ ἀστέρα γένηται ἡ τοιαύτη σύγκρισις, τὴν αὐτὴν ἀνάγκη φαίνεσθαι φορὰν κινούμενον τὸν κομήτην ἥνπερ φέρεται ὁ ἀστήρ· ὅταν δὲ συστῇ καθʼ αὐτόν, τότε ὑπολειπόμενοι φαίνονται. τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν. τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην, ὡς ἄλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γιγνομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, πρὸς τὸν ἥλιον, ὅτι καὶ καθʼ αὑτὸν γίγνεται κομήτης πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων. περὶ μὲν οὖν τῆς ἅλω τὴν αἰτίαν ὕστερον ἐροῦμεν· περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρὴ νομίζειν ὅτι σημαίνουσι γιγνόμενοι πλείους πνεύματα καὶ αὐχμοὺς· δῆλον γὰρ ὅτι γίγνονται διὰ τὸ πολλὴν εἶναι τὴν τοιαύτην ἔκκρισιν, ὥστε ξηρότερον ἀναγκαῖον εἶναι τὸν ἀέρα, καὶ διακρίνεσθαι [*](35 κομήτης ὁ κομήτης Ιd. ἄστρων] ἄστρων γιγνόμενος Erec. 𝔚 ‖ 36 πλανη τῶν ἢ τῶν ἀπλανῶν Ald. συνίσταται Ecorr. m. 1 𝔚 𝔄 H N ἡ om. Ε 344 b 2 ἄλως F 𝔚 3 φαίνεται καὶ τὴν σελήνην 𝔄1; καὶ σελήνην φαίνονται Ald. μεθισταμένων] OI PI: μεθισταμένων τῶν ἄστρων F Ald. 6 οὕτως 𝔚 ‖ 9 φαίνεσθαι] PIV: φέρεσθαι 𝔚 H N 𝔚 Ρ PIM Pp ‖ 10 ἦπερ 𝔚 𝔄 H N1 φαίνεται Ν 11 καθʼ αὑτὸν συστῇ 𝔄 𝔚 H Ν φαίνεται Η rec.. 13 ὡς ἅλω] (-λ-in ras. E1) Νrec. : ὡς ἅλῳ J: ὡς ἄλως 𝔄 Hcorr. Pl: ὡς ἄλλῳ 𝔚 εἰς ἅλω N1: ὥσπερ ἡ ἅλω marg. Nrec.: ὡς τὴν ἅλως F1: ὡς τὴν ἄλω Fcorr. m. 1: ὥσπερ τὴν ἅλω Ol ‖ 14 πρὸς] εἰς Ν1 γιτνομὲνην] Fvar. PI PIV: γινόμενον F1 𝔚 𝔄: γινομὲνη PIM 15 μὴ μὴ εἶναι Ald. ἱπποκράτη 𝔚 16 καὶ (post ὅτι) om. F ‖ κατʼ αὐτοῦ E1: κατʼ αὐτοὺς 𝔚 πολλάκις καὶ] PI: om. E: καὶ πολλάκις καὶ 𝔚 𝔄 Ν PI 19 χρὴ] κου F1 20 πλείου Ap Plp: πλείω 𝔚 οἱ πλείους Cas. ‖ 21 ἔκκρισιν ex ἔκρεισιν corr. E1; ἔκκρησιν J)
18
καὶ διαλύεσθαι τὸ διατμίζον ὑγρὸν ὑπὸ τοῦ πλήθους τῆς θερμῆς ἀναθυμιάσεως, ὥστε μὴ συνίστασθαι ῥᾳδίως εἰς ὕδωρ. σαφέστερον δʼ ἐροῦμεν καὶ περὶ τούτου τοῦ πάθους, ὅταν καὶ περὶ πνευμάτων λέγειν ἦ καιρός. ὅταν μὲν οὖν πυκνοὶ καὶ πλείους φαίνωνται, καθάπερ λέγομεν, ξηροὶ καὶ πνειυματώδεις γίγνονται οἱ ἐνιαυτοὶ ἐπιδήλως· ὅταν δὲ σπανιώτεροι καὶ ἀμαυρότεροι τὸ μέγεθος, ὁμοίως μὲν οὐ γίγνεται τὸ τοιοῦ τον, οὐ μὴν ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ γίγνεταὶ τις ὑπερβολὴ πνεύματος ἢ κατὰ χρόνον ἢ κατὰ μέγεθος, ἐπεὶ καὶ ὅτε ὁ ἐν Aἰγὸς ποταμοῖς ἔπεσε λίθος ἐκ τοῦ ἀέρος, ὑπὸ πνεύματος ἀρθεὶς ἐξέπεσε μεθʼ ἡμέραν· ἔτυχε δὲ καὶ τότε κομήτης ἀστὴρ γενόμενος ἀφʼ ἐσπέρας. καὶ περὶ τὸν μέγαν ἀστέρα τὸν κομήτην ξηρὸς ἦν ὁ χειμὼν καὶ βόρειος, καὶ τὸ κῦμα διʼ ἐναντίωσιν ἐγένετο πνευμάτων· ἐν μὲν γὰρ τῷ κόλπῳ βορέας κατεῖχεν, ἔξω δὲ νότος ἔπνευσε μέγας. ἔτι δʼ ἐπʼ [*](345a) ἄρχοντος Νικομάχου ἐγένετο ὀλίγας ἡμέρας κομήτης περὶ τὸν ἰσημερινὸν κύκλον, οὐκ ἀφʼ ἐσπέρας ποιησάμενος τὴν ἀνατολήν, ἐφʼ ᾧ τὸ περὶ Κόρινθον πνεῦμα γενέσθαι συνέπεσεν. τοῦ δὲ μὴ γίγνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντός, αἴτιος ἡ τοῦ ἡλίου καὶ ἡ τῶν ἀστέρων κίνησις, οὐ μόνον ἐκκρίνουσα τὸ θερμόν, ἀλλὰ καὶ διακρίνουσα τὸ συνιστάμενον. μάλιστα δʼ αἴτιον ὅτι τὸ πλεῖστον εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν.

[*](25 καὶ (post ἐροῦμεν) supra add. F1 27 φαίνονται J λέγωμεν 𝔄 Ν1 ‖ 29 ἀμαυρότεροι ex μαυρώτεροι (ut videtur) corr. E1: ἀμαυρώτεροι J οὐ] οὖν 𝔚 γίγνονται Ald. τὸ (post γίγνεται) om. F 31 μέγεθος] μέγεθος οὐ μὴν ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ γίνει N1 ὁ in ras. E1: supra add. F1 32 ποταμοῖς ex ποταμὸς corr. F1 πνευμάτων Ν 33 ἔκεσε E1 𝔅 ἑξὲπεσε δὲ Frec. ‖ μεθʼ] μέγαθ᾿ (ut videtur) E1 34 γιγνόμενος 𝔚 ‖ ἀστλρα ex ἀστέραν corr. E1 ‖ 35 βόριος J ‖ 36 ἐγένετο] Ap: ἐγίγνετο E 𝔚 345 a 1-2 βορέας — νικομάχου ἐγένετο marg. F1 1 νότος] (-ς in ras. 2 vel 3 litt. E1) ἔπνει ci. Th. 2 ἐγένετο νικομάχου E1: ἐγένετο νικομάχου ἀθήνησιν Εrec. 𝔚 (Ap) 6-7 αἴτιος ἡ] αἴτιος τε Ε 𝔚 Ρ P1: αἰτία ἡ J corr.. m.1 F 𝔚 𝔄 H Ν: αἰτια J1: αἰτία ἢ τε (ut videtur) Ap: γίνεται αἴτιος τε Ald. 7 ἀστέρων] Ap: ἄστρων Εcorr. m. 1 𝔚 PI ‖ θερμόν] θερ E1)
19

8 ὅπως δὲ καὶ διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τὶ ἐστι τὸ γάλα, λέγωμεν ἢδη. προδιέλθωμεν δὲ καὶ περὶ τούτου τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον. τῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί τινες ὁδὸν εἶναι ταύτην οἱ μὲν τῶν ἐκπεσόντων τινὸς ἀστέρων, κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος φθοράν, οἱ δὲ τὸν ἥλιον τοῦτον τὸν κύκλον φέρεσθαί ποτέ φασιν· οἷον οὖν διακεκαῦσθαι τὸν τόπον τοῦτον ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος ὑπὸ τῆς φορᾶς αὐτῶν. ἄτοπον δὲ τὸ μὴ συννοεῖν ὅτι εἴπερ τοῦτʼ ἦν τὸ αἴτιον, ἔδει καὶ τὸν τῶν ζῳδίων κύκλον οὕτως ἔχειν, καὶ μᾶλλον ἢ τὸν τοῦ γάλακτος· ἀπαντα γὰρ ἐν αὐτῷ φέρεται τὰ πλανώμενα καὶ οὐχ ὁ ἥλιος μόνος. δῆλος δʼ ἡμῖν ἅπας ὁ κύκλος· αἰεὶ γὰρ αὐτοῦ φανερὸν ἡμικύκλιον τῆς νυκτός. ἀλλὰ πεπονθὼς οὐδὲν φαίνεται τοιοῦτον, πλὴν εἴ τι συνάπτει μόριον αὐτοῦ πρὸς τὸν τοῦ γάλακτος κύκλον. οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν· τὸν γὰρ ἥλιον ὑπὸ τὴν γῆν φερόμενον οὐχ ὁρᾶν ἕνια τῶν ἄστρων. ὅσα μὲν οὖν περιορᾶται ὑπʼ αὐτοῦ, τούτων μὲν οὐ φαίνεσθαι τὸ φῶς (κωλύεσθαι γὰρ ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων)· ὅσοις δʼ ἀντιφράττει ἡ γῇ ὥστε μὴ ὁρᾶσθαι ὑπὸ τοῦ ἡλίου, τὸ τούτων οἰκεῖον φῶς εἶναί φασι τὸ γάλα. φανερὸν δʼ ὅτι καὶ τοῦτʼ ἀδύνατον· τὸ μὲν γὰρ γάλα ἀεὶ τὸ αὐτὸ ἐν τοῖς αὐτοῖς ἐστιν ἄστροις (φαίνεται γὰρ μέγιστος ὢν κύκλος), ὑπὸ δὲ τοῦ ἡλίου ἀεὶ ἕτερα τὰ οὐχ ὁρώμενα διὰ τὸ μὴ ἐν ταὐτῷ μένειν τόπῳ. ἔδει οὖν μεθισταμένου τοῦ ἡλίου μεθίστα- [*](12 περὶ in παρὰ mut. 𝔚1 ‖ 13 περὶ 𝔐1 𝔄1 Ald.: ὑπὸ Ap ‖ 14 μὲν] μὲν οὖν Ε ‖ 15 ἀστέρων] Ap Ocl Plp: ἄστρων E 𝔚 ‖ 16 φθοράν] Εcorr. m. 1 Ap PI: φοράν E1 J F N: ὁδὸν Op τὸν (post τοῦτον) in eras. κύκλω 𝔚 𝔄 ‖ 17 τὸν τόπον τοῦτον] PIV: τοῦτον τὸν τόπον F 𝔄 H: τοῦτον τὸν τρόπον H N: τὸν τόπον E 𝔄: τόπον PIM ‖ 18 αὐτοῦ Εcorr. m. 1 𝔚 𝔄 F N PI ‖ 20 ζῳδίων in ζωδιακῶν mut. E1 ἢ τὸν τοῦ γάλακτος om. E1 ‖ 21 φαίνεται Ε ‖ 22 ἀεὶ Ε 𝔚 𝔐 𝔄 F Ν 23 ἡμικύκλιον τὸ ἡμικύκλιον 𝔐 Ald. πεπονθὸς J N ‖ 24 τις Ε1 αὐτοῦ om. Ν τὸν om. 𝔚1 25 καὶ] καὶ καὶ J ‖ 31 φῶς φασιν εἶναι Ε 𝔚: εἶναι φῶς PI ‖ 32 ἀεὶ] (α- supra add. Ε1) ‖ 33 μέγιστος ὢν] PI: μέγας E1 𝔚: μέγιστος Εvar. μέγιστος ὢν ὁ Oc: μέσον ὢν ὁ Ol: μέγιστος εἷναι Ald. δὲ] τε 𝔚 ‖ 34 ὁρώμανα] ὁρώμενα καὶ γὰρ τὰ ὁρώμενα 𝔚 ‖ 35 μένειν] μένειν τὸν ἥλιον 𝔄 H N)

20
σθαι καὶ τὸ γάλα· νῦν δὲ οὐ φαίνεται τοῦτο γιγνόμενον. πρὸς δὲ τούτοις, εἰ καθάπερ δείκνυται νῦν ἐν τοῖς περὶ ἀστρολογίαν [*](345b) θεωρήμασιν, τὸ τοῦ ἡλίου μέγεθος μεῖζόν ἐστιν ἢ τὸ τῆς γύης καὶ τὸ διάστημα πολλαπλασίως μεῖζον τὸ τῶν ἄστρων πρὸς τὴν γῆν ἢ τὸ τοῦ ἡλίου, καθάπερ τὸ τοῦ ἡλίου πρὸς τὴν γῆν ἢ τὸ τῆς σελήνης, οὐκ ἂν πόρρω που τῆς γῆς ὁ κῶνος ὁ ἀπὸ τοῦ ἡλίου συμβάλλοι τὰς ἀκτῖνας, οὐδʼ ἂν ἡ σκιὰ πρὸς τοῖς ἄστροις εἴη τῆς γῆς, ἡ καλουμένη νύξ· ἀλλʼ ἀνάγκη πάντα τὸν ἥλιον τὰ ἄστρα περιορᾶν, καὶ μηδενὶ τὴν γῆν ἀντιφράττειν αὐτῶν. ἔτι δʼ ἐστὶν τρίτη τις ὑπόληψις περὶ αὐτοῦ· λέγουσιν γάρ τινες ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην. ἀδύνατον δὲ καὶ τοῦτο εἰ μὲν γὰρ τό τε ὁρῶν ἠρεμοίη καὶ τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἄπαν, ἐν τῷ αὐτῷ σημείῳ τοῦ ἐνόπτρου τὸ αὐτὸ φαίνοιτʼ ἂν μέρος τῆς ἐμφάσεως· εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μὲν ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν, πρὸς ἄλληλα δὲ μήτε ἰσοταχῶς μηδʼ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι, ἀδύνατον τὴν αὐτὴν ἔμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους τοῦ ἐνόπτρου. τὰ δʼ ἐν τῷ τοῦ γάλακτος κύκλῳ φερδμενα ἄστρα κινεῖται καὶ ὁ ἥλιος πρὸς ὃν ἡ ἀνάκλασις, μενόντων ἡμῶν, καὶ ὁμοίως καὶ ἴσον πρὸς ἡμᾶς ἀπέχοντα, αὐτῶν δʼ οὐκ ἴσον· ὁτὲ μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλει, ὁτὲ δὲ ἔωθεν, τὰ δὲ μόρια τοῦ γάλακτος τὰ αὐτὰ μένει ἐν ἑκάστῳ. καίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις, ἀλλὰ μὴ ἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις. ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοῖς τοιούτοις ἐνόπτροις τὸ μὲν γάλα ἐμφαί [*](345 b 1 νῦν] Ol: om. E 𝔚 Hcorr. Pl ‖ ἀστρολογίας H Ν 2 τὸ] οὔτως ἔχει καὶ τὸ τε Ε 𝔚 PI ‖ ἢ ὁ in ras. 3 itt. F1 ‖ 5 πρὸς τὴν γῆν τῇ γῇ E1 ‖ που] τοῦ 𝔚 6 τῆς] ἀπὸ τῆς Ε 𝔚 P1 ‖ συμβάλλοι Nvar.: συμβάλλει Ν1 ‖ 8 ἀλλʼ ex corr. J1: supra add. N1 περιωρᾶν E1 ‖ 13 ἄπαν om. E 14 τὸ αὐτὸ] ἐν τῷ αὐτῷ 𝔄1 16 μὲν corr. F1: μέν F1 (seq. rasura unius litt.): μένοι 𝔄 H PI PIV: μένει Nrec. Ol PIM: μέντοι 𝔐 17 μήτε] μὴ Ε 𝔚 Ac Pl ‖ μηδʼ] Ac Pl: μήτʼ J H H Ν: μήτε F αἰεὶ 𝔚 18 αὐτὴν] αὐτὴν εἶναι Ν 19 τῷ] τούτω Ε 20 καὶ om. E1 22 μέσον E 23 ἀνατέλλει F ‖ δὲ (ante μόρια) om. J1: post μόρια add. jrec. 24 μένοι 𝔐 𝔄 H ‖ 26 ἐν] (-n in ras. 2 vel 3 litt. 𝔄1) ‖ τοῖς] PIV: om. E 𝔚 Ol PIM ‖ γάλα] γὰραλα E1: γὰρ γάλα corr. 1)
21
νεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον πῶς δυνατόν; ὅτι μὲν οὖν οὔτε ὁδὸς τῶν πλανήτων οὐδενὸς οὔτε φῶς ἐστι τῶν μὴ ὁρωμένων ἄστρων οὔτʼ ἀνάκλασις, ἐκ τούτων φανερόν. σχεδὸν δὲ ταῦτʼ ἐστὶν μόνον τὰ μέχρι τοῦ νῦν παραδεδομένα παρὰ τῶν ἄλλων. ἡμεῖς δὲ λέγωμεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν. εἴρηται γὰρ πρότερον ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τοιαύτην σύστασιν οἴαν καὶ τοὺς κομήτας ἀστέρας εἶναί φαμεν. τοιοῦτον δὴ δεῖ νοῆσαι γιγνόμενον ὅπερ ἐπʼ ἐκείνων, ὅταν μὴ αὐτὴ [*](346a) καθʼ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλʼ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων· τὸτε γὰρ οὗτοι φαίνονται κομῆται διὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορῇ ὥσπερ τῷ ἡλίῳ τὴν τοιαύτην σύγκρισιν, ἀφʼ ἧς διὰ τὴν ἀνάκλασιν τὴν ἅλω φαίνεσθαί φαμεν, ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ. ὃ δὴ καθʼ ἔνα συμβαίνει τῶν ἀστέρων, τοῦτο δεῖ λαβεῖν γιγνόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν· εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις, καὶ τὴν τῶν πάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν ἀέρα [*](9a) τε καὶ διακρίνειν διὰ τὸ τοῦ κύκλου μέγεθος.ἀνάγκη τοί [*](9b) νυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο [*](9c) ποιήσειν φοράν --- χρὴ γὰρ τοῦτο, ἵνα πολλὴ κίνησις ᾖ [*](9d) διὰ τὸ μέγεθος γιγνομένη καὶ πλείονα τὴν ἔξαψιν ποιήσῃ. καὶ πρὸς τούτοις ἔτι καθʼ ὃν τόπον πυκνότατα καὶ πλεῖστα καὶ μέγιστα τυγχάνουσιν ὄντα τῶν ἄστρων. ὁ μὲν οὖν τῶν ζῳδίων διὰ τὴν τοῦ ἡλίου φορὰν καὶ τὴν τῶν πλανητῶν [*](27 ἀντανακλᾶσθαι Ald. ‖ 30 μόνον τὰ μόνα τὰ F1: τὰ γε Ε 𝔚 ‖ παραδιδόμενα Ν ‖ 31 λέγομεν E1 𝔚corr. ‖ 32 ἀρχὴν ἡμῖν marg. Erec. ‖ 33 λεγομένου] Ocl Plp: om. E 𝔚 Ap ‖ 34 ἀποκρίνεσθαι] Pp: ἀποκρίνασθαι : ἀποκρίνασθα τὴν Ν1: ἀποκρίνεσθαι τὴν Ap P ‖ 35 οἵους E1 ‖ δὲ 𝔚: δεῖ corr. ‖ 36 corr. 𝔄1 ‖ γιγνόμενον Ol Pl: τὸ γιγνόμενον Cam. 346 a οὖτοι] Pl: τοιοῦτοι Ε 𝔚 ‖ 6 δὲ Ald. 8 ηπερ E1 ‖  κίνησις] κίνησις ἀνάπτει Ald. 9 ἁπάντων J 𝔄 H N ποιεᾶ E ‖ τοιοῦτο J 𝔐1 𝔄 𝔚 ‖ ἀέρα — μέγεθος (9 a) om. J E 𝔚: (in voc. ἐκριπίζειν cadit Pl) 9 a τε om. 𝔐 𝔄corr.. F H Ν διὰ ιὰ 𝔄1 ‖ ἀνάγκη — ποιήση (9 d) praebet Ol, omittunt codd. 9 b αὐτῶν om. G ‖ 10 καὶ (ante πρὸς)] ἀένα καὶ corr. F1 ‖ καὶ (ante πλεῖστα) om. 𝔚 ‖ 11 ὁ] ὁ τὸπος corr. E1 ‖ τῶν] τὴν τῶν Ν 12 ζῳδίων] PIV: ζωδίων κύκλος F: ζῳδίων τόπος PIM)
22
διαλύει τὴν τοιαύτην σύστασιν· διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίγνονται τῶν τροπικῶν. ἔτι δʼ οὔτε περὶ τὸν ἥλιον ὔοτε περὶ σελήνην γίγνεται κόμη· θᾶττον γὰρ διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν. οὗτος δʼ ὁ κύκλος ἐν ᾧ τὸ γάλα φαίνεται τοῖς ὁρῶσιν, ὅ τε μέγιστος ὢν τυγχάνει καὶ τῇ θέσει κείμενος οὕτως ὥστε πολὺ τοὺς τροπικοὺς ὑπερβάλλειν. πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστὶν τῶν μεγίστων καὶ λαμπροτάτων, καὶ ἔτι τῶν σποράδων καλουμένων (τοῦτο δʼ ἐστὶν καὶ τοῖς ὄμμασιν ἰδεῖν φανερόν), ὥστε διὰ ταῦτα συνεχῶς καὶ ἀεὶ ταύτην πᾶσαν ἀθροίζεσθαι τὴν σύγκρισιν. σημεῖον δέ· καὶ γὰρ αὐτοῦ τοῦ κύκλου πλέον τὸ φῶς ἐστιν ἐν θατέρῳ ἡμικυκλίῳ τῷ τὸ δίπλωμα ἔχοντι· ἐν τούτῳ γὰρ πλείω καὶ πυκνότερά ἐστιν ἄστρα ἢ ἐν θατέρῳ, ὡς οὐ διʼ ἑτέραν τινʼ αἰτίαν γιγνομένου τοῦ φέγγους ἢ διὰ τὴν τῶν ἄστρων φοράν· εἰ γὰρ ἔν τε τῷ κύκλῳ τούτῳ γίγνεται ἐν ᾧ τὰ πλεῖστα κεῖται τῶν ἄστρων, καὶ αὐτοῦ τοῦ κύκλου ἐν ᾧ μᾶλλον φαίνεται καταπεπυκνῶσθαι καὶ μεγέθει καὶ πλήθει ἀστέρων, ταύτην εἰκὸς ὑπολαβεῖν οἰκειοτάτην αἰτίαν εἶναι τοῦ πάθους. θεωρείσθω δʼ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς. τοὺς δὲ σποράδας καλουμένους οὕτω μὲν εἰς τὴν σφαῖραν οὐκ ἔσται τάξαι διὰ τὸ μηθεμίαν διὰ τέλους ἔχειν φανερὰν ἕκαστον θέσιν, εἰς δὲ τὸν οὐρανὸν ἀναβλέπουσίν ἐστι δῆλον· ἐν μόνῳ γὰρ τούτῳ τῶν κύκλων τὰ μεταξὺ πλήρη τοιούτων ἀστέρων ἐστίν, ἐν δὲ τοῖς ἄλλοις διαλείπει φανερῶς. ὥστʼ εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας ἀποδεχόμεθα [*](346b) τὴν αἰτίαν ὡς εἰρημένην μετρίως, καὶ περὶ τοῦ γάλακτος τὸν αὐτὸν ὑποληπτέον τρόπον ἔχειν· ὃ γὰρ ἐκεῖ [*](13 διακωλύει Fvar. 16 ἐντὸς E ‖ τὸν] Plp: om. E ‖ 15 σελήνηπ] τὴν σελήνην F 𝔚 𝔄 Ν Plp κόμη] Plp: κομότης Ε 𝔚 ‖ 16 τοιαύτην] Pl: τὴν τοιαύτην F Ν ‖ οὗτος] Plp: αὐτὸς Ε 𝔚 17 ὅ τε] ὅτι τε F: om. 𝔐 H Ν Pl ‖ μέγιστοι Ν τυγχάνει ex τυγχάνη corr. E1 ‖ 18 οὖτος Ν 19 τῶν] τῶν τε Ε 𝔚 F PI ‖ 22 ταύτην] ταύτη ci. Th. πᾶσαν om. Ν 24 τῷ τὸ] τοῦτο E1 ‖ διπλήρωμα 1 ‖ 25 ἄστρα] τὰ ἄστρα Ν ἢ om. E ‖ 26 δι᾿] διὰ F: δ᾿ Ν ‖ 28 τὰ om. E 𝔚 ‖ 30 ὑπολαμβεῖν (-ει- ex α corr.) E1 | 32 σπορος E1 ‖ 33 ἔστιν Ε 𝔚 F PI ‖ 34 ἀναβλὲπτουσιν 𝔅 ‖ 35 τῶν κύκλων] τῶ κύκλων 𝔄1: τῷ οὐρανῷ F1; τῷ γάλακτι κύκλῳ Frec. ‖ 36 ἀστέρων τοιούτων H Ν ‖ ἐστίν] PIM: εἰσίν PIV Ald. ‖ 346 b 3 ὑποληπτέον τρόπον] PI: τρόπον ὑποληπτέον 𝔐 𝔄 F H Ν)
23
περὶ ἕνα ἐστὶν πάθος ἡ κόμη, τοῦτο περὶ κύκλον τινὰ συμβαίνει γίγνεσθαι τὸ αὐτό, καὶ ἔστιν τὸ γάλα, ὡς εἰπεῖν οἷον ὁριζόμενον, ἡ τοῦ μεγίστου διὰ τὴν ἔκκρισιν κύκλου κόμη. διὸ καθάπερ πρότερον εἴπομεν, οὐ πολλοὶ οὐδὲ πολλάκις γίγνονται κομῇται, διὰ τὸ συνεχῶς ἀποκεκρίσθαι καὶ ἀποκρίνεσθαι καθʼ ἑκάστην περίοδον εἰς τοῦτον τὸν τόπον αἰεὶ τὴν τοιαύτην σύστασιν. περὶ μὲν οὖν τῶν γιγνομένων ἐν τῷ περὶ τὴν γῆν κόσμῳ τῷ συνεχεῖ ταῖς φοραῖς εἴρηται, περί τε τῆς διαδρομῆς τῶν ἄστρων καὶ τῆς ἐκπιμπραμένης φλογός, ἔτι δὲ περί τε κομητῶν καὶ τοῦ καλουμένου γάλακτος· σχεδὸν γάρ εἰσιν τοσαῦτα τὰ πάθη τὰ φαινόμενα περί τὸν τόπον τοῦτον.

9 περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν, λέγωμεν· οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ, ληπτέον δὲ καὶ τούτων τὰς ἀρχὰς καὶ τὰς αἰτίας πάντων ὁμοίως. ἡ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίγνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς ἐστι. μενούσης δὲ τῆς γῆς, τὸ περὶ αὐτὴν ὑγρὸν ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω· τῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ καὶ σβεννυμένης διὰ τὸ μετεωρίζεσθαι πορρώτερον εἰς τὸν [*](4 ἡ marg. 𝔄1 ‖ 6 οἷον supra add. Ν1 ‖ ἡ om. Ε ‖ 7 διὸ] OI: διόπερ Ε 𝔚 εἴπομεν πρότερον Ε 𝔚 OI ‖ 7-8 κομῆται γίνονται F ‖ 8 -σθαι τε καὶ ἀποκρίνε- marg. Εrec. καὶ] τε καὶ Erec. 𝔚 H N 9 τρόπον 𝔚 ‖ ἀεὶ Ε 𝔐 𝔄 F H N 10 σύστασιν] ἀναθυμίασιν F 11 ταῖς] ταῖς ἄνω Par. 2032 Par. suppl. 642 Ald. ‖ σφαίραις Fcorr. τε] δὲ J1 ‖ 12 τῆς (post καὶ) τοῖς 𝔚 ‖ ἐμπιμπραμένης Fcorr. 𝔚 13 δὲ] Pl: om. Ε 𝔚 ‖ 14 εἰσιν] PIV: ἐστι J  F 𝔐 𝔄 H N OI PIM τοσαῦτα var. Frec.: ταῦτα F1 ‖ τὰ (ante πάθη) Plp: om. E Ol ‖ περὶ περὶ τε Ald. 17 λέγομεν E1 𝔐corr. ‖ 18 καὶ (ante ἀέρος) supra add. 𝔐rec. ‖ 20 οὖν supra add. F1 ‖ 20—21 πρώτη καὶ κυρία F 21 ὁ κύκλος ἐστίν] Fvar.: ὁ οὐρανὸς ἐστίν F1: ἐστιν ὁ κύκλος Ald. 23 φορᾶς Ε 24 δὲ] δὲ μέσω F ‖ 25 τῆς (post ἄλλης) om. 𝔐 𝔄 Ν 26 ἀπολιπούσης Ol: ἀπολειπούσης Εcorr.. m.1 𝔐 𝔄(-ε- in ras. m. 1) H Ν ‖ ἀναγαγούσης H Ν ‖ 28 καὶ om. F)

24
ὑπὲρ τῆς γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμὶς ψυχομένη διά τε τὴν ἀπόλειψιν τοῦ θερμοῦ καὶ τὸν τόπον, καὶ γίγνεται ὕδωρ ἐξ ἀέρος· γενόμενον δὲ πάλιν φέρεται πρὸς τὴν γῆν. ἔστι δʼ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δʼ ἐξ ἀέρος εἰς ὕδωρ νέφος· ὁμίχλη δὲ νεφέλης περίττωμα τῆς εἰς ὕδωρ συγκρίσεως. διὸ σημεῖον μᾶλλόν ἐστιν εὐδίας ἢ ὑδάτων· οἶον γάρ ἐστιν ἡ ὁμίχλη νεφέλη ἄγονος. γίγνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν τοῦ ἡλίου κύκλον· ἄμμα γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλει καὶ οὗτος ἄνω καὶ κάτω.[*](347a) δεῖ δὲ νοῆσαι τοῦτον ὥσπερ ποταμὸν ῥέοντα κύκλῳ ἄνω καὶ κάτω, κοινὸν ἀέρος καὶ ὕδατος· πλησίον μὲν γὰρ ὄντος τοῦ ἡλίου ὁ τῆς ἀτμίδος ἄνω ῥεῖ ποταμός, ἀφισταμένου δὲ ὁ τοῦ ὕδατος κάτω. καὶ τοῦτʼ ἐνδελεχὲς ἐθέλει γίγνεσθαι κατά γε τὴν τάξιν· ὥστʼ εἴπερ ἠνίττοντο τὸν ὠκεανὸν οἱ πρότερον, τάχʼ ἂν τοῦτον τὸν ποταμὸν λέγοιεν τὸν κύκλῳ ῤέοντα περὶ τὴν γῆν. ἀναγομένου δὲ τοῦ ὑγροῦ αἰεὶ διὰ τὴν τοῦ θερμοῦ δύναμιν καὶ πάλιν φερομένου κάτω διὰ τὴν φύξιν πρὸς τὴν γῆν, οἰκείως τὰ ὀνόματα τοῖς πάθεσιν κεῖται καί τισιν διαφοραῖς αὐτῶν· ὅταν μὲν γὰρ κατὰ μικρὰ φέρηται, ψακάδες, ὅταν δὲ κατὰ μείζω μόρια, ὑετὸς καλεῖται.

10 ἐκ δὲ τοῦ καθʼ ἡμέραν ἀτμίζοντος ὅσον ἂν μὴ μετεωρισθῇ διʼ ὀλιγότητα τοῦ ἀνάγοντος αὐτὸ πυρὸς πρὸς τὸ ἀναγόμενον ὕδωρ, πάλιν καταφερόμενον ὅταν ψυχθῇ νύκτωρ, καλεῖται δρόσος καὶ πάχνη, πάχνη μὲν ὅταν ἡ ἀτμὶς παγῇ πρὶν εἰς ὕδωρ συγκριθῆναι πάλιν (γίγνεται δὲ χειμῶνος, καὶ μᾶλλον ἐν τοῖς χειμερινοῖς τόποις), δρόσος δʼ ὅταν συγκριθῇ εἰς ὕδωρ ἡ ἀτμίς, καὶ μήθʼ οὕτως ἔχ ἡ [*](29 τὴν γῆν 𝔚 ‖ 30 γίγνεται] γίνεται μὲν 𝔚 ‖  31 φέρεται πάλιν 𝔚 PI ‖ 33—34 τῆς εἰς ὕδωρ σνγκρίσεωε alio quo traicienda censet Th. 34 διὸ] διόπερ Ε 𝔚 εἰσὶν Ε 𝔚 ‖ εὐδίας marg. Nrec. ‖ ἢ om. J: a antecedit in Ε rasura unius litt. 35 ἄονος Η ‖ 36 κύκλος] ὁ κύκλος 𝔚 𝔄 Fvar. Η Ν: οὐρανὸς F1 ‖ 347 a 2 δεῖ δὲ] καὶ δεῖ Ε 𝔚 ‖ κύκλον 𝔚 ‖ 4 ὁ (post δὲ) om. 𝔐 𝔄1 E1 𝔚 ‖ 5 ἐνδελεχῶς Ν1 (ut videtur) θέλει Ν1 𝔚: om. Ald. 8 ἀναγομένη 𝔄1 δὲ post οἰκείως (10) coll. Th., qui ἀναγομὲνου γῆν cum antecedentibus coniungit ἀεὶ Ε 𝔚 𝔐 F Η Ν ‖ 10 τισιν] ταῖς in ras. F1 ‖ 11 μικρὸν Ald. ‖ ψεκάδες Εcorr. m. 1 cet. 13 ἀτμισθέντος var. Νrec. ‖ 15 ψυχῇ N1 ‖ 16 πάχνη alterum marg. 1 17 συγκρνθῆ F ‖ 18 τοῖς om. Ιd. ‖ 19 ἔχη ἡ] ᾖ J F  𝔐 𝔄 Η Ν)

25
ἀλέα ὥστε ξηρᾶναι τὸ ἀναχθέν, μήθʼ οὕτω ψῦχος ὥστε παγῆναι τὴν ἀτμίδα αὐτὴν διὰ τὸ ἢ τὸν τόπον ἀλεεινότερον ἢ τὴν ὥραν εἶναι· γίγνεται γὰρ μᾶλλον ἡ δρόσος ἐν εὐδίᾳ καὶ ἐν τοῖς εὐδιεινοτέροις τόποις, ἡ δὲ πάχνη, καθάπερ εἴρηται, τοὐναντίον· δῆλον γὰρ ὡς ἡ ἀτμὶς θερμότερον ὕδατος (ἔχει γὰρ τὸ ἀνάγον ἔτι πῦρ), ὥστε πλείονος ψυχρότητος αὐτὴν πῆξαι. γίγνεται δʼ ἄμφω αἰθρίας τε καὶ νηνεμίας· οὔτε γὰρ ἀναχθήσεται μὴ οὔσης αἰθρίας, οὔτε συστῆναι δύναιτʼ ἂν ἀνέμου πνέοντος. σημεῖον δʼ ὅτι γίγνεται ταῦτα διὰ τὸ μὴ πόρρω μετεωρίζεσθαι τὴν ἀτμίδα· ἐν γὰρ τοῖς ὄρεσιν οὐ γίγνεται πάχνη. αἰτία δὲ μία μὲν αὕτη, ὅτι ἀνάγεται ἐκ τῶν κοίλων καὶ ἐφύδρων τόπων, ὥστε καθάπερ φορτίον φέρουσα πλέον ἡ ἀνάγουσα θερμότης ἢ καθʼ ἑαυτὴν οὐ δύναται μετεωρίζειν ἐπὶ πολὺν τόπον αὐτὸ τοῦ ὕψους, ἀλλʼ ἐγγὺς ἀφησι πάλιν· ἑτέρα δʼ ὅτι καὶ ῥεῖ μάλιστα ὁ ἀὴρ ῥέων ἐν τοῖς ὑψηλοῖς, ὃς διαλύει τὴν σύστασιν τὴν τοιαύτην. γίγνεται δʼ ἡ δρόσος πανταχοῦ νοτίοις, οὐ βορείοις, πλὴν ἐν τῷ Πόντῳ. ἐκεῖ δὲ τοὐναντίον· βορείοις μὲν γὰρ γίγνεται, νοτίοις δʼ οὐ [*](347b) γίγνεται. αἴτιον δʼ ὁμοίως ὥσπερ ὅτι εὐδίας μὲν γίγνεται, χειμῶνος δʼ οὔ· ὁ μὲν γὰρ νότος εὐδίαν ποιεῖ, ὁ δὲ βορέας χειμῶνα· ψυχρὸς γάρ, ὥστʼ ἐκ τοῦ χειμῶνος τῆς ἀναθυμιάσεως σβέννυσι τὴν θερμότητα. ἐν δὲ τῷ Πόντῳ ὁ μὲν νότος οὐχ οὕτως ποιεῖ εὐδίαν ὥστε γίγνεσθαι ἀτμίδα, ὁ δὲ βορέας διὰ τὴν ψυχρότητα ἀντιπεριιστὰς τὸ θερμὸν ἀθροίζει, ὥστε πλέον ἀτμίζει μᾶλλον. πολλάκις δὲ τοῦτο καὶ [*](20 οὕτως H Ν 𝔚 ‖ ψύχος supra add. Erec. ‖ 21 ἀλεεινότερον] (ε prima et ο prior in rass. E1) 22 μᾶλλον supra add. Erec. εὐδείᾳ J ‖ 24 ὡς] Ol: ὅτι J F 𝔄 Ν ‖ θερμότης Ν: ἐκ θερμοτέρου Frec.; θερμοτέρα Ald. ὕδατος] ὕδατος δὲ Frec. ‖ 25 πλείονος] πλείονος δεῖ 𝔚 ‖ 28 γίγνεται ex γνεται corr. J1 ‖ 29 τὴν supra add. Ν1 ‖ ἐν] Op: ἐπὶ Ε 𝔚 Ap ‖ οὐ] οὔτε E1 ‖ 30 κοίλων ex κύλων corr. Ε1 32 κατʼ αὐτὴν 𝔚 ‖ 33 τοῦ] ἀπὸ τοῦ Ald. ‖ 34 καὶ φεῖ] δικαιρεῖ E1 (ut vi- detur): διαιρεῖ 𝔚 Vindobon. 75 m. 1: διαρρεῖ Vindobon. 75 m. rec. Ald. ‖ ῥέων] (ῥε- in ras. E1): ὢν Ald. 35 ὑψιλοῖς ‖ σύστασιν τὴν τοιαύτην] τοιαύτην σύστασιν Ε 𝔚 Ν ‖ 37 βορείοις — οὐ γίγνεται (347 b 1) uncis seclusit Ιd. ‖ 37 νοτίοις ex οτίοις corr. E1: νότιος 𝔚 ‖ 347 b 1 ὅτι ὥσπερ Ald. ‖ 5 οὕτω J ‖ 7 ἀτμίζειν E1 ‖ δὲ] δὲ καὶ Ald.)
26
ἐν τοῖς ἔξω τόποις ἰδεῖν γιγνόμενον ἔστιν· ἀτμίζει γὰρ τὰ φρέατα βορείοις μᾶλλον ἢ νοτίοις· ἀλλὰ τὰ μὲν βόρεια σβέννυσιν πρὶν συστῆναί τι πλῆθος, ἐν δὲ τοῖς νοτίοις ἐᾶται ἀθροίζεσθαι ἡ ἀναθυμίασις. αὐτὸ δὲ τὸ ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περὶ τὰ νέφη τόπῳ.

11 ἐκεῖθεν γὰρ τρία φοιτᾷ σώματα συνιστάμενα διὰ τὴν ψύξιν, ὕδωρ καὶ χιὼν καὶ χάλαζα. τούτων δὲ τὰ μὲν δύο ἀνάλογον καὶ διὰ τὰς αὐτὰς αἰτίας γίγνεται τοῖς κάτω, διαφέροντα τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι· χιὼν γὰρ καὶ πάχνη ταὐτόν, καὶ ὑετὸς καὶ δρόσος, ἀλλὰ τὸ μὲν πολὺ τὸ δʼ ὀλίγον. ὁ μὲν γὰρ ὑετὸς ἐκ πολλῆς ἀτμίδος γίγνεται ψυ χομένης· τούτου δʼ αἴτιον ὅ τε τόπος πολὺς καὶ ὁ χρόνος ὥν, ἐν ὁ συλλέγεται καὶ ἐξ οὗ. τὸ δʼ ὀλίγον ἡ δρόσος· ἐφήμερος γὰρ ἡ σύστασις καὶ ὁ τόπος μικρός· δηλοῖ τε ἥ τε γένεσις οὖσα ταχεῖα καὶ βραχὺ τὸ πλῆθος. ὁμοίως δὲ καὶ πάχνη καὶ χιών· ὅταν γὰρ παγῇ τὸ νέφος, χιών ἐστιν, ὅταν δʼ ἡ ἀτμίς, πάχνη. διὸ ἢ ὥρας ἢ χώρας ἐστὶν σημεῖον ψυχρᾶς· οὐ γὰρ ἂν ἐπήγνυτο ἔτι πολλῆς ἐνούσης θερμότητος, εἰ μὴ ἐπεκράτει τὸ ψῦχος· ἐν γὰρ τῷ νέφει ἔτι ἔνεστιν πολὺ θερμὸν τὸ ὑπόλοιπον τοῦ ἐξατμίσαντος ἐκ τῆς γῆς τὸ ὑγρὸν πυρός. χάλαζα δʼ ἐκεῖ μὲν γίγνεται, ἐν δὲ τῷ πλησίον τῆς γῆς ἀτμίζοντι τοῦτʼ ἐκλείπει· καθάπερ γὰρ εἴπομεν, ὡς μὲν ἐκεῖ χιών, ἐνταῦθα γίγνεται πάχνη, ὡς δʼ ἐκεῖ ὑετός, ἐνταῦθα δρόσος· ὡς δʼ ἐκεῖ χάλαζα, ἐνταῦθα οὐκ ἀνταποδίδωσι τὸ ὅμοιον. τὸ δʼ αἴτιον εἰποῦσι περὶ χαλάζης ἔσται δῆλον.

[*](8 γιγνόμενον ἔστιν] γίνεται Ald. ‖ ἀτμίζειν Ald. γὰρ om. E1 ‖ 9 νοτίοις ex νότοις corr. F1 ‖ 10 ἐᾶτε Ε1 ‖ 12 κεῖθεν E1 13 ψύξιν var. F: πῆξιν F1: ψύξιν καὶ E1 16 ἧττον] τῶ ἦττον Ν γάρ] δὲ 𝔄 ‖ 20 ὤν] ὃν corr. E1 ‖ 21 τε] δὲ Ε H N: δ᾿ 𝔚 ‖ 22 τε om. 𝔚 ‖ τακεῖα] βρακεῖα Ε 𝔚 23 ἐστὶ χμὼν Ν 24 δʼ ἡ] δι᾿ E1 ‖ διὸ] διὸ καὶ F ‖ σημεῖόν ἐστιν J F 𝔐 𝔄 H Ν ‖ 25 ἐπήγνυτο] Cam.: ἐπήγνυεν codd.: ἐπϊγνοι ΟlV: ἐπιγνοῖεν OlG: ἐπηγνύετο Ald. ‖ 26 γὰρ supra add. Erec. ‖ νέφει ἔτι] έφειτι E1 ἓν ἐστὶ Ν 27 θερμὸν] τὸ θερμὸν E 𝔚 ‖ ἐξατμίζοντος 𝔄 28 πυρὸς supra add. Erec. ‖ δὲ (post ἐν) supra add F1 ‖ 29 ἀτμίζονται Ν ἐκλήπει (ut videtur) E1: ἐλλείπει Ecorr. 𝔚 ‖ γὰρ om. 𝔚 ‖ 30 (1)] ἀλλʼ ὡς 𝔚 ‖ χειὼν J: (-ι- in ras. E1) ‖ 31 ἐνταῦθα (1)] ἐνταῦθα δὲ Ε)
27

12 δεῖ δὲ λαβεῖν ἅμα καὶ τὰ συμβαίνοντα περὶ τὴν γένεσιν αὐτῆς, τά τε μὴ πλανῶντα καὶ τὰ δοκοῦντʼ εἶναι παράλσγα. ἔστι μὲν γὰρ ἡ χάλαζα κρύσταλλος, πήγνυται δὲ τὸ ὕδωρ τοῦ χειμῶνος· αἱ δὲ χάλαζαι γίγνονται ἔαρος μὲν [*](348a) καὶ μετοπώρου μάλιστα, εἶτα δὲ καὶ τῆς ὀπώρας, χειμῶνος δʼ ὀλιγάκις, καὶ ὅταν ἧττον ᾖ ψῦχος. καὶ ὅλως δὲ γίγνονται χάλαζαι μὲν ἐν τοῖς εὐδιεινοτέροις τόποις, αἱ δὲ χιόνες ἐν τοῖς ψυχροτέροις. ἄτοπον δὲ καὶ τὸ πήγνυσθαι ὕδωρ ἐν τῷ ἄνω τόπῳ· οὔτε γὰρ παγῆναι δυνατὸν πρὶν γενέσθαι ὕδωρ, οὔτε τὸ ὕδωρ οὐδένα χρόνον οἷόν τε μένειν μετέωρον ὄν. ἀλλὰ μὴν οὐδʼ ὥσπερ αἱ ψακάδες ἄνω μὲν ὀχοῦνται διὰ μικρότητα, ἐνδιατρίψασαι δʼ ἐπὶ τοῦ ἀέρος, ὥσπερ καὶ ἐπὶ τοῦ ὕδατος γῇ καὶ χρυσὸς διὰ μικρομέρειαν πολλάκις ἐπιπλέουσιν, οὕτως ἐπὶ τοῦ ἀέρος τὸ ὕδωρ, συνελθόντων δὲ πολλῶν μικρῶν μεγάλαι καταφέρονται ψακάδες· τοῦτο γὰρ οὐκ ἐνδέχεται γενέσθαι ἐπὶ τῆς χαλάζης· οὐ γὰρ συμφύεται τὰ πεπηγότα ὥσπερ τὰ ὑγρά. δῆλον οὖν ὅτι ἄνω τοσοῦτον ὕδωρ ἔμεινεν· οὐ γὰρ ἄν ἐπάγη τοσοῦτον. τοῖς μὲν οὖν δοκεῖ τοῦ πάθους αἴτιον εἶναι τούτου καὶ τῆς γενέσεως, ὅταν ἀπωσθῇ τὸ νέφος εἰς τὸν ἄνω τόπον μᾶλλον ὄντα ψυχρὸν διὰ τὸ λήγειν ἐκεῖ τὰς ἀπὸ τῆς γῆς τῶν ἀκτίνων ἀνακλάσεις, ἐλθὸν δʼ ἐκεῖ πήγνυσθαι τὸ ὕδωρ· διὸ καὶ θέρους μᾶλλον καὶ ἐν ταῖς ἀλεειναῖς χώραις γίγνεσθαι τὰς χαλάζας, ὅτι ἐπὶ πλέον τὸ θερμὸν ἀνωθεῖ ἀπὸ τῆς γῆς τὰς νεφέλας. συμβαίνει δʼ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα γίγνεσθαι χάλαζαν· καίτοι ἔδει, ὥσπερ καὶ τὴν χιόνα ὁρῶμεν ἐπὶ τοῖς ὑψηλοῖς μάλιστα γιγνομένην. ἔτι δὲ πολλάκις ὦπται νέφη [*](36 κρύσταλος Ecorr. m.1 𝔐1 H Ν 37 ἀέρος J1 Εcorr. m.1 ‖ 348 a 1 μετωπόρου J δὲ om. Ε 𝔚 2 ἦττον om. Ν1 𝔚 ‖ 3 ἐν — χιόνες marg. E1 ‖ αἱ δὲ χιόνες] χιόνες δʼ Ald. 6 οὐδένα] οὐχ ἕνα 𝔚 ‖ τε ex τε ται corr. E1 ‖ ὅν] ὢν N1: om. Ε F ‖ 7 ψεκάδες J1 Εcorr. m. 1 cet. ‖ ὀχλοῦνται 𝔐: (ὀ- in ras. E1) ‖ 8 καὶ om. Ν 9 χρυσὸς] πρυσὸς ὃ 𝔚 11 ψεκάδες J1 Εcorr. m.1 cet. ‖ γάρ] δὲ Εm.1 in ras. 𝔚 ‖ 12 συμφύσεται 𝔚 ‖ 13 ὅτι]  ὅς F ‖ 14 ἔμεινεν ex γέγονεν corr. Ν ὑπάγει 𝔄1 ‖ τοῦ] τοῦτο τοῦ Ald. 15 τοῦτο Ε 𝔚 ‖ ἀπωσθῇ ex ἀποσθῆ (ut videtur) corr. 𝔐1: ex ἀπωθῆ (ut videtur) corr. 𝔄1: ἀποστῇ Ν 17 ἐλθὼν 𝔄1 ‖ 20 συμβαίνει] συμβαι E1 ‖ 21 + 23 ὑψιλοῖς J ‖ 21 χαλάζας Ε 𝔚 ‖ 22 καὶ om. Ε)

28
φερόμενα σὺν ψόφῳ πολλῷ παῤ αὐτὴν τὴν γῆν, ὥστε φοβερὸν εἶναι τοῖς ἀκούουσιν καὶ ὁρῶσιν ὡς ἐσομένου τινὸς μείζονος. ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν χάλαζα γίγνεται πολλὴ καὶ τὸ μέγεθος ἄπιστος, καὶ τοῖς σχήμασιν οὐ στρογγύλη, διὰ τὸ μὴ πολὺν χρόνον γίγνεσθαι τὴν φορὰν αὐτῆς ὡς πλησίον τῆς πήξεως γενομένης τῆς γῆς, ἀλλʼ οὐχ ὥσπερ ἐκεῖνοί φασιν. ἀλλὰ μὴν ἀναγκαῖον ὑπὸ τοῦ μάλιστʼ αἰτίου τῆς πήξεως μεγάλας γίγνεσθαι χαλάζας· κρύσταλλος γὰρ ἡ χάλαζα, καὶ τοῦτο παντὶ δῆλον. μεγάλαι δʼ εἰσὶν αἱ τοῖς σχήμασιν μὴ στρσγγύλαι. τοῦτο δʼ ἐστὶ σημεῖον τοῦ παγῆναι πλησίον τῆς γῆς· αἱ γὰρ φερόμεναι πόρρωθεν· διὰ τὸ φέρεσθαι μακρὰν περιθραυόμεναι γνονται τό τε σχῆμα περιφερεῖς καὶ τὸ μέγεθος ἐλάττους. ὅτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι εἰς τὸν ἄνω τόπον τὸν ψυχρὸν ἡ πῆξις [*](348b) συμβαίνει, δῆλον· ἀλλʼ ἐπειδὴ ὁρῶμεν ὅτι γίγνεται ἀντιπερίστασις τῷ θερμῷ καὶ ψυχρῷ ἀλλήλοις (διὸ ἔν τε ταῖς ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις), τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίγνεσθαι τόπῳ, ὥστʼ ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον εἴσω τὸ ψυχρὸν διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ νέφους  ποιεῖ·  διὸ  καὶ αἱ ψακάδες πολὺ μείζους ἐν ταῖς ἀλεειναῖς γίγνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι, καὶ ὕδατα λαβρότερα· λαβρότερα μὲν γὰρ λέγεται ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως. (τοῦτο δὲ γίγνεται αὐτὸ τοὐναντίον ἢ ὡς Ἀναξαγόρας λέγει· ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπαν [*](29 αὐτοῖς Ν ‖ γινομένης 𝔐 Ν ‖ 31 μεγάλας ApΙ PIM: μεγίστας J F 𝔄 H Ν ApWA PIV 32 κρύσταλος 𝔐1 𝔄corr. H Ν ‖ 33 αἱ] καὶ Frec. μὴ] οὐ Ν ‖ δʼ ἐστὶ] δὲ Ε 𝔚 ‖ 35 μακρὸν H Ν ‖ 36 περιφερὴς Ν ‖ 348 b 1 oὐ τῷ] (-ω ex corr. E1): οὕτω J1 ‖ ἀνωθεῖσθαι Ald. ‖ τὸν (post τόπον)] τὸ J F H Ν 3 ψυχρῷ] τῷ ψυχρῷ 𝔐 𝔄 F N P1 ‖ 4 τὰ] καὶ τὰ F ‖ 5 ἄνω ex ἄνω ἄνω corr. Ε1 ‖ 6 χὼραις (supra add.) E ἀντιπεριστάμεναν Ν 7 κύκλῳ om. N ‖ παχὺ 𝔚: γὰρ ταχὺ 𝔄1 ‖ 8 νέφους] PIV: τοῦ νέφους 𝔚 PIM ‖ ποιεῖ] PIV: ποιεῖ ὁτὲ δὲ χάλαζα Νrec.: ποιεῖ ὁτὲ δὲ χάλαζαν Pc PIM ‖ αἱ supra add. F1 ‖ ψεκάδες Εcorr. m.1 𝔚 𝔐 F Ν ‖ 9 γίνεσθαι Ν ‖ 10 λαβρότερα (1)] λαμπρότερα Ε: λαβρότατα Εvar. ‖ λαβρότερα (2)] λαβρότατα 𝔐 ‖ λέγεται] γίνεται 𝔐 𝔄 Fvar. H Ν ‖ 11 πάχος 𝔚 ‖ 12 αὐτὸ supra add. Εrec. ‖ 13 εἰς] ἐκ J1)
29
έλθῃ φησὶ τοῦτο πάσχειν, ἡμεῖς δʼ ὅταν εἰς τὸν θερμὸν κατέλθῃ, καὶ μάλιστα ὅταν μάλιστα.) ὅταν δʼ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξεν καὶ γίγνεται χάλαζα. συμβαίνει δὲ τοῦτο ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ ἡ κάτω· εἰ γὰρ φέρεται μὲν ἐν τοσῷδε χρόνῳ, ἡ δὲ ψυχρότης σφοδρὰ οὖσα ἐν ἐλάττονι ἔπηξεν, οὐδὲν κωλύει μετέωρον παγῆναι, ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίγνηται χρόνῳ τῆς κάτω φορᾶς. καὶ ὅσῳ δʼ ἂν ἐγγύτερον καὶ ἀθροωτέρα γένηται ἡ πῆξις, τά τε ὕδατα λαβρότερα γίγνεται καὶ αἱ ψακάδες καὶ αἱ χάλαζαι μείζους διὰ τὸ βραχὺν φέρεσθαι τόπον. καὶ οὐ πυκναὶ αἱ ψακάδες αἱ μεγάλαι πίπτουσιν διὰ τὴν αὐτὴν αἰτίαν. ἧττον δὲ τοῦ θέρους γίγνεται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλ\ν μέντοι ἢ χειμῶνος, ὅτι ξηρότερος ὁ ἀὴρ τοῦ θέρους· ἐν δὲ τῷ ἔαρι ἔτι ὑγρός, ἐν δὲ τῷ μετοπώρῳ ἤδη ὑγραίνεται. γίγνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν. συμβάλλεται δʼ ἔτι πρὸς τὴν ταχυτῆτα τῆς πήξεως καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ· θᾶττον γὰρ ψύχεται. διὸ πολλοὶ ὅταν τὸ ὕδωρ ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον, καὶ οἱ περὶ τὸν Πόντον ὅταν ἐπὶ τοῦ κρυστάλλου σκηνοποιῶνται πρὸς τὰς τῶν ἰχθύων θήρας (θηρεύουσι γὰρ διακόπτοντες τὸν κρύσταλλον), ὕδωρ θερμὸν περιχέουσι [*](349a) τοῖς καλάμοις διὰ τὸ θᾶττον πήγνυσθαι· χρῶνται γὰρ τῷ κρυστάλλῳ ὥσπερ τῷ μολύβδῳ, ἵνʼ ἠρεμῶσιν οἱ [*](15 κατέλθῃ] ἐμπέση Fcorr. ‖ μάλιστα ὅταν altera] OlV PlV: om. Ecorr. m.1 𝔚 OlG PlM: μᾶλλον ἀντιπεριστῇ ὅταν Nrec. ‖ 16 ψυχρὸν] (-ν in ras. 2 litt E1): ψυχρὸν ἐντὸς τὸ ψυκρὸν Ν1 ‖ ὕδωρ] ὕδωρ δὲ J F1 ‖ 18 θᾶττον] Ol Pl: θάττων H: ἐλάττων E1 𝔚 ‖  πῆξις ex πῆξις ἡ πῆξις corr. E1 ‖ 19 τοσωδὶ Ecorr. m.1 𝔚 ‖ 20 μετέωρον μετέωρον ὄν E 𝔚 Pl 21 ἡ post χρόνῳ coll. E1: del. Ecorr. m.1 ‖ γίγνεται E 𝔄1 H1 Ν 22 ἀθροώτερον Jcorr. m. 1 F 𝔚 ‖ 23 πῆξις ex πῖξις corr. E1 ‖ ψεκάδες Ecorr. 1 𝔚  𝔐 𝔄 F H N ‖ 25 ψεκάδες E𝔚 𝔐 F H N ‖ 26 ἔαρος] (εα-in ras. E1) ‖ 28 ἔαρι ἀέρι J1 F1 𝔄1 E ‖ 29 ποτε om. J 30 χαλάζαι corr. E1; χάλαξαι F ‖ 31 πτώσεως 𝔚 ‖ 32 προτεθερμαίνεσθαι Ald. ‖ ψύγεται 𝔐 𝔄1 ‖ 33 τὸ ὕδωρ corr. F: τὸ θερμὸν F1 cet. PlV: om. PlM Ald. ‖ 34 πόντον (ποντ- in ras. E1)|| κρυστάλου Ecorr. m. 1 𝔄corr. H ‖ 36 κρύσταλον N ‖ περιχέωσι F ‖ 349 a κρυστάλῳ H ‖ μολιβω E1: μολίβδῳ Erec. 𝔚 𝔐 𝔄 F H N ‖ ἴν᾿  in ras. E)
30
κάλαμοι. θερμὸν δὲ γίγνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἔν τε ταῖς χώραις καὶ ταῖς ὥραις ταῖς ἀλεειναῖς. γίγνεται δὲ καὶ περὶ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν τοῦ θέρους τὰ ὕδατα καὶ οὐ τοῦ χειμῶνος, καὶ ταῦτα ῥαγδαῖα, καὶ τῆς αὐτῆς ἡμέρας πολλάκις, διὰ τὴν αὐτὴν αἰτίαν· ταχὺ γὰρ ψύχεται τῇ ἀντιπεριστάσει, ἢ γίγνεται διὰ τὸ ἀλεεινὴν εἶναι τὴν χώραν ἰσχυρῶς. περὶ μὲν οὖν ὑετοῦ καὶ δρόσου καὶ νιφετοῦ καὶ πάχνης καὶ χαλάζης, διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τίς ἡ φύσις αὐτῶν ἐστιν, εἰρήσθω τοσαῦτα.

13 περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων, ἔτι δὲ ποταμῶν καὶ θαλάττης λέγωμεν, πρῶτον καὶ περὶ τούτων διαπορήσαντες πρὸς ἡμᾶς αὐτούς· ὥσπερ γὰρ καὶ περὶ ἄλλων, οὕτως καὶ περὶ τούτων οὐδὲν παρειλήφαμεν λεγόμενον τοιοῦτον ὃ μὴ κἄν ὁ τυχὼν εἴπειεν. εἰσὶ δέ τινες οἵ φασι τὸν καλούμενον ἀέρα κινούμενον μὲν καὶ ῥέοντα ἄνεμον εἶναι, συνιστάμενον δὲ τὸν αὐτὸν τοῦτον πάλιν νέφος καὶ ὕδωρ, ὡς τῆς αὐτῆς φύσεως οὔσης ὕδατος καὶ πνεύματος, καὶ τὸν ἄνεμον εἶναι κίνησιν ἀέρος. διὸ καὶ τῶν σοφῶς βουλομένων λέγειν τινὲς ἕνα φασὶν ἄνεμον εἶναι πάντας τοὺς ἀνέμους, ὅτι συμπέπτωκε καὶ τὸν ἀέρα τὸν κινούμενον ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντα, δοκεῖν δὲ διαφέρειν οὐδὲν δια- φέροντα διὰ τοὺς τόπους ὅθεν ἄν τυγχάνῃ ῥέων ἑκάστοτε, παραπλησίως λέγοντες ὥσπερ ἄν εἵ τις οἴοιτο καὶ τοὺς ποταμμοὺς πάντας ἕνα ποταμὸν εἶναι. διὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν μετὰ ζητήσεως οὕτω λεγόντων· εἰ μὲν γὰρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τὰ πνεύματα τὸν αὐτὸν τρόπον, τάχα λέγοιεν ἄν τι οἱ λέγοντες [*](4 ὥραις καὶ ταῖς χώραις 𝔐 𝔄 F H Ν Al Ol ‖ καὶ (post δὲ) om. Ε1 ‖ 5 ἀρραβίαν 𝔐 F Ν 𝔚 ‖ τὴν (post καὶ) om. E 𝔚 ‖ 7 ψύγεται 𝔐 𝔄 ‖ 11 ἔστω om. F H Ν 12 πνευμάτων πάντων N: πάντων τῶν πνευμάτων J F ‖ 13 θαλάσσης N ‖ προαπορήσαντες Ε 𝔚 14 γὰρ om. 14—15 ἄλλων οὕτως] ἄλλου τινος Ε 𝔚 ‖ 15—16 τοιοῦτον λεγόμενον H Ν ‖ 16 εἴποιεν Εcorr. m.1 H Ν: εἴποιεν ἄν 𝔚: εἴποι corr. 𝔄1 ‖ 20 εἶναι] Fvar,: ὄντα J F 𝔐 𝔄 H Em. m.1 in ras. ‖ σοφῶς] Fvar.: σαφῶς F ‖ 21 ἄνεμον om. 𝔐 H Ν 22 τὸν (post ἀέρα) om. Ε F ‖ 23 δοκεῖν] δοκεῖν δοκεῖ Ald. 24 τυγχάνει Ν ῥέον Cas.|| 26 εἶναι ποταμὸν ἕνα πάντας N: πάντας ἕνα εἶναι ποταμὸν Ald. ‖ 29 τῶν αὐτῶν 1 λέγοιεν ἄν τι] Ol: ἄν τι λέγοιεν F: ἂν λέγοιεν ἄν τι 𝔚: λέγοιεν ἄν τι τι E1)

31
οὕτως· εἰ δʼ ὁμοίως ἐνταῦθα κἀκεῖ, δῆλον ὅτι τὸ κόμψευμα ἂν εἴη τοῦτο ψεῦδος, ἐπεὶ τοῦτό γε προσήκουσαν ἔχει σκέψιν, τί τʼ ἐστὶν ὁ ἄνεμος, καὶ γίγνεται πῶς, καὶ τὶ τὸ κινοῦν, καὶ ἡ ἀρχὴ πόθεν αὐτῶν, καὶ πότερον ἄρʼ ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῤέοντα τὸν ἄνεμον, καὶ μέχρι τούτου ῥεῖν ἕως ἄν κενωθῇ τὸ ἀγγεῖον, οἷον ἐξ ἀσκῶν ἀφιέμενον, [*](349b) ἢ καθάπερ καὶ οἱ γραφεῖς γράφουσιν, ἐξ αὐτῶν τὴν ἀρχὴν ἀφιέντας. ὁμοίως δὲ καὶ περὶ τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ τισιν ἔχειν· τὸ γὰρ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου ὕδωρ πάλιν ὑόμενον ἀθροισθὲν ὑπὸ γῆν ῥεῖν ἐκ κοιλίας μεγάλης, ἢ πάντας μιᾶς ἢ ἄλλον ἄλλης· καὶ οὐ γίγνεσθαι ὕδωρ οὐδέν, ἀλλὰ τὸ συλλεχθὲν ἐκ τοῦ χειμῶνος εἰς τὰς τοιαύτας ὑποδοχάς, τοῦτο γίγνεσθαι τὸ πλῆθος τὸ τῶν ποταμῶν. διὸ καὶ μείζους ἀεὶ τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους, καὶ τοὺς μὲν ἀενάους εἶναι τοὺς δʼ οὐκ ἀενάους· ὅσων μὲν γὰρ διὰ τὸ μέγεθος τῆς κοιλίας πολὺ τὸ συλλεγόμενον ὕδωρ ἐστίν, ὥστε διαρκεῖν καὶ μὴ προαναλίσκεσθαι πρὶν ἐπελθεῖν τὸ ὄμβριον ἐν τῷ χειμῶνι πάλιν, τούτους μὲν ἀενάους εἶναι διὰ τέλους, ὅσοις δὲ ἐλάττους αἱ ὑποδοχαί, τούτους δὲ διʼ ὀλιγότητα τοῦ ὕδατος φθάνειν ξηραινομένους πρὶν ἐπελθεῖν τὸ ἐκ τοῦ οὐρανοῦ, κενουμένου τοῦ ἀγγείου. καίτοι φανερόν, εἴ τις βούλεται ποιήσας οἷον ὑποδοχὴν πρὸ ὀμμάτων τῷ καθʼ ἡμέραν ὕδατι ῥέοντι συνεχῶς νοῆσαι τὸ πλῆθος· ὑπερβάλλοι γὰρ ἄν τῷ μεγέθει τὸν τῆς γῆς ὄγκον ἢ οὐ πολὺ ἂν ἐλλείποι τὸ δεχόμενον πᾶν τὸ ῥέον ὕδωρ εἰς τὸν ἐνιαυτόν. ἀλλὰ δῆλον ὅτι συμβαίνει μὲν καὶ πολλὰ τοιαῦτα πολλαχοῦ τῆς γῆς, [*](31 εἴη ἂν HΝ ‖ 32 κοινοῦν 𝔄1: (-ι- in ras. E1) ‖ 33 αὐτῶν πόθεν Ald. πρῶτον ἄρʼ J: πρότερον ἄρʼ E1: πότερον F ‖ 35 οἷον om. E ‖ ἀφιέμενον] ApI: ἀφιεμένων E1 ApWΑ 349 b 2 ἀφίενται E: ἀφιέντα 𝔚 ‖ 4 ῥεῖν] ῥεῖν οἷον E 𝔚 ‖ 5 μιᾶς] Ap: κ μιᾶς Ε 𝔚 Frec. Nrec. ‖ 6 συναχθὲν 𝔚 ‖ ἐκ] ὑὸ N ‖ 7 ὑποδοχάς] ἀρχάς Ald. ‖ τὸ τῶν] τούτων E: τούτων τῶν 𝔚: τῶν 𝔐 F H Ν ‖ 8 ἀεὶ om. 9 ἀενάους (1)] E1: ἀεννάους cet. ‖ ἀενάους (2) ἀεννάους E1 𝔚 𝔐 𝔄 F H N‖ διὰ om. E ‖ 11 παραναλίσκεσθαι Ν1 ‖ ἐπελθῶν Ν τὸν ὄμβρον H N ‖ 12 ἐν om. E 𝔚 ‖ ἀεννάους Ecorr. 𝔚 𝔐 𝔄 F H N ‖ 13 ὅσους E 𝔄: ὅσων 𝔚 ‖ δὲ (post τούτους) om. Ecorr. m.1 𝔐 H N: δὴ Ald. ‖ 14 φθίνειν \ Ν ‖ 17 ὑπερβάλοι 𝔐 𝔚 ‖ 18 ἐλλείπει F: ἐλλέποι Ν ‖ ἐνδεχόμενον 𝔐1 𝔄 F1 ‖ 20 ὅτι συμβαίνει μὲν καὶ] ὅτι συμβαίνει καὶ E1; ὅτι καὶ συμβαίνει Erec. 𝔚: μὲν ὅτι συμβαίνει καὶ Ν πολλαχῇ E 𝔚)
32
οὐ μὴν ἀλλʼ ἄτοπον εἴ τις μὴ νομίζει διὰ τὴν αὐτὴν αἰτίαν ὕδωρ ἐξ ἀέρος γίγνεσθαι διʼ ἥνπερ ὑπὲρ γῆς καὶ ἐν τῇ γῇ. ὥστʼ εἴπερ κἀκεῖ διὰ ψυχρότητα συνίσταται ὁ ἀτμίζων ἀὴρ εἰς ὕδωρ, καὶ ὑπὸ τῆς ἐν τῇ γῇ ψυχρότητος τὸ αὐτὸ τοῦτο δεῖ νομίζειν συμβαίνειν, καὶ γίγνεσθαι μὴ μόνον τὸ ἀποκεκριμένον ὕδωρ ἐν αὐτῇ, καὶ τοῦτο ῥεῖν, ἀλλὰ καὶ γίγνεσθαι συνεχῶς. ἔτι δὲ τοῦ μὴ γιγνομένου ἀλλʼ ὑπάρχοντος ὕδατος καθʼ ἡμέραν μὴ τοιαύτην εἶναι τὴν ἀρχὴν τῶν ποταμῶν, οἷον ὑπὸ γῆν λίμνας τινὰς ἀποκεκριμένας, καθάπερ ἔνιοι λέγουσιν, ἀλλʼ ὁμοίως ὥσπερ καὶ ἐν τῷ ὑπὲρ γῆς τόπῳ μικραὶ συνιστάμεναι ῥανίδες, καὶ πάλιν αὗται ἑτέραις, τέλος μετὰ πλήθους καταβαίνει τὸ ὑόμενον ὕδωρ, οὕτω καὶ ἐν τῇ γῇ ἐκ μικρῶν συλλείβεσθαι τὸ πρῶτον καὶ εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς τὰς ἀρχὰς τῶν ποταμῶν. δηλοῖ δʼ αὐτὸ τὸ ἔργον· οἱ γὰρ τὰς ὑδραγωγίας ποιοῦντες ὑπονόμοις καὶ διώρυξι συνάγουσιν, ὥσπερ ἄν ἰδιούσης [*](350a) τῆς γῆς ἀπὸ τῶν ὑψηλῶν. διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἐκ τῶν ὁρῶν φαίνεται ῤέοντα, καὶ πλεῖστοι καὶ μέγιστοι ποταμοὶ ῥέουσιν ἐκ τῶν μεγίστων ὁρῶν. ὁμοίως δὲ καὶ αἱ κρῆναι αἱ πλεῖσται ὄρεσιν καὶ τόποις ὑψηλοῖς γειτνιῶσιν· ἐν δὲ τοῖς πεδίοις ἄνευ ποταμῶν ὀλίγαι γίγνονται πάμπαν. οἱ γὰρ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι, οἷον σπόγγος πυκνὸς ἐπικρεμάμενοι, κατὰ μικρὰ μὲν πολλαχῇ δὲ διαπιδῶσι καὶ συλλείβουσι τὸ ὕδωρ· δέχονταί τε γὰρ τοῦ κατιόντος ὕδατος πολὺ πλῆθος (τὶ γὰρ διαφέρει κοίλην καὶ ὑπτίαν ἢ πρηνῆ τὴν περιφέρειαν εἶναι καὶ κυρτήν; ἀμφοτέρως γὰρ τὸν ἴσον ὄγκον περιλήψεται σώματος) καὶ τὴν ἀνιοῦσαν ἀτμίδα ψύχουσι καὶ συγκρίνουσι πάλιν εἰς ὕδωρ· [*](21 οὐ μὴν marg. Erec. ‖ νομίζει] Ol: νομίη J 𝔄corr. ‖ 22 post ὑπὲρ in J ras. 3 litt. 24 ψυχρόντητος E1 ‖ 26 ὕδωρ τὸ ἀποκεκριμένον F ‖ 27 καὶ om. J F ‖ ἔτι] ὅτι Ν1 ‖ τὸ Ecorr. ‖ ὑπέχοντος H ‖ 29 γῆν] τὴν γῆν 𝔐 ‖ 30 λέγουσιν] λέγου E1 ‖ 31 γῆς] Ap: τῆς γῆς F H Ν 32 ἑτέραι E1 ‖ ὑόμενον ex οἰόμενον corr. J1: ex ὑώμενον corr. E1 ‖ 34 πηδώσης Ε 𝔚 𝔐 F1, H Ν Ol ‖ 350 a 1 εδιούσσης E1: ἰδούσης H1: ἱδρούσης Fcorr. (ut videtur) Hcorr. m.1 : ἰδρούσης Nrec. ‖ 3 ὁρέων JF 𝔐 𝔄 H ‖ φαίνονται 𝔐 ‖ 8 ἐπικρεμάμενοςς 𝔐 𝔄1, F1 ‖ πολλαχοῦ corr. E1 ‖ διαπειδῶσιν E1; διαπηδωσι Ecorr. m.1 cet. ‖ 9 τε γὰρ] τε Ecorr. ?? 1 𝔄 H Ν1: γὰρ J N rec. 11 πρινῆ Ν ‖ 12 ὄγκον ὄγκον διὰ πυκνότητα Ald.)
33
διό, καθάπερ εἴπομεν, οἱ μέγιστοι τῶν ποταμῶν ἐκ τῶν μεγίστων φαίνονται ῤέοντες ὁρῶν. δῆλον δʼ ἐστὶ τοῦτο θεωμένοις τὰς τῆς γῆς περιόδους· ταύτας γὰρ ἐκ τοῦ πυνθάνεσθαι παρʼ ἑκάστων οὕτως ἀνέγραψαν, ὅσων μὴ συμβέβηκεν αὐτόπτας γενέσθαι τοὺς λέγοντας. ἐν μὲν οὖν τῇ Ἀσίᾳ πλεῖστοι μὲν ἐκ τοῦ Παρνασσοῦ καλουμένου φαίνονται ῤέοντες ὄρους καὶ μέγιστοι ποταμοί, τοῦτο δʼ ὁμολογεῖται πάντων εἶναι μέγιστον τὸ ὄρος τῶν πρὸς τὴν ἔω τὴν χειμερινήν· ὑπερβάντι γὰρ ἤδη τοῦτο φαίνεται ἡ ἔξω θάλαττα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐντεῦθεν. ἐκ μὲν οὖν τούτου ῥέουσιν ἄλλοι τε ποταμοὶ καὶ ὁ Βάκτρος καὶ ὁ Χοάσπης καὶ ὁ Ἀράξης· τούτου δʼ ὁ Τάναϊς ἀποσχίζεται μέρος ὢν εἰς τὴν Μαιῶτιν λίμνην. ῥεῖ δὲ καὶ ὁ Ἰνδὸς ἐξ αὐτοῦ, πάντων τῶν ποταμῶν ῥεῦμα πλεῖστον. ἐκ δὲ τοῦ Καυκάσου ἄλλοι τε ῥέουσι πολλοὶ καὶ κατὰ πλῆθος καὶ κατὰ μέγεθος ὑπερβάλλοντες, καὶ ὁ Φᾶσις· ὁ δὲ Καύκασος μέγιστον ὄρος τῶν πρὸς τὴν ἕω τὴν θερινὴν ἐστιν καὶ πλήθει καὶ ὕψει. σημεῖα δὲ τοῦ μὲν ὕψους ὅτι ὁρᾶται καὶ ἀπὸ τῶν καλουμένων βαθέων καὶ εἰς τὴν λίμνην εἰσπλεόντων, ἔτι δʼ ἡλιοῦται τῆς νυκτὸς αὐτοῦ τὰ ἄκρα μέχρι τοῦ τρίτου μέρους ἀπό τε τῆς ἕω καὶ πάλιν ἀπὸ τῆς ἐσπέρας· τοῦ δὲ πλήθους ὅτι πολλὰς ἔχον ἔδρας, ἐν αἷς ἔθνη τε κατοικεῖ πολλὰ καὶ λίμνας εἶναί φασι μεγάλας, ἀλλʼ ὅμως πάσας τὰς ἕδρας εἶναί φασι φανερὰς μέχρι τῆς ἐσχάτης κορυφῆς. ἐκ δὲ [*](350b) τῆς Πυρήνης (τοῦτο δʼ ἐστὶν ὅρος πρὸς δυσμὴν ἰσημερινὴν ἐν τῇ [*](14 διὸ] διόπερ Ε 𝔚 ‖ πλεῖστοι F1 ‖ 15 ὀρέων Ε 𝔚 ‖ 17 ἀνεγράψαμεν F1: ἀνέγραψαν H: ἀνέγραψ Ν ‖ ὅσην N1: ὅσον Ncorr. 18 μὲν (post πλεῖστοι) μὲν οὖν E1: τε Par. 2032 Par. suppl. 642 Ald. ‖ 19 παρνασοῦ F Ν ‖ καὶ om. F1 2Ο μέγιστον τὸ ὅρος μέγιστον ὅρος E 𝔚: τὸ ὄρος μέγιστον F ‖ 21 πρὸς ex ος corr. J1 ‖ 22 ἡ om. E post ἔξω in J ras. 3 litt. ‖ θάλασσα Ν 23 ὁ] ὁ ἀσωπὸς καὶ ὁ 𝔚 ‖ 25 μὲτεώτην J1: μὲώτην corr. J; μιῶτιν E1 ‖ λίμνην] λίμνην· λίμνην E1  ‖ ὁ om. E 𝔚 ‖ 27 ἄλλοι τε om. E: post ρέουσιν coll. 𝔚 ‖ πολλοὶ om. E ‖ πλῆθος καὶ κατὰ om. E ‖ 30 σημεῖα] Ap: σημεῖον E 𝔚 Fvar. Ol ‖ τοῦ]  τῷ F1 ‖ μὲν om. E 𝔚 καὶ ἀπὸ] Ap: καὶ ὑπὲρ E 𝔚: ἀσὸ Ol ‖ 31 ἡλιοῦνται J ‖ 33 αὐτοῦ] αὐτοῦ τε F1 ‖ μέρους] μέρους αὐτοῦ τὰ ἄκρ E1; μέρους αὐτοῦ 𝔚 ‖ 33 δὲ om. E1 ‖ 34 ἔχον ApW: ἔχων 𝔄corr. H N 𝔚var. ApA: ἔχει F ApI ‖ οἶς E ‖ τε om. H Ν ‖ 36 εἶναί om. F1 ‖ 350b 1 πυρίνη E1: πυρίνης Erec . H (ut videtur) πρὸς δυσμὴν ἰσημερινὴν fortasse post στηλῶν (3) collocanda censet Heidel)
34
Κελτικῇ) ῥέουσιν ὅ τε Ἴστρος καὶ ὁ Ταρτησσός. οὗτος μὲν οὖν ἕξω στηλῶν, ὁ δʼ Ἴστρος διʼ ὅλης τῆς Εὐρώπης εἰς τὸν Εὔξεινον πόντον. τῶν δʼ ἄλλων ποταμῶν οἱ πλεῖστοι πρὸς ἄρκτον ἐκ τῶν ὁρῶν τῶν Ἀρκυνίων· ταῦτα δὲ καὶ ὕψει καὶ πλήθει μέγιστα περὶ τὸν τόπον τοῦτόν ἐστιν. ὑπʼ αὐτὴν δὲ τὴν ἄρκτον ὑπὲρ τῆς ἐσχάτης Σκυθίας αἱ καλούμεναι Ῥῖπαι, περὶ ὧν τοῦ μεγέθους λίαν εἰσὶν οἱ λεγόμενοι λόγοι μυθώδεις· ῤέουσι δʼ οὖν οἱ πλεῖστοι καὶ μέγιστοι μετὰ τὸν Ἴστρον τῶν ἄλλων ποταμῶν ἐντεῦθεν, ὥς φασιν. ὁμοίως δὲ καὶ περὶ τὴν Λιβύην οἱ μὲν ἐκ τῶν Αἰθιοπικῶν ὁρῶν, ὅ τε Αἰγὼν καὶ ὁ Νύσης, οἱ δὲ μέγιστοι τῶν διωνομασμένων, ὅ τε Χρεμέτης καλούμενος, ὃς εἰς τὴν ἔξω ῥεῖ θάλατταν, καὶ τοῦ Νείλου τὸ ῥεῦμα τὸ πρῶτον, ἐκ τοῦ Ἀργυροῦ καλουμένου ὄρους. τῶν δὲ περὶ τὸν Ἑλληνικὸν τόπον ὁ μὲν Ἀχελῷος ἐκ Πίνδου, καὶ ὁ Ἴναχος ἐντεῦθεν, ὁ δὲ Στρυμὼν καὶ Νέσσος καὶ ὁ Ἕβρος ἅπαντες τρεῖς ὄντες ἐκ τοῦ Σκόμβρου· πολλὰ δὲ ῥεύματα καὶ ἐκ τῆς Ῥοδόπης ἐστίν. ὁμοίως δὲ καὶ τοὺς ἄλλους ποταμοὺς εὕροι τις ἄν ῥέοντας· ἀλλὰ μαρτυρίου χάριν τούτους εἴπομεν· ἐπεὶ καὶ ὅσοι αὐτῶν ῥέουσιν ἐξ ἐλῶν, τὰ ἕλη ὑπὸ ὄρη κεῖσθαι συμβαίνει πάντα σχεδὸν ἢ τόπους ὑψηλοὺς ἐκ προσαγωγῆς. ὅτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίγνεσθαι τὰς ἀρχὰς τῶν ποταμῶν ὡς ἐξ ἀφωρισμένων κοιλιῶν, φανερόν· οὔτε γὰρ ἄν ὁ τόπος ἱκανὸς ἦν ὁ τῆς γῆς ὡς εἰπεῖν, ὥσπερ οὐδʼ ὁ τῶν νεφῶν, εἰ τὸ ὂν ἔδει ῥεῖν μόνον, ἀλλὰ μὴ τὸ μὲν ἀπῄει τὸ δʼ ἐγίγνετο, ἀλλʼ αἰεὶ [*](2 ἰκελτικῆ Ε ταρτησός 𝔐 𝔄 Ν (deest H) ‖ 3 εὐρόπης J ‖ εὔξινων E1 ‖ 4 πόντον] τόπον E1 ‖ 5 ὁρέων E 𝔚 ‖ ἀρκυνίων] (- ρκυνι- in ras. E): ὁρκυνίων 𝔚 καὶ (post ὕφει) supra add. F1 ‖ 6 πλάτει E ‖ 7 ὑπὸ F1 (ut videtur) ‖ ῥῖπαι ex ῥῆπαι corr. F1 ‖ 8 εἰσὶν] εἰπεῖν J F, ‖ 9 ῥέουσι δʼ] ῥέουσιν 𝔚 ‖ μετὰ] περὶ H Ν ‖ 11 οἱ] E ‖ ὁρέων E 𝔚 ‖ 12 ὁ νύσης] ὀνύσης Ald.: νύσις DuV. ‖ δὲ om. Ε 𝔚 ‖  13 θάλασσαν F ‖ 14 ἀργυροῦ ex ἀγροῦ corr. E1 ‖ ὄρου E1 ‖ 15 πίνδου ex πίδου corr. E1 ‖ 16 ἴναχος ἰοναχος J ‖ στρῦμμὼν 𝔚 ‖ νέστος (ut videtur) E1: νέσος Ecorr. 𝔐 H Ν: νέστρος 𝔚 ‖ 17 εὖρος 𝔄corr. F H Ν 𝔚  ‖ ὄντες om. Id. ‖ 18 δὲ]  δὴ 𝔐 𝔄 H Ν ‖ 19 μαρτυρίας F ‖ 22 προαγωγῆς H1 Ν a voc. ὅτι incipit fragmentum Escorialense ‖ οὖν om. fragm. Escor. ‖ 23 ἀφορισμένων F Ν ‖ 24 ἦν] 𝔄1 ‖ 25 εἰ] εἴπερ Ε 𝔚 ‖ 26 αἰεὶ] ἀεὶ δὴ E1: ἀεὶ 𝔚 F H)
35
ἀπὸ ὄντος ἐταμιεύετο· τὸ τε ὑπὸ τοῖς ὄρεσιν ἔχειν τὰς πηγὰς μαρτυρεῖ διότι τῷ συρρεῖν εἰς ὀλίγον καὶ κατὰ μικρὸν ἐκ πολλῶν νοτίδων διαδίδωσιν ὁ τόπος καὶ γίγνονται οὕτως αἱ πηγαὶ τῶν ποταμῶν. οὐ μὴν ἀλλὰ καὶ τοιούτους εἶναι τόπους ἔχοντας πλῆθος ὕδατος, οἷον λίμνας, οὐδὲν ἄτοππον, πλὴν οὔτι τηλικαύτας ὥστε τοῦτο συμβαίνειν, οὐδὲν μᾶλλον ἢ εἴ τις οἴοιτο τὰς φανερὰς εἶναι πηγὰς τῶν ποταμῶν· σχεδὸν γὰρ ἐκ κρηνῶν οἱ πλεῖστοι ῥέουσιν. ὅμοιον οὖν τὸ ἐκείνας καὶ τὸ ταύτας νομίζειν εἶναι τὸ σῶμα τὸ τοῦ ὕδατος πᾶν. ὅτι δʼ εἰσὶν τοιαῦται φάραγγες καὶ διαστάσεις τῆς γῆς, [*](351a) δηλοῦσιν οἱ καταπινόμενοι τῶν ποταμῶν. συμβαίνει δὲ τοῦτο πολλαχοῦ τῆς γῆς, οἷον τῆς μὲν Πελοποννήσου πλεῖστα τοιαῦτα περὶ τὴν Ἀρκαδίαν ἐστίν. αἴτιον δὲ διὰ τὸ ὀρεινὴν οὖσαν μὴ ἔχειν ἐκροὰς ἐκ τῶν κοίλων εἰς θάλατταν· πληροὺμενοι γὰρ οἱ τόποι καὶ οὐκ ἔχοντες ἔκρυσιν αὑτοῖς εὑρίσκονται τὴν δίοδον εἰς βάθος, ἀποβιαζομένου τοῦ ἄνωθεν ἐπιόντος ὕδατος. περὶ μὲν οὖν τὴν Ἑλλάδα μικρὰ τοιαῦτα παντελῶς ἐστιν γιγνόμενα· ἀλλʼ ἥ γε ὑπὸ τὸν Καύκασον λίμνη, ἣν καλοῦσιν οἱ ἐκεῖ θάλατταν· αὔτη γὰρ ποταμῶν πολλῶν καὶ μεγάλων εἰσβαλλόντων οὐκ ἔχουσα ἔκρουν φανερὸν ἐκδίδωσιν ὑπὸ γῆν κατὰ Κοραξούς, περὶ τὰ καλούμενα βαθέα τοῦ Πόντου· ταῦτα δʼ ἐστὶν ἄπειρόν τι τῆς θαλάττης βάθος· οὐδεὶς γοῦν πώποτε καθεὶς ἐδυνήθη πέρας εὑρεῖν. ταύτῇ δὲ πόρρω τῆς γῆς σχεδὸν περὶ τριακόσια στάδια πότιμον [*](27 ἐταμεύετο E1: ἔτι ἐταμιεύετο Erec. 𝔚 28 τῷ var. N: τὸ fragm. Escor. Ν1 𝔚 ‖ εἰς] ἐπ᾿ E Fcorr.: κατʼ Ap ‖ κατὰ] κα E1 ‖ 29 οτίδων E1 ‖ διαδίδωσιν ex διάδωσιν corr. E1 ‖ 30 οὕτως ex corr. E1 ‖ 31 ὑδάτων F ‖ 32 οὔτι] οὐ Ε 𝔚 Fcorr. m.1 ‖ συμβαίνει J fragm. Escor. F1 ( ut videtur) 33 τὰς postea add. F1 ‖ 34 ῥηνῶν N1 ‖ κείνας E1 ‖ 35 εἶναι νομίζειν H Ν ‖ 351 a 1 καταπινόμενοι] (-απι- in ras. 7 vel 8 litt. Erec.) ‖ 2 πολλαχοῖ E1 𝔚: πολλαχῆ corr. E1 ‖ πελοπονήσου H: πελλοποννήσου F: πελοπονήσουου E1 κοιλιῶν E 𝔚 ‖ θάλασσαν F ‖ 5 ἑαυτοῖς Ecorr. m.1: αὐτοὶ Ε1 𝔚: (αὑτῷ Op) ‖ 6 τὴν om fragm. Escor. Op ‖ 8 ἀλλʼ ἥ] ἄλλη J ‖ λίμνη om. 𝔚 9 θάλατταν] θάλατταν φανερά Srec. Cam.: θάλατταν μεγάλη ci. Th. ‖ 9—10 πολλῶν ποταμῶν 𝔐 𝔄 H 10 εἰσβαλόντων H Ν ‖ 11 κόραξ E1: κορεξοὺς Ν περὶ] παρὰ fragm. Escor.: ἐπὶ 𝔄 12 βαρέα 𝔚 ταῦτα] τοῦτο Ecorr. 𝔚 fragm. Escor. ‖ 13 καθιεὶς E1 (ι prior in ras. m. 1) 𝔚 ‖ ἠδυνήθη H N ‖ 14 δὲ] Ol: δὴ E 𝔚 ‖ ποταμὸν 𝔚: (post ι in E ras. 1 litt.))
36
ἀναδίδωσιν ὕδωρ ἐπὶ πολὺν τόπον, οὐ συνεχῆ δέ, ἀλλὰ τρισσαχῇ. καὶ περὶ τὴν Λιγυστικὴν οὐκ ἐλάττων τοῦ Ῥοδανοῦ καταπίνεταί τις ποταμός, καὶ πάλιν ἀναδίδωσιν κατ᾿ ἄλλον τόπον· ὁ δὲ Ῥοδανὸς ποταμὸς ναυσιπέρατός ἐστιν.

14 οὐκ αἰεὶ δ᾿ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτ᾿ ἔνυγροί εἰσιν οὔτε ξηροί, ἀλλὰ μεταβάλλουσιν κατὰ τὰς τῶν ποταμῶν γενέσεις καὶ τὰς ἀπολείψεις· διὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν θάλατταν, καὶ οὐκ αἰεὶ τὰ μὲν γῆ τὰ δὲ θάλαττα διατελεῖ πάντα τὸν χρόνον, ἀλλὰ γίγνεται θάλαττα μὲν ὅπου χέρσος, ἔνθα δὲ νῦν θάλαττα, πάλιν ἐνταῦθα γῆ. κατὰ μέντοι τινὰ τάξιν νομίζειν χρὴ ταῦτα γίγνεσθαι καὶ περίοδον. ἀρχὴ δὲ τούτων καὶ αἴτιον ὅτι καὶ τῆς γῆς τὰ ἐντός, ὥσπερ τὰ σώματα τῶν φυτῶν καὶ ζῴων, ἀκμὴν ἔχει καὶ γῆρας. πλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος ταῦτα συμβαίνει πάσχειν, ἀλλ᾿ ἅμα πᾶν ἀκμάζειν καὶ φθίνειν ἀναγκαῖον· τῇ δὲ γῇ τοῦτο γίγνεται κατὰ μέρος διὰ ψύξιν καὶ θερμότητα. ταῦτα μὲν οὖν αὔξεται καὶ φθίνει διὰ τὸν ἥλιον καὶ τὴν περιφοράν, διὰ δὲ ταῦτα καὶ τὴν δύναμιν τὰ μέρη τῆς γῆς λαμβάνει διαφέρουσαν, ὥστε μέχρι τινὸς ἔνυδρα δύναται διαμένειν, εἶτα ξηραίνεται καὶ γηράσκει πάλιν· ἕτεροι δὲ τόποι βιώσκονται καὶ ἔνυδροι γίγνονται κατὰ μέρος. ἀνάγκη δὲ τῶν μὲν τόπων γιγνομένων ξηροτέρων τὰς πηγὰς ἀφανίζεσθαι, τούτων δὲ συμβαινόντων [*](351b) τοὺς ποταμοὺς πρῶτον μὲν ἐκ μεγάλων μικρούς, εἶτα τέλος γίγνεσθαι ξηρούς, τῶν δὲ ποταμῶν μεθισταμένων καὶ ἔνθεν μὲν ἀφανιζομένων ἐν ἄλλοις δ᾿ ἀνάλογον γιγνομένων μεταβάλλειν τὴν θάλατταν· ὅπου μὲν γὰρ ἐξωθουμένη ὑπὸ τῶν [*](15 συνεχῶς Ald. ‖ τρισαχῇ J F 𝔐 𝔄 H: τρισσαχοῖ E1(ut videtur) 𝔚 ‖ 16 καὶ supra add. E1 ‖ ῥοδανοῦ] Ocl: ἠριδανοῦ Evar. fragm.Escor. 𝔄(-ι- in ras. 2 litt. m. 1): ῥηδανοῦ N ‖ 18 ἠριδανὸς fragm.Escor. 𝔐 𝔄 (-ι- in ras. 2 litt. m. 1): ῥηδανὸς N ‖ 20 ὅτε E1 ‖ τῶν om. 𝔚 ‖ 21 ἤπειρον] λουσιν F1 ‖ μεταβάλλειν E1 ‖ 22 ἀεὶ E 𝔚 fragm.Escor. 𝔐 𝔄 F H N ‖ 23 παντ H | 24 θάλασσα . . . θάλασσα N ‖ 26 καὶ περίοδον om. N ‖ 27 ὥσπερ] ὥσπερ καὶ F ‖ σώματα] σώματα τὰ 𝔚 ‖ 30 φθίνειν — ταῦτα μὲν αὔξει τε (sic enim) καὶ (31) marg. Frec. 31 αὔξεται] Ap Ol: αὔξει τε Ecorr. 𝔚 F (quid habuerit E1, parum liquet) φθίνειν E1 ‖ 32 δὲ om. J1 (ut videtur) F1 ‖ 34 μένειν N ‖ 35 τόποι] τόποι πάλιν Ald. ‖ βιόσκονται J 𝔄1 ‖ 36 ξηρῶν 𝔐 𝔄 H N ‖ 351 b 4 μεταβάλλει 𝔄)

37
ποταμῶν ἐπλεόναζεν, ἀπιοῦσαν ξηρὰν ποιεῖν ἀναγκαῖον, ὅπου δὲ τοῖς ῥεύμασιν πληθύουσα ἐξηραίνετο προσχουμένη, πάλιν ἐνταῦθα λιμνάζειν. ἀλλὰ διὰ τὸ γίγνεσθαι πᾶσαν τὴν φυσικὴν περὶ τὴν γῆν γένεσιν ἐκ προσαγωγῆς καὶ ἐν χρόνοις παμμήκεσι πρὸς τὴν ἡμετέραν ζωήν, λανθάνει ταῦτα γιγνόμενα, καὶ πρότερον ὅλων τῶν ἐθνῶν ἀπώλειαι γίγνονται καὶ φθοραὶ πρὶν μνημονευθῆναι τὴν τούτων μεταβολὴν ἐξ ἀρχῆς εἰς τέλος. μέγισται μὲν οὖν φθοραὶ γίγνονται καὶ τάχισται ἐν τοῖς πολέμοις, ἄλλαι δὲ νόσοις, αἱ δὲ ἀφορίαις, καὶ ταύταις αἱ μὲν μεγάλαι αἱ δὲ κατὰ μικρόν, ὥστε λανθάνουσι τῶν γε τοιούτων ἐθνῶν καὶ αἱ μεταναστάσεις διὰ τὸ τοὺς μὲν λείπειν τὰς χώρας, τοὺς δὲ ὑπομένειν μέχρι τούτου μέχριπερ ἂν μηκέτι δύνηται τρέφειν ἡ χώρα πλῆθος μηδέν. ἀπὸ τῆς πρώτης οὖν ἀπολείψεως εἰς τὴν ὑστέραν εἰκὸς γίγνεσθαι μακροὺς χρόνους, ὥστε μηδένα μνημονεύειν, ἀλλὰ σῳζομένων ἔτι τῶν ὑπομενόντων ἐπιλελῆσθαι διὰ χρόνου πλῆθος. τὸν αὐτὸν δὲ τρόπον χρὴ νομίζειν καὶ τοὺς κατοικισμοὺς λανθάνειν πότε πρῶτον ἐγένοντο τοῖς ἔθνεσιν ἑκάστοις εἰς τὰ μεταβάλλοντα καὶ γιγνόμενα ξηρὰ ἐξ ἑλωδῶν καὶ ἐνύδρων· καὶ γὰρ ἐνταῦθα κατὰ μικρὸν ἐν πολλῷ γίγνεται χρόνῳ ἡ ἐπίδοσις, ὥστε μὴ μνημονεύειν τίνες πρῶτοι καὶ πότε καὶ πῶς ἐχόντων ἦλθον τῶν τόπων, οἷον συμβέβηκεν καὶ τὰ περὶ Αἴγυπτον· καὶ γὰρ οὗτος ἀεὶ ξηρότερος ὁ τόπος [*](6 ἐπλεόνασεν Ecorr. m. 1 𝔚 H N ‖ ἀπιοῦσ E1: ἀπιοῦσα 𝔚 Ald.: ἀπιοῦσαι (an ἀπιοῦσαν ?) J1 ‖ 7 πληθύνουσα ηὐξάνετο προσχουμένη 𝔐 𝔄: πληθύουσα ἐξηραίνετο προχουμένη N1: πληθύνουσα ἐξηραίνετο προσχουμένη Nrec.: ἐξηραίνετο (in ras.) πληθύουσα (in ras.) προσχουμένη (-σ- fortasse postea add.) E1: ηὐξάνετο ὀχουμένη 𝔚: πλήθουσα ἐξηραίνετο προσχουμένη Ald. ‖ 8 λιμνάζει F ‖ φυσικὴν om. Ald. ‖ 9 τὴν περὶ γῆν E1: om. Ecorr. m. 1 𝔚: τὴν περὶ τὴν γῆν Fcorr. ‖ προαγωγῆς H1 N ‖ καὶ om. E ‖ 12 φθοραὶ ex φοραὶ corr. E1 ‖ 13 οὖν om. N ‖ 14 δὲ (1)] δ᾿ ἐν fragm.Escor.: om. 𝔚 ‖ 16 τῶν om. E ‖ 19 ὑπολείψεως Id. ‖ ἐσχάτην 𝔚: (ἕως τῶν ἐσχάτων Ap) ‖ εἰκότως Erec. 𝔚 ‖ 20 μακροὺς χρόνους] Ap: χρόνους μακρούς E 𝔚 ‖ 22 πλῆθος] πλῆθος ταῖς μεταναστάσεσι H N ‖ αὐτὸν supra add. N1 ‖ τρόπον om. N ‖ 23 ἐγένετο fragm.Escor. 24 γιγνόμενα] Ap: τὰ γιγνόμενα E 𝔚 ‖ 25 ἐνύδρων] Ap WA: ἐνύγρων E 𝔚: ἀνύδρων ApI ‖ in voc. πολλῷ cadit fragm.Escor. ‖ 26 μὴ om. F1 ‖ τίνος N ‖ πρῶτον Ald. ‖ 27 τὸν τόπον Nvar. ‖ 28 καὶ τὰ περὶ] καὶ περὶ τὴν Ecorr. 𝔚 Op: οἷον καὶ περὶ τὴν E1 ‖ οὕτως J1 E1 ‖ αἰεὶ H N)
38
φαίνεται γιγνόμενος καὶ πᾶσα ἡ χώρα τοῦ ποταμοῦ πρόσχωσις οὖσα τοῦ Νείλου, διὰ δὲ τὸ κατὰ μικρὸν ξηραινομένων τῶν ἑλῶν τοὺς πλησίον εἰσοικίζεσθαι τὸ τοῦ χρόνου μῆκος ἀφῄρηται τὴν ἀρχήν. φαίνεται οὖν καὶ τὰ στόματα πάντα, πλὴν ἑνὸς τοῦ Κανωβικοῦ, χειροποίητα καὶ οὐ τοῦ ποταμοῦ ὄντα, καὶ τὸ ἀρχαῖον ἡ Αἴγυπτος Θῆβαι καλούμεναι. δηλοῖ δὲ καὶ Ὁμηρος, οὕτως πρόσφατος ὢν ὡς εἰπεῖν πρὸς τὰς τοιαύτας μεταβολάς· ἐκείνου γὰρ τοῦ τόπου ποιεῖται μνείαν ὡς οὔπω Μέμφιος οὔσης ἢ ὅλως ἢ οὐ τηλικαύτης. [*](352a) τοῦτο δ᾿ εἰκὸς οὕτω συμβαίνειν· οἱ γὰρ κάτωθεν τόποι τῶν ἄνωθεν ὕστερον ᾠκίσθησαν· ἑλώδεις γὰρ ἐπὶ πλείω χρόνον ἀναγκαῖον εἶναι τοὺς ἐγγύτερον τῆς προσχώσεως διὰ τὸ λιμνάζειν ἐν τοῖς ἐσχάτοις ἀεὶ μᾶλλον. μεταβάλλει δὲ τοῦτο καὶ πάλιν εὐθενεῖ· ξηραινόμενοι γὰρ οἱ τόποι ἔρχονται εἰς τὸ καλῶς ἔχειν, οἱ δὲ πρότερον εὐκραεῖς ὑπερξηραινόμενοί ποτε γίγνονται χείρους. ὅπερ συμβέβηκε τῆς Ἑλλάδος καὶ περὶ τὴν Ἀργείων καὶ Μυκηναίων χώραν· ἐπὶ μὲν γὰρ τῶν Τρωικῶν ἡ μὲν Ἀργεία διὰ τὸ ἑλώδης εἶναι ὀλίγους ἐδύνατο τρέφειν, ἡ δὲ Μυκηναία καλῶς εἶχεν (διὸ ἐντιμοτέρα ἦν), νῦν δὲ τοὐναντίον διὰ τὴν προειρημένην αἰτίαν· ἡ μὲν γὰρ ἀργὴ γέγονεν καὶ ξηρὰ πάμπαν, τῆς δὲ τὰ τότε διὰ τὸ λιμνάζειν ἀργὰ νῦν χρήσιμα γέγονεν. ὥσπερ οὖν ἐπὶ τούτου τοῦ τόπου συμβέβηκεν ὄντος μικροῦ, ταὐτὸ δεῖ νομίζειν τοῦτο συμβαίνειν καὶ περὶ μεγάλους τόπους καὶ χώρας [*](30 πρόχωσις E1(ut videtur) 𝔚 N1 ‖ δὲ] δέδο J1 ‖ 31 εἰσοικίζεσθαι] εἰσοικίζεσθαι τόπους Nrec. 32 φαίνονται ex φαίνενται corr. E1 ‖ οὖν] δ᾿ οὖν E 𝔚 Ol ‖ 33 πάντα om. F1 ‖ 34 θῆβαι ex θῆκαι corr. N1 ‖ 35 καὶ om. F ‖ οὕτω E 𝔚 352 a 1 μέμφιος ApWA: μέμφιδος Ecorr. 𝔐 Nrec. ApI ‖ 2 οὕτως E ‖ κάτω . . . ἄνω (3) J F 𝔐 𝔄 H N Olp ‖ 3 πλεῖον E 𝔚 N: πλείονα Ald. ‖ 4 προχώσεως J F E1(ut videtur) 𝔚 ‖ 6 εὐθενεῖ] E1(ut videtur) ApWA: εὐσθενεῖ 𝔚: εὐθηνεῖ Ecorr. m. 1 cet.: εὐθυνεῖ ApI: εὐθύνει Op ‖ ρχωνται N ‖ 7 ὑπερξηραι- νόμεναι typothetae errore Bk. ‖ 8 τότε E 𝔚 Fvar.: πάλιν Ap ‖ χείρους γίνονται N ‖ 8—9 τῇ Ἑλλάδι Par. 2032 et 2035 Par. suppl. 642 Ald. ‖ 9 μυκηναίων] (-υ- ex corr. 𝔄1): μηκυναίων: H: μυκειναίων N ‖ ἐπὶ] (-ι in ras. E1) ‖ 10 τῶν om. H N ἑλώδης ex ἑλώδη corr. J1 ‖ 11 ὀλίγα H N1 ||| ἠδύνατο H N 𝔚 ‖ μυπηναία] (-υ- ex corr. 𝔄1): μηκυναία H ‖ διότι 𝔐 ‖ 12 εἰρημένην E 𝔚 ‖ 13 πάμπαν] πάντων J ‖ 15 ἐπὶ τούτου] ἐπ᾿ ἐκείνου Ald. ‖ 16 συκβαίνειν ex συμβαίνει corr. E1 ‖ μεγάλου E1)
39
ὅλας. οἱ μὲν οὖν βλέποντες ἐπὶ μικρὸν αἰτίαν οἴονται τῶν τοιούτων εἶναι παθημάτων τὴν τοῦ ὅλου μεταβολὴν ὡς γιγνομένου τοῦ οὐρανοῦ· διὸ καὶ τὴν θάλατταν ἐλάττω γίγνεσθαί φασιν ὡς ξηραινομένην, ὅτι πλείους φαίνονται τόποι τοῦτο πεπονθότες νῦν ἢ πρότερον. ἔστιν δὲ τούτων τὸ μὲν ἀληθὲς τὸ δ᾿ οὐκ ἀληθές· πλείους μὲν γάρ εἰσιν οἱ πρότερον ἔνυδροι νῦν δὲ χερσεύοντες, οὐ μὴν ἀλλὰ καὶ τοὐναντίον· πολλαχῇ γὰρ σκοποῦντες εὑρήσουσιν ἐπεληλυθυῖαν τὴν θάλατταν. ἀλλὰ τούτου τὴν σἰτίαν οὐ τὴν τοῦ κόσμου γένεσιν οἴεσθαι χρή· γελοῖον γὰρ διὰ μικρὰς καὶ ἀκαριαίας μεταβολὰς κινεῖν τὸ πᾶν, ὁ δὲ τῆς γῆς ὄγκος καὶ τὸ μέγεθος οὐδέν ἐστι δή που πρὸς τὸν ὅλον οὐρανόν· ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον ὅτι γίγνεται διὰ χρόνων εἱμαρμένων, οἷον ἐν ταῖς κατ᾿ ἐνιαυτὸν ὥραις χειμών, οὕτως περιόδου τινὸς μεγάλης μέγας χειμὼν καὶ ὑπερβολὴ ὄμβρων. αὕτη δὲ οὐκ ἀεὶ κατὰ τοὺς αὐτοὺς τόπους, ἀλλ᾿ ὥσπερ ὁ καλούμενος ἐπὶ Δευκαλίωνος κατακλυσμός· καὶ γὰρ οὗτος περὶ τὸν Ἑλληνικὸν ἐγένετο τόπον μάλιστα, καὶ τούτου περὶ τὴν Ἑλλάδα τὴν ἀρχαίαν. αὕτη δ᾿ ἐστὶν ἡ περὶ Δωδώνην καὶ τὸν Ἀχελῷον· [*](352b) οὗτος γὰρ πολλαχοῦ τὸ ῥεῦμα μεταβέβληκεν· ᾤκουν γὰρ οἱ Σελλοὶ ἐνταῦθα καὶ οἱ καλούμενοι τότε μὲν Γραικοὶ νῦν δ᾿ Ἕλληνες. ὅταν οὖν γένηται τοιαύτη ὑπερβολὴ ὄμβρων, νομίζειν χρὴ ἐπὶ πολὺν χρόνον διαρκεῖν, καὶ ὥσπερ νῦν τοῦ ἀενάους εἶναί τινας τῶν ποταμῶν τοὺς δὲ μὴ οἱ μέν φασιν [*](18 τοιούτων παθημάτων τὴν τοῦ ὅλου εἶναι H: παθημάτων τῶν τοιούτων τὴν τοῦ (τῶ m. rec.) εἶναι N: τοιούτων παθημάτων εἶναι τὴν τοῦ ὅλου Ald. ‖ 23 μὴν ex μὴν καὶ corr. E1 ‖ πολλαχοῖ E1 𝔚 ‖ 24 εὑρήσομεν J F 𝔐 𝔄 H N ‖ ἐπεληλυθεῖαν N ‖ θάλασσαν 𝔚 ‖ 26 γὰρ] Ol: δὲ E 𝔚 ‖ μεταβολὰς] OIV: μεταβολῆς Jcorr. m. 1 F OlG ‖ 27 οὐθὲν ex ὅθεν corr. J1 ‖ 30 ὥραις ex ὥρας corr. J1 ‖ οὕτω E 𝔚 ‖ μεγάλης τινὸς N ‖ 34 μάλιστα τόπον E 𝔚 ‖ 35 δωδώνην] Ap: τὴν δωδώνην J F 𝔐 𝔄 N: δώνην E1 ‖ 352 b 1 πολλαχοὶ (ut videtur) J1 ‖ 2 σελοὶ 𝔚 ‖ 3 οὖν] Ap: οὖν δὴ E 𝔚: δὴ οὖν Ald. ‖ 4 χρόνον πολὺν 𝔚 ‖ 45 νῦν τοῦ ἀενάους εἶναί τινας] νῦν τοῦ ἀεννάους εἶναί τινας 𝔐 𝔄 F1 H: οὖν τοῦ ἀεννάους εἶναι τινὰς N: νῦν τοῦ τοὺς μὲν ἀεννάους εἷναι τινὰς Fcorr.: νῦν τούτους (τοῦ τοὺς corr. m. 1) μὲν ἀενάους (ἀεννάους corr. m. 1) εἶναι E: νῦν τούτους μὲν ἀεννάους εἶναί τινας 𝔚: νῦν τοῦ (τῷ G) τοὺς μὲν ἀενάους εἶναι Ol ‖ 5 τοὺς] τούτους E1 𝔚)
40
αἴτιον εἶναι τὸ μέγεθος τῶν ὑπὸ γῆς χασμάτων, ἡμεῖς δὲ τὸ μέγεθος τῶν ὑψηλῶν τόπων καὶ τὴν πυκνότητα καὶ ψυχρότητα αὐτῶν (οὗτοι γὰρ πλεῖστον καὶ δέχονται ὕδωρ καὶ στέγουσιν καὶ ποιοῦσιν· ὅσοις δὲ μικραὶ αἱ ἐπικρεμάμεναναι τῶν ὁρῶν συστάσεις ἢ σομφαὶ καὶ λιθώδεις καὶ ἀργιλώδεις, τούτους δὲ προαπολείπειν), οὕτως οἴεσθαι δεῖν τότε, ἐν οἶς ἄν γένηται ἡ τοιαύτη τοῦ ὑγροῦ φορά, οἷον ἀενάους ποιεῖν τὰς ὑγρότητας τῶν τόπων μᾶλλον. τῷ χρόνῳ δὲ ταῦτα ηραίνεται γιγνόμενα μᾶλλον, θάτερα δʼ ἐλάττω τὰ ἔφυὅρα, ἕως ἂν ἔλθῃ πάλιν ἡ καταβολὴ τῆς περιόδου τῆς αὐτῆς. ἐπεὶ δʼ ἀνάγκη τοῦ ὅλου γίγνεσθαι μέν τινα μεταβολήν, μμἡ μέντοι γένεσιν καὶ φθοράν, εἴπερ μένει τὸ πᾶν, ἀνάγκη, καθάπερ ἡμεῖς λέγομεν, μἡ τούς αὐτούς ἀεὶ τόπους ὑγρούς τʼ εἶναι θαλάττῃ καὶ ποταμοῖς καὶ ξηρούς. δηλοῖ δὲ τὸ γιγνόμενον· οὖς γάρ φαμεν ἀρχαιοτάτους εἶναι τῶν ἀνθρώπων Αἰγυπτίους, τούτων ἡ χώρα πᾶσα γεγονυῖα φαίνεται καὶ οὖσα τοῦ ποταμοῦ ἔργον. καὶ τοῦτο κατά τε τὴν χώραν αὐτὴν ὁρῶντι δῆλὸν ἐστιν, καὶ τὰ περὶ τὴν ἐρυθρὰν θάλατταν τεκμήριον ἱκανὸν· ταύτην γὰρ τῶν βασιλέων τις ἐπειράθη διορύττειν (οὐ γὰρ μικρὰς εἶχεν ἂν αὐτοῖς ὡφελείας πλωτὸς πᾶς ὁ τόπος γενόμενος· λέγεται δὲ πρῶτος Σέσωστρις ἐγχειρῆσαι τῶν παλαιῶν), ἀλλʼ εὖρεν ὑψηλοτέραν οὖσαν τὴν [*](6 ὁπὸ — τῶν (7) om. Ν1 typothetae errore Id. ‖ γῆς πασμμάτωσ] γῆν xασμμάτωωω 𝔚 𝔄  H Οlp; τὴν γῆν πασμμάτωων Nrec. : γῆς ἄντρων -ντ- in ras. m. 1) E: γῆν ἄντρω 𝔅  ‖  8 ψυχρότητα] τὴν ψνπρbτητα Ν ‖ interclusionem usque ad προαπολεέπειν (11) produxit Id., ad ποιοῦσιν (9) modo Bon.  ‖9 αἱ om. Par 2035 Vindobon. 75 Ald. 10 συστάσεις τῶν ὀρέων C 𝔚 ‖ 11 δὲ ὁἡ Cam.: δεἄ Eras  IIII δεῖν] δέ 𝔚 12 ἐὰν E 𝔚 ἀενάους corr. E1: ἀφνάους E1; ἀεννάους cet.‖ 13 τὸπωσ μᾶλλον] ποταμῶν Par. 2032 Ol: τόπων Bon. ‖ 14 ξηρααίνπται] ξηρὰ φαίννεται Ald. ‖ γιγν6μeνα et τὰ ἔφυδρα sect. Id. ‖ ἔφυγρα 𝔚 ‖ 15 πάλιω om. Ν ‖ ἡ om. E ‖ 16 τοῦ om. H Ν 17 εἴπε —λὑγομεν (18) supra add. F1 ‖ 19 θαλάττῃ] τῆ θαλάττῃ 𝔚 𝔄  F H Ν ξηρούς] διαξήρους E 𝔚 ‖ 220 ἀρκανοτὰφους H Ν τῶν] τῶν τῶν Ν ‖ 22 τε] γε F ‖ αὐτῶν Id. ‖ 23 θάλασσαν 𝔚 H 𝔄  H Ν 24 τῶν βασιλέων τις] τις (antecedunt 2 litt. dee- tae) τῶν βασιλῦωων Ν ‖ 25 πλωτὸς 𝔄rec. in spatio 6 litt. a m. 1 relicto ‖ 26 ἄπακ E 𝔚 ] γιγνόμενος H(?) δ ‖ πρῶτον ex πρῶτο corr. F1 ‖ 27 ὑγπερῆσαι] Ap: ἑγπηρίσαι J1: ἑγπειρίσααι Jcorr. m. l 𝔐 𝔄 Ν: ἐπιπερσαι Ε 𝔚 εὑρεθεν (ut videtur) E1 ‖ ὑφηλλστραν] (-o- in ras. Ε))
41
θάλατταν τῆς γῆς· διὸ ἐκεῖνός τε πρότερον καὶ Δαρεῖος ὕστερον ἐπαύσατο διορύττων, ὅπως μὴ διαφθαρῇ τὸ ῥεῦμα τοῦ ποταμοῦ συμμιγείσης τῆς θαλάττης. φανερὸν οὖν ὅτι θάλαττα πάντα μία ταύτῃ συνεχὴς ἦν. διὸ καὶ τὰ περὶ τὴν Λιβύην τὴν Ἀμμμωνίαν χώραν ταπεινότερα φαίνεται καὶ κοιλότερα παρὰ λόγον τῆς κάτωθεν χώρας· δῆλον γὰρ ὡς ἐγχώσεως μὲν γενομένης ἐγένοντο λίμναι καὶ χέρσος, χρόνου δὲ γενομένου τὸ ἐναπολειφθὲν καὶ λιμνάσαν ὕδωρ ξηρανθέν [*](353a) ἐστιν ἤδη φροῦδον. ἀλλὰ μὴν καὶ τὰ περὶ τὴν Μαιῶτιν λίμνην ἐπιδέδωκε τῇ προσχώσει τῶν ποταμῶν τοσοῦτον, ὥστε πολλῷ ἐλάττω μεγέθει πλοῖα νῦν εἰσπλεῖν πρὸς τὴν ἐργασίαν ἢ ἔτος ἑξηκοστὸν· ὥστε ἐκ τούτου ῥᾴδιον ἀναλογίσασθαι ὅτι καὶ τὸ πρῶτον, ὥσπερ αἱ πολλαὶ τῶν λιμνῶν, καὶ αὕτη ἔργον ἐστὶ τῶν ποταμῶν, καὶ τὸ τελευταῖον πᾶσαν ἀνάγκη γενέσθαι ξηράν. ἔτι δὲ ὁ Βόσπορος ἀεὶ μὲν ῥεῖ διὰ τὸ προσχοῦσθαι, καὶ ἔστιν ἔτι ταῦτα καὶ τοῖς ὄμμασιν ἰδεῖν ὅν τινα συμβαίνει τρόπον· ὅτε γὰρ ἀπὸ τῆς Ἀσίας ᾐόνα ποιήσειεν ὁ ῥοῦς, τὸ ὄπισθεν λίμνη ἐγίγνετο μικρὰ τὸ πρῶτον, εἶτʼ ἐξηράνθη ἄν, μετὰ δὲ τοῦτο ἄλλη ἡ ἀπὸ ταύτης ῆών, καὶ λίμνη ἀπὸ ταύτης· καὶ τοῦτο ἀεὶ οὕτως συνέβαινεν ὁμοίως· τούτου δὲ γιγνομένου πολλάκις ἀνάγκη χρόνου προϊντος ὥσπερ ποταμὸν γενέσθαι, τέλος δὲ καὶ τοῦτον ξηρόν. φανερὸν τοίνυν, ἐπεὶ ὅ τε χρόνος οὐχ ὑπολείψει καὶ τὸ ὅλον ἀἱδιον, [*](28 τῆς γῆς om. E1, | 29 διορύσσων 𝔐 μὴ om. E φθαρῇ F 30 θαλάσσης Ν 31 πάντα post ταῦτα coll. Ald. ταὐτη ταῦτα E Ald.: om. 𝔚 ‖ 32 τὴν καὶ περὶ τὴν ci. d. 33 παράλογον J 𝔐 𝔄, H N1: κατάλογον Nrec. : παρὰ τὸ κατὰ λόγον E 𝔚 F: παρὰ λσγως καὶ ἀνα αναλογίας F,yar. κάτω J F𝔐 H N: κάτω θέσεως 𝔚 34 γινομένης Ν  ‖ ἐγένοντο var. E: ἐὑγένετο E1 Frec. ἑγὲνεντο F1: ἐγίνοντο Ν λίμναι in ras. Erec. | καὶ om. Ε1 (?) 35 γινομένου Ν ἀπολειφθὲν J F 𝔐 𝔄 corr. m. l H N: ἀποληφθὲν 𝔄1 | 353 a 2 προχάὼσει E1 ( ut videtur) 𝔚 N ‖ 3 μεγέθει τῷ μεγέθει Fcorr m.l Ald. εἰσπλεὰ Ε 𝔚 4 ἔτος πρὸ ἔτους F: ἕτερον N ‖ ἑξηκοστοῦ F | 7 μὲν] ἄλλη var. E ‖ 8 προχοῦσθαι E1 𝔚 N: προκεκῶσθαι corr. E1 ‖ καὶ (post ταῦτα) om. E 𝔚 9 συνέβαινεν Ε 𝔚 10 ὁ om 𝔚 ‖ ἐγένετο 𝔐 𝔄 F H Ν ‖ 11 ἐξηράνθη ἂν ἐξηραίνεται E1: ἐξηραὶνε᾿  ἂν Ecorr. : εξʼ ἡραίνετʼ ἂν 𝔚: ἐξηραίνετο Ald. ἄλλη ἡ ἀλλʼ ἢ Ε Νrec.: ἄλλη 𝔚: ἀλλʼ Ν1 ‖ 12 ἀπʼ αὐτης Ε 𝔚 ‖ οὕτω  E 𝔚 𝔐  ‖ 13 χρόνου προῖ'όντος] Ol: τοῦ χρόνου προϊόντος Ap; προῖδντος τοῦ χρόνου E 𝔚 ‖ 15 ὅ τε χρόνος οὐχ] οὔτε ὁ χρόνος Ol: οὔτε χρόνος Ald. ὑπολίπει E1; ὁπολείπει 𝔚)
42
ὅτι οὔτε ὁ Τάναϊς οὔτε ὁ Νεῖλος ἀεὶ ἔρρει, ἀλλʼ ἦν ποτε ξηρὸς ὁ τόπος ὅθεν ῥέουσιν· τὸ γὰρ ἔργον ἔχει αὐτῶν πέρας, ὁ δὲ χρόνος οὐκ ἔχει. ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁρμόδσει ποταμῶν λέγειν. ἀλλὰ μὴν εἴπερ καὶ οἱ ποταμοὶ γίγνονται καὶ φθείρονται καὶ μὴ ἀεὶ οἱ αὐτοὶ τόποι τῆς γῆς ἕνυδροι, καὶ τὴν θάλατταν ἀνάγκη μεταβάλλειν ὁμοίως. τῆς δὲ θαλάττης τὰ μὲν ἀπολειπούσης τὰ δʼ ἐπιούσης ἀεὶ φανερὸν ὅτι τῆς πάσης γῆς οὐκ ἀεὶ τὰ αὐτὰ τὰ μέν ἐστιν θάλαττα τὰ δʼ ἢπειρος, ἀλλὰ μεταβάλλει τῷ χρόνῳ πάντα. διότι μὲν οὖν οὐκ ἀεὶ ταὐτὰ οὔτε χερσείύει τῆς γῆς οὔτε πλωτὰ ἐστιν, καὶ διὰ τίνʼ αἰτίαν ταῦτα συμβαίνει, εἴρηται· ὁμοίως δὲ καὶ διὰ τὶ οἱ μὲν ἀέναοι οἱ δʼ οὔ τῶν ποταμῶν εἰσιν.