Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

πότερον οὖν καὶ ἐπʼ ἀρετῆς [*](38. τὸ σῶμα Ald., τὰ σώματα Kb, τῶ σώματι Π2P2 || 36. ᾖ] εἴη Kb, om. M || ἅμα] ἄλλα KbAld.Va. | 1200a, 1. δεῖν secl. Srengelius Susem. || τὴν om. Π1 || 〈ἐν〉 ᾧ Srengeluis || 2. προαίρεσις vel ἡ προαίρεσις Srengelius || τῷ λόγῳ καὶ secludenda esse ci. Spengelius, τῷ ἀλόγῳ καὶ 〈ἐν〉 male ci. Scaliger || 3. ἅμα τὸ Rieckher, ἄμα καὶ τὸ mg. Bas.3, τὸ ἄμα ΠAld.Bk.Bu., 〈ᾧ〉 ἄμα τὸ olim. ci. Rassovins, 〈εἰ〉 ἄμα τὸ Spengelius || καὶ ante παρέσται add. KbAld., c.c.om. Bk. Bu., ante τὸ Transponendum esse ci. Susem. || 5. ἀρετὴ ἀρετῆι KbVa, ἀρετῆ ἀρετὴ Π2P2 ἀρετῇ Ald. || 6. [ἢ] aut ἢ 〈ὑπηρετεῖν〉 vel ἢ 〈ὑπακούειν〉 vel ἢ 〈πείθεσθαι〉 vel simile quid Bonitzius, recte, quapropter ἢ sect. Susem. || προστάττει Π1Va., πράττει || 7. ὃ] ὡι Π1 || 12. ἀπορήσειεν ἄν τις Spengelius 17. μεγέθους sect. Spengelius. )

58
οὕτως ἔχει, ὥστε ἐάν τινι δικαιοσύνη ἢ ἀνδρεία εἰς ὁπερβολὴν παραγένηται, χείρων ἔσται, ἢοὔ;〈οὔ,〉φησίν. ἀλλ᾿ ἀπτὸ μὲν τῆς ἀρετῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα μεγέθους χείρους ποιήσει· τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.

ἢ τοῦτο οὐκ ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι· εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος· οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδʼ ἡ ἀρετή.

τὸ δʼ ὅλον ἐπειδήπερ ἡμῖν ἐν ἀρχ διώρισται, ὅτι εἰσὶν αἱ ἀρεταῖ μεσότητες, καὶ ἡ μᾶλλον ἀρετὴ μᾶλλόν ἐστι μεσότης· ὥστʼ οὐχ ὅτι χείρω ποιήσει εἰς μέγεθος ἡ ἀρετὴ ἰοῦσα, ἀλλὰ βελτίω· ἡ γὰρ μεσότης ἐνδείας καὶ ὑπερβολῆς τῆς τῶν παθῶν ἦν μεσότης.