Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἕξεις δ᾿ εἰσὶν καθ᾿ ἃς πρὸς ταῦτα ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν λίαν ἀργίλως, κακῶς ἔχομεν πρὸς ὀργήν, εἰ δ᾿ ὅλως μὴ ὀργιζόμεθα ἐφ᾿ οἷς δεῖ, καὶ σὕτως κακῶς ἔχομεν πρὸς ὁργήν. τὸ ἄρα μέσως ἔχειν τὸ μήτε λίαν ὑπεραλγεῖν μήτε παντελῶς ἀναλγήτως ἔχειν.

ὅταν οὖν οὕτως ἔχωμεν, εὖ διακείμεθα. ὁμείως δὲ [καὶ] πρὸς τὰ ἄλλα τὰ ὅμοια. τὸ γὰρ εὐόργητον καὶ τὸ πρᾶον ἐν μεσότητί ἐστιν ἀργῆς καὶ ἀναλγησέως τῆς πρὸς ὀργήν. ὁμοίως [καὶ] ἐπ᾿ ἀλαζονείως καὶ κς. τὸ μὲν γὰρ πλείω προσποιεῖσθαι τῶν ὑπερχόντων ἔχειν ἀλαζονείας, τὸ δὲ ἐλάττω εἰρωνείας· ἡ ἄρα μεσότης ἡ τούτων ἡ ἀλήθεια ἐστίν.

ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πάντων. τοῦτο γάρ ἐστι τῆς ἕξεως, τὸ εὖ ἢ κακῶς πρὸς ταῦτα ἔχειν, τὸ δ᾿ εὖ ἔχειν πρὸς ταῦτ᾿ ἐστὶν τὸ μήτε πρὸς τὴν ὑπερβολἦν ἔχειν μήτε πρὸς τὴν ἔνδειαν·

πρὸς [*](1186a, 9—17 = Ε. Ν. 1105 b, 19—1106 a, 12 cf. Ε. Ε. 1220b, 7—20 || 17—32=Ε. Ν. 1106a, 26—b, 35. Ε. Ε. 1220 b, 21—35. 1222a, 13—b, 17.) [*](6. ἄν] εἴ Π2, ἄν—7. φέρεσθαι om pr. Kb, suppl. mg. re. Kb, sed οὖν om. etian hie corrector, οὖν ἄνω om Ald. || ἐθίζει Π2 || 3. καὶ om. Kb Ald. || 12. τι Bas.3, τις Π Ald. || 16. καὶ om. Kb P2 Bk. Bu. (fers. hand reete) || 20. ἔχον Pb Cc Ald. et pr. Kb (crx. rc). 22. καὶ om. Π (in spatro triun litterarun P2) || 24. καὶ prius om. 1.)

16
μεσότητα ἄρα τῶν τοιούτων καθ᾿ ἃ ἐπαινετοὶ λεγόμεθα ἡ ἕξις ἐστὶ τοῦ εὖ ἔχειν, τοῦ δὲ κακῶς πρὸς ὑπερβολὴν καὶ ἔνδειαν. ἐπεὶ τοίνυν ἐστὶν ἡ ἀρετὴ τῶν παθῶν τούτων μεσότης, τὰ δὲ πάθη ἤτοι λῦπαί εἰσιν ἢ ἡδοναὶ ἢ οὐκ ἄνευ λύπης ἢ ἡδονῆς· ἡ ἄρα ἀρετή ἐστιν περὶ λύπας καὶ ἡδονάς, καὶ ἐντεῦθέν ἐστι δῆλον.

ἔστι δὲ καὶ ἄλλα πάθη, ὡς δόξειεν ἄν τινι, ἐφ' ὧν ἡ κακία οὐκ ἔστιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει τινί, οἷον μοιχεία καὶ ὁ μοιχός· οὐκ ἔστιν οὗτος ὁ μᾶλλον τὰς [*](1186 b) ἐλευθέρας διαφθείρων. ἀλλὰ καὶ τοῦτο, καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστίν, ὃ περιέχεται ἡδονῇ τῇ κατ᾿ ἀκολασίαν, ἢ καὶ ὃ ἐν ἐλλείψει καὶ ὃ ἐν ὑπερβολῇ τὸ ψεκτὸν ἔχει.