Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

— ὅτι δὲ ἐνέργεια ἐστίν, ἔδοι ἄν τις καὶ ἐντεῦθεν. ἐν γὰρ τοῖς ὕπνοις, οἷον εἴ τις καθεύδοι διὰ βίου, τὸν τοιοῦτον οὐ πάνυ βουλόμεθα λέγειν εὐδαίμονα εἶναι· τὸ μὲν γὰρ ζῆν αὐτῷ ὑπάρχει, ἀλλὰ τὸ ζῆν αὐτῷ κατὰ τὰς ἀρετὰς οὐχ ὑπάρχει, ὃ ἦν κατὰ τὴν ἐνέργειαν.

ναι τούτων οὔτε μακρὰν ἀπέχον. οἷον ἐπειδήπερ ἔστιν, ὡς δοκεῖ, μόριόν τι τῆς ψυχῆς ᾧ τρεφόμεθα, ὃ καλοῦμεν θρεπτικόν (τοῦ- το γὰρ εὔλογόν ἐστιν εἶναι· τοὺς γοῦν λίθους ὁρῶμεν ἀδυνάτους τρέφεσθαι ὄντας, ὥστε δῆλον ὅτι τῶν ἐμψύχων ἐστὶ τὸ τρέφε- θαι·

εἰ δὲ τῶν ἐνψύχων, ἡ ψυχὴ ἂν εἴη αἰτία· τῆς δὲ ψυχῆς τούτων μὲν τῶν μορίων οὐθὲν αἴτιον ἂν εἴη τοῦ τρέ- φεσθαι, οἷον τὸ λογιστικὸν ἢ τὸ θυμικὸν ἢ τὸ ἐπιθυμητικόν, ἄλλο δέ τι παρὰ ταῦτα, ᾧ οὐθὲν ἔχομεν οἰκειότερον ὄνομα ἐπιθεῖναι ἢ θρεπτικόν)·

τί οὖν, ἂν τις εἴποι, πότερον καὶ τούτου τοῦ μορίου τῆς ψυχῆς ἔστιν ἀρετή; εἰ γὰρ ἔστι, δῆλον ὅτι καὶ ταύτῃ δεήσει ἐνεργεῖν· τῆς γὰρ τελείας ἀρετῆς ἡ ἐνέρ- γεια εὐδαιμονία. εἰ μὲν οὖν ἔστιν ἀρετὴ τούτου ἢ μὴ ἔστιν, ἄλλος λόγος· εἰ δʼ ἄρα ἔστιν, οὐκ ἔστιν ταύτης ἐνέργεια. ὧν γὰρ μὴ ἔστιν ὁρμή, οὐδʼ ἐνέργεια τούτων ἔσται· οὐκ ἔοικεν δὲ εἶναι ὁρμὴ ἐν τῷ μορίῳ τούτῳ, ἀλλʼ ὅμοιον ἔοικεν εἶναι τῷ πυρί. καὶ γὰρ ἐκεῖνο ὅ τι ἂν ἐμιβάλῃς καταναλώσει, κἂν μὴ ἐμβάλῃς, οὐκ ἔχει ὁρμὴν πρὸς τὸ λαβεῖν. οὕτω καὶ τοῦτο τὸ μόριον τῆς ψυχῆς ἔχει· ἂν μὲν γὰρ ἐμβάλῃς τροφήν, τρέφει, ἂν δὲ μὴ ἐμβάλῃς τροφήν, οὐκ ἔχει ὁρ- [*](9—13 ═ E. N. 1098b, 290—1099a, 3. E. E. 1219a, 23—27. cf. E. N. 1102b, 5—7. ||14—35 cf E. N. 1102a, 32—b, 12 (E. E. 1219 b, 36—40 cf. 20-25).) [*](10. καθεύδει Π2P2 || 14. οὔτε λίαν] οὔτʼ ἂν λίαν Π1 || 20. τούτων μὲν τῶν] ὄντων τριῶν vel τῶν τριῶν Scaliger || 27. εἰ ―ἐνέργεια quomodo consentiant cumo 24. εἰ — 26. εὐδαιμονία iure suo quaerit Spengehus || 30. ἐκείνωι Kb Ald. ἐκεῖνω fort. pr. P || κἂν] καὶ εἰ P2 Αld.)

13
μὴν τοῦ τρέφειν. διὸ οὐδὲ ἐνέργεια οὗ μηδὲ ὁρμή. ὥστʼ οὐδὲν συνεργεῖ τὸ μόριον τοῦτο πρὸς τὴν εὐδαιμονίαν.

μετὰ ταῦτα τοίνυν λεκτέον ἂν εἴη τί ἐστιν ἡ ἀρετή, ἐπείπερ ἡ ταύτης ἐνέργειά ἐστιν ἡ εὐδαιμονία. ὡς μὲν οὖν ἀπλῶς εἰπεῖν, ἐστὶν ἡ ἀρετὴ ἕξις ἡ βελτίστη· ἀλλʼ ἴσως οὐχ ἱκανὸν οὕτως ἀπλῶς εἰπεῖν, ἀλλὰ σαφέστερον διορίσαι δεῖ.