Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

μετὰ ταῦτα τοίνυν λεκτέον ἂν εἴη τί ἐστιν ἡ ἀρετή, ἐπείπερ ἡ ταύτης ἐνέργειά ἐστιν ἡ εὐδαιμονία. ὡς μὲν οὖν ἀπλῶς εἰπεῖν, ἐστὶν ἡ ἀρετὴ ἕξις ἡ βελτίστη· ἀλλʼ ἴσως οὐχ ἱκανὸν οὕτως ἀπλῶς εἰπεῖν, ἀλλὰ σαφέστερον διορίσαι δεῖ.

πρῶτον μὲν οὖν λεκτέον ὑπὲρ τῆς ψυχῆς ἐν [*](1185 b) ἐγγίνετκι, οὐ τί ἐσπτιν ἡ ψυχὴ (ὑπὲρ μὲν γὰρ τούτου ἄλλος λόγος), ἀλλʼ ὡς τύπῳ. διελέσθαι. ἔστιν δʼ ἡ ψυχή, ὡς φαμέν, εἰς δύρ μέρη διῃρημένη, εἴς τε τὸ λόγον ἔχον καὶ τὸ ἄλογον. ἐν μὲν δὴ τῷ λόγον ἔχοντι ἐγγίνεται φρόνησις ἀγχίνοια σοφία εὐμάθεια μνήμη καὶ τὰ τοιοῦτα, ἐν δὲ τῷ ἀλόγῳ αὗται αἱ ἀρεταὶ λεγόμεναι, σωφροσύνη δικαιοσύνη ἀνδρεία ὅσαι ἄλλαατοῦἤθους δοκοῦσιν ἐππαινεταὶ εἶναι.

κατὰ γὰρ ταύτας ἐπαινετοὶ λεγόμεθα· κατὰ δὲ τὰς τοῦ [τὸν] λόγον ἔχοντος οὐδεὶς ἐπαινεῖται. οὔτε γὰρ ὅτι σοφός, οὐδεὶς ἐπαινεῖται, οὔτε ὅτι φρόνιμος, οὐδʼ ὅλως κατά τι τῶν τοιούτων οὐθέν. οὐδὲ δὴ τὸ ἄλογον, εἰ μὴ ὑπηρετικόν ἔστιν καὶ ὑπηρετεῖ τῷ λόγον ἔχοντι μορίῳ.