Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

περὶ δὲ δικαιοσύνης λοιπὸν ἂν εἴη εἰπεῖν, τί ἐστι καὶ ἐν τίσιν καὶ περὶ ποῖα. πρῶτον μὲν οὖν εἰ λάβοιμεν τί ἐστι [*](1193) τὸ δίκαιον, ἔστιν δὴ διττὸν τὸ δίκαιον, ὧν τὸ μέν ἐστι κατὰ νόμον.

δίκαια γάρ φασιν εἶναι ἃ ὁ νόμος προστάττει. ὁ δὲ νόμος κελεύει τἀνδρεῖα πράττειν καὶ τὰ σώφρονα καὶ ἁπλῶς ἅπαντα ὅσα κατὰ τὰς ἀρετὰς λέγεται. διὸ καί, φασίν, δοκεῖ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ εἶναι· εἰ γὰρ δίκαια μέν ἐστιν ἃ ὁ νόμος κελεύει ποιεῖν, ὁ δὲ νόμος τὰ κατὰ πάσας ἀρετὰς ὄντα προστάττει, ὁ ἄρα τοῖς κατὰ νόμον ἐμμένων δικαίοις τελείως σπουδαῖος ἔσται, ὥστε ὁ δίκαιος καὶ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ ἐστίν.