Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

τέλειον δέ ἐστιν οὗ παραγενομένου μηθενὸς ἔτι προσδεόμεθα, ἀτελὲς δέ οὗ παραγενομένου προσδεόμεθα τινός, οἷον τῆς δικαιοσύνης μὲν [μόνον] παραγενομένης πολλῶν προσδεόμεθα, τῆς δὲ εὐδαιμονίας παραγενομένης οὐδενὸς ἔτι προσδεόμεθα. τοῦτο ἄρα ἐστὶν τὸ ἄριστον ἡμῖν ὃ ζητοῦμεν, ὅ ἐστι τέλος τέλειον· τὸ δὲ δὴ τέλειον τέλος τἀγαθόν ἐστι καὶ τέλος τῶν ἀγαθῶν.

ὡς καὶ αὐτοῦ συναριθμουμένου; ἀλλʼ ἄτοπον. τὸ γὰρ ἄριστον ἐπειδή ἐστι τέλος τέλειον, τὸ δὲ τέλειον τέλος ὡς ἀπλῶς [*](35—37 Ε. N. 1096b, 11—13 38—1184a, 2. cf. E. N. 1094 b, 16—19 || 1184a, 3—14 ═ E. V. 1096 b, 13—15. 1097a, 15—b, 16. b, 20 sq 15—38 E. N. 1097b, 16—20.) [*](33. αἰτίαν post 34. εἶναι Mb Bk. Bu. || 37. ὑγιείας] καὶ ὑγίεια 1184a, 6 ἡ om. Kb Ald. (fors. recte) ||10. μὲν om. || μόνης P2, om. Π2, del. Bk. Bu. 14 τἀγαθόν — τῶν ἀγαθῶν Rassovius, ἀγαθόν — τὸ ἀγαθόν Π Ald. Bk. Bu || 17. ὡς om)

9
εἰπεῖν οὐθὲν ἂν ἄλλο δόξειεν εἶναι ἢ εὐδαιμονία, τὴν δʼ εὐδαιμονίαν ἐκ πολλῶν ἀγαθῶν συντίθεμεν· ἐὰν δὴ τὸ βέλτεστον σκοπῶν καὶ αὐτὸ συναριθμῇς, αὐτὸ αὐτοῦ ἔσται βέλτιον. αὐτὸ γὰρ βέλτιστον ἐστίν. οἷον τὰ ὑγιεινὰ θεὶς καὶ τὴν ὑγίειαν, σκόπει τί τούτων πάντων βέλτιστον· βέλτιστον δέ ἐστιν ὑγίεια· εἰ δὴ τοῦτο πάντων βέλτιστον, καὶ αὐτὸ αὐτοῦ βέλπιστον.

ἄτοπον δὴ συμβαίνει. οὐ δὴ ἴσως οὕτω γε σκεπτέον τὸ βέλτιστον. — ἀλλὰ ἆρά γε οὕτω πως, οἷον χωρὶς αὐτοῦ; ἢ καὶ τοῦτο ἄτοπον; ἡ γὰρ εὐδαιμονία ἐστὶν ἔκ τινων ἀγαθῶν ένηή· τὸ δʼ ἐξ ὦν ἀγαθῶν σύγκειται, σκοπεῖν εἰ τοῦτʼ ἐστὶν βέλτιον, ἄτοπον· οὐ γάρ ἐστιν ἄλλο τι χωρὶς τούτων ἡ εὐδαιμονία, ἀλλὰ ταῦτα.

— ἀλλʼ ἆρά γε οὑτωσί πως ἄν τις ὀρθῶς σκοποῖτο συγκρίνων τὸ ἄριστον; οἷον αὐτὴν τὴν εὐδαιμονίαν τὴν ἐκ τούτων τῶν ἀγαθῶν οὖσαν συγκρίνων πρὸς ἄλλα ἃ μή ἐστιν ἐν αὐτῇ ἐνόντα, οὕτω τὸ ἄριστον σκοπῶν ὀρθῶς ἂν σκοποῖτο; ἀλλʼ οὐκ ἔστιν ἀπλοῦν τὸ ἄριστον ὃ ζητοῦμεν νῦν. οἷον λέγοι ἄν τις εἶναι ἄριστον τὴν φρόνησιν ἀπάντων τῶν ἀγαθῶν καθʼ ἓν συγκρινομένων.

ἀλλʼ ἴσως οὐχ οὕτως ζητητέον ἐστὶν τὸ ἄριστον ἀγαθόν. τὸ γὰρ τέλειον ζητοῦμεν ἀγαθόν, ἡ δὲ φρόνησις μόνη οὖσα οὐ τέλειον· οὐκ ἄρα τοῦτο τὸ ἄριστον ὃ ζητοῦμεν, οὐδὲ τὸ οὕτως ἄριστον.