Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ
- πρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
- ὡς δʼ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
- μαινομένᾳ φρενί, τώς νιν
- Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
- τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
- Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
- Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·
- ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
- ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.
- ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦν
- ὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
- Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμα
- λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
- ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
- προσηδάφισται κοιλογάστορος κύκλου.
- αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει
- βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
- τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
- Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
- πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις,
- πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν,
- εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·
- Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
- ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
- ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
- οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν
- μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν.
- ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
- ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων
- θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει,
- Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδος
- σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·
- κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
- τοιάδε μέντοι προσφίλεια δαιμόνων·
- πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων,
- εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·
- εἰκὸς δὲ πράξειν ἄνδρας ὧδʼ ἀντιστάτας,
- Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
- σωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών.
- πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντʼ
- ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
- δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
- δαροβίοισι θεοῖσιν,
- πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.
- οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
- πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
- τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος·
- ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
- σέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον,
- ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
- Διός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
- βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·
- στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων,
- ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
- ὁ δʼ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
- φρόνημα, γοργὸν δʼ ὄμμʼ ἔχων, προσίσταται.
- οὐ μὴν ἀκόμπαστός γʼ ἐφίσταται πύλαις·
- τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
- σάκει, κυκλωτῷ σώματος προβλήματι,
- Σφίγγʼ ὠμόσιτον προσμεμηχανημένην
- γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
- φέρει δʼ ὑφʼ αὑτῇ φῶτα Καδμείων ἕνα,
- ὡς πλεῖστʼ ἐπʼ ἀνδρὶ τῷδʼ ἰάπτεσθαι βέλη.
- ἐλθὼν δʼ ἔοικεν οὐ καπηλεύσειν μάχην,
- μακρᾶς κελεύθου δʼ οὐ καταισχυνεῖν πόρον,
- Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδʼ ἀνὴρ
- μέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς,
- πύργοις ἀπειλεῖ τοῖσδʼ ἃ μὴ κραίνοι θεός.
- εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
- αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·
- ἦ τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο.
- ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα,
- ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον,
- Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου·
- ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
- ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
- οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
- εἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος·
- ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται,
- πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν.
- θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ.
- ἱκνεῖται λόγος διὰ στηθέων,
- τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται,
- μεγάλα μεγαληγόρων κλυούσᾳ
- ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ
- θεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ.
- ἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον,
- ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·
- Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
- κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·
- τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
- μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
- Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
- κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον.
- καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,