Isidori Characeni Mansiones Parthicae
Isidore, of Charax
Isidore, of Charax, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
1. Διαβάντων τὸν Εὐφράτην κατὰ Ζεῦγμα, πόλις
2. Ἐντεῦθεν ἄρχεται ἡ Ἀ πολλωνιᾶτις, ἥτις κατέχει σχοίνους λγ΄. Ἔχει δὲ κώμας, ἐν αἷς σταθμὸς, πόλιν δὲ Ἑλληνίδα Ἀρτεμίτα· διὰ μέσης δὲ ταύτης ῥεῖ
3. Ἐνταῦθεν ἡ s Χαλωνῖτις, σχοῖνοι κα΄· ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ Ἑλληνὶς Χάλα, ἀπὸ τῆς Ἀπολλωνιάτιδος σχοῖνοι ιε΄, Εἶτα ἀπὸ σχοίνων ε΄. ὄρος ὃ καλεῖται Ζάγρος, ὅπερ ὁρίζει τὴν Χαλωνῖτιν χώραν καὶ τὴν τῶν Μήδων.
4. Ἐντεῦθεν s Μηδία, ἥτις κατέχει σχοίνους κβ΄. Ἡ ἀρχὴ αὐτῶν ἡ χώρα Κάρινα· ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ οὐδεμία.
5. Ἐντεῦθεν Καμβαδηνὴ, s ἥτις κατέχει σχοίνους λα΄, ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ Βάπτανα ἐπʼ ὄρους κειμένη· ἔνθα Σεμιράμιδος ἄγαλμα καὶ στήλη.
6. Ἐντεῦθεν ἡ Μνδία ἡ ἄνω, σχοῖνοι λη΄· καὶ ἄρχεται εὐθὺς πόλις Κογκοβάρ· ἔνθα Ἀρτέμιδος ἱερὸν, σχοῖνοι γ΄. Εἶτα Βαζιγράβαν, ὅ ἐστι τελώνιον, σχοῖνοι γ΄. Εἶτα εἰς Ἀδραπάναν τὰ βασίλεια τῶν νολις, ἃ Τιγράνης ὁ Ἄρμένιος καθεῖλε, σχοῖνοι δ΄. Εἶτα
7. Ἐντεῦθεν [Ῥαγιανὴ] Μηδία, σχοῖνοι [νη΄]. Ἐν ᾗ κῶμαι ι΄, πόλεις δὲ ε΄. Ἀπὸ σχοίνων ζ΄ Ῥάγα καὶ Χάραξ, ὧν μεγίστη τῶν κατὰ τὴν Μηδίαν ἡ Ῥάγα. Εἰς δὲ τὴν Χάρακα πρῶτος βασιλεὺς Φραάτης τοὺς Μάρδους ᾤκισεν· ἔστιν ὑπὸ τὸ ὄρος, ὃ καλεῖται Κάσπιος, ἀφʼ οὗ Κάσπιαι πύλαι.
8. Ἐντεῦθεν ὑπερβάντων τὰς Κασπίας πύλας ἐστὶν αὐλὼν καὶ ἡ Χοαρηνὴ, [σχοῖνοι ιθ΄.]· ἐν ᾗ Ἀπάμεια πόλις ἀπὸ σχοίνων δ΄· κῶμαι δέ δ΄, ἐν αἷς σταθμός. Ἐντεῦθεν Κομισηνὴ, s σχοῖνοι νη΄, ἐν ᾗ κῶμαι η΄, ἐν αἷς σταθμός· πόλις δὲ οὐκ ἔστιν.
10. Ἐντεῦθεν Ὑρκανία, σχοῖνοι ξ΄, ἐν ᾗ κῶμαι ια΄, ἐν αἷς σταθμοί.
11. Ἐντεῦθεν Ἀσταυηνὴ, s s s σχοῖνοι ξ΄, ἐν κῶμαι ιβ΄, ἐν αἷς σταθμοί· πόλις δὲ Ἀσαὰκ, ἐν ᾗ Ἀρσάκης
12. Ἐντεῦθεν Παρθυηνὴ, σχοῖνοι κε, ἧς αὐλών· Παρθαύνισα ἡ πόλις ἀπὸ σχοίνων ς΄· ἔνθα βασιλικαὶ ταφαί Ἕλληνες δὲ Νίσαιαν λέγουσιν. Εἶτα Γάθαρ πόλις ἀπὸ σχοίνων Ϛ΄. Εἶτα Σιρὼκ πόλις ἀπὸ σχοίνων ε΄. Κώμας δὲ οὐκ ἔχει πλὴν μιᾶς, ἥτις καλεῖται Σαφρί.
13. Ἐντεῦθεν Ἀπαυαρκτικηνὴ, σχοῖνοι κζ΄. ἐν ᾗ πόλις Ἀπαυαρκτική. Εἶτα Ῥαγαῦ πόλις καὶ κῶμαι δύο.
14. Ἐντεῦθεν Μαργιαν ὴ, σχοῖνοι λ΄. Ἔνθα Ἀντιόχεια
15. Ἐντεῦθεν Ἄρεια, σχοῖνοι λ΄. Ἔνθα Κανδὰκ πόλις καὶ Ἀρτακαύαν πόλις καὶ Ἀλεξάνδρεια ἡ ἐν Ἀρείοις· κῶμαι δὲ δ΄.
16. Ἐντεῦθεν Ἀναύων χώρα τῆς Ἀρείας, σχοῖνοι νε΄, ἐν ᾗ πόλις μεγίστη Φρὰ καὶ Βὶς πόλις καὶ Γαρὶ πόλις καὶ Νιὴ πόλις· κώμη δὲ οὐκ ἔστιν.
17. Ἐντεῦθεν Ζαραγγιανὴ, σχοῖνοι κα΄. Ἔνθα πόλις Πάριν καὶ Κορὸκ πόλις.
18. Ἐντεῦθεν Σακαστανὴ Σακῶν Σκυθῶν, ἡ καὶ Παραιτακηνὴ, σχοῖνοι ξγ΄, Ἔνθα Βαρδὰ πόλις καὶ Μὶν πόλις καὶ Παλακεντὶ πόλις καὶ Σιγὰλ πόλις· ἔνθα
19. Ἐντεῦθιν Ἀραχωσία, σχοῖνοι λϚ΄. Ταύτην δὲ οἱ Πάρθοι Ἰνδικὴν Λευκὴν καλοῦσιν· ἔνθα Βιὺτ πόλις καὶ Φάρσανα πόλις καὶ Χοροχοὰδ πόλις καὶ Δημητριὰς πόλις· εἶτα Ἀλεξανδρόπολις, μητρόπολις Ἀραχωσίας· ἔστι δὲ Ἑλληνὶς, καὶ παραρρεῖ αὐτὴν ποταμὸς Ἀραχωτός. Ἄχρι τούτου ἐστὶν ἡ τῶν Πέρθων ἐπικράτεια.
Ἰσαιδώρου Χαρακηνοῦ σταθμοὶ Παρθικοί.