Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • οἰκοφόρα δʼ, ὡς εἴρηκε, καὶ σιτούμενα
  • γάλακτι ταῖς Σκυθικαῖσί θ᾿ ἱππομολγίαις·
  • ζῶσιν δὲ τήν τε κτῆσιν ἀναδεδειχότες
  • κοινήν ἀπάντων τήν θʼ ὅλην συνουσίαν.
  • Καὶ τὸν σοφὸν δʼ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν
  • φησὶν γενέσθαι τῶν σφόδῤ εὐσεβεστάτων.
  • Καὶ κατοικῆσαί τινας
  • εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας
  • καλοῦσιν· εὐσημότατον εἶναί φησι δέ
  • τὸ Σαυροματῶν καὶ τῶν Γελωνῶν καὶ τρίτον
  • τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος ---
  • Ἀπὸ τῶν δὲ Μαιωτῶν λαβοῦσα τοὔνομα
  • Μαιῶτις ἑξῆς ἐστὶ λίμνη κειμένη,
  • εἰς ἣν ὁ Τάναῖς
  • ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμʼ Ἀράξεως
  • ἐπιμίσγεθ᾿ , ὡς Ἑκαταῖς εἶφ᾿ οὑρετριεύς,
  • ὡς δʼ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός,
  • ἧς τὸ πέρας ἔστʼ ἄφραστον. Ἐξίησι δέ
  • δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην
  • Μαιῶτιν εἰς τὸν Κιμμερικόν τε Βόσπορον.