Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον·
  • χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος
  • τοῖς γινομένοις ὄμβροισιν, ἐν δὲ τῷ θέρει
  • ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις
  • τῶν τηκομένων τε λαμβάνων ἀεὶ πάγων,
  • τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον.
  • Ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας
  • 228
  • πολλάς τε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος,
  • ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένη
  • καὶ τῶν στομάτων οὐκ ἔστʼ ἐλάττον μὲν Ῥόδου,
  • Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει
  • πευκῶν. ἐπʼ εὐθείας κατʼ αὐτὴν πελαγία
  • Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη.
  • Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων
  • θέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις.
  • Οὐ δυνατὸν ἀπὸ ταύτης δʼ ἰδεῖν χώραν τινά
  • καίπερ ἀπεχούσης τῆς πέραν στάδια μόνον
  • τετρακόσιʼ, ὡς δὴ συγγράφει Δημήτριος.
  • 229
  • (Οὑτοι δὲ Θρᾷκες Βαστάρναι τʼ ἐπήλυδες.)
  • Ὁ ποταμός