Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • 3Βιζώνη 4 Τοῦτο δέ
  • τὸ πολίχνιον φασίν τινες μὲν βαρβάρων,
  • τινὲς δʼ ἄποικον γεγονέναι Μεσημβρίας.
  • Κάλλατις,
  • ἀποικία τῶν Ἡρακλεωτῶν γενομένη
  • κατὰ χρησμόν· ἔκτίσαν δὲ ταύτην, ἡνίκα
  • τὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν.
  • 227
  • Τόμοι δʼ ἄποικοι γενόμενοι Μιλησίων,
  • ὑπὸ Σκυθῶν κύκλῳ δὲ περιοικούμενοι.
  • Πόλις
  • Ἴστρος ἀπὸ τοῦ ποταμοῦ λαβοῦσα τοὔνομα.
  • Ταύτην τὴν πόλιν
  • Μιλήσιοι κτίζουσιν, ἡνίκα Σωθῶν
  • εἰς τὴν Ἀπίαν στράτευμα διέβη βαρβάρων
  • τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου.
  • Ἴστρος ὁ ποταμός
  • κατέρχετʼ ἀπὸ τῶν ἑσπερίων οὗτος τόπων
  • τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος·
  • καὶ δυσὶ δὲ ῥεῖ σχιζόμενος εἰς τὸν Ἀδρίαν.
  • Ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται.