Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἡ δʼ Ἑστίαια γέγονε Περραιβῶν κτίσις.
  • Κεῖνται δὲ καὶ νησῖδες αὐτῆς πλησίον,
  • Σκῦρος, Πεπάρηθος, Σκίαθος, ὧν Κρῆτες μὲν οἱ
  • μετὰ Σταφύλου διαβάντες ἐκ Κνωσσοῦ ποτε
  • Πεπάρηθον ἐγγὺς κειμένην τʼ αὐτῆς Ἴκον
  • νῆσον συνοικίζουσι, τὴν Σκῦρον δὲ καί
  • [τὴν] Σκίαθον ἐκ Θρᾴκης διαβάντες, ὡς λόγος,
  • Πελασγιῶται· πάλι δʼ ἐρήμους γενομένας
  • αὐτὰς ἁπάσας Χαλκιδεῖς συνῴκισαν.
  • Ἀπέναντι δʼ Εὐβοίας κατοικοῦσιν Λοκροί,
  • ὧν πρῶτος ἦρξεν, ὡς λέγουσʼ, Ἀμφικτύων
  • ὁ Δευκαλίωνος, ἐχόμενος δʼ ἀφʼ αἵματος
  • Αἰτωλὸς, εἶτα Φύσκος, ὃς γεννᾷ Λοκρόν,·
  • 220
  • ὃς τοὺς Λέλεγας ὠνόμασεν ἀφʼ ἑαυτοῦ Λοκρούς.
  • Ἐξῆς δὲ τούτων Δωριεῖς μικρὰς πόλεις,
  • Ἐρινεὸν Βοιόν τε καὶ Κυτίνιον,
  • ἀρχαιοτάτας ἔχουσι Πίνδον τʼ ἐχομένην,
  • ἃς Δῶρος Ἕλληνος γενόμενος ιᾤκισεν·
  • τούτων δʼ ἔποικοι πάντες εἰσὶ Δωριεῖς.
  • Εἶτεν παῤ αὐτὰς Ἡράκλειʼ ἐστὶν πόλις,