Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τὸν Αἰακοῦ Τελαμῶνα βασιλεῦσαί ποτε.
  • Ἑξῆς Ἀθῆναι φασὶ δʼ οἰκητὰς λαχεῖν
  • ταύτας Πελασγοὺς πρῶτον, οὓς δὲ καὶ λόγος
  • Κραναοὺς καλεῖσθαι, μετὰ δὲ ταῦτα Κεκροπίδας,
  • Κέκροπος δυναστεύσαντος, ὑστέροισι δέ
  • χρόνοις, Ἐρεχθέως τῆς πόλεως ἡγουμένου,
  • ἀπὸ τῆς Ἀθηνᾶς τὴν προσηγορίαν λαχεῖν.
  • Ἡρόδοτος ἱστορεῖ δὲ ταῦτα συγγράφων.
  • Τὸ Σούνιον κάμψαντι δʼ ἀπὸ τῆς Ἀττικῆς
  • Εὔβοια κεῖται νῆσος, ἡ καλουμένη
  • διὰ τὴν φύσιν τὸ πρότερον, ὥς φασιν, Μάκρις,
  • ἔπειτεν ἀπὸ τῆς λεγομένης Ἀσωπίδος.
  • χρόνῳ λαβοῦσα τοὔνομ᾿ Εὐβοίας πάλιν.
  • Πρώτους δʼ ἐν αὐτῇ φασὶν οἰκῆσαι προτοῦ
  • μιγάδας συνοίκους Λέλεγας ἐκ τῆς δʼ Ἀττικῆς
  • τὸν Ἐρεχθέως διαβάντα Πάνδωρον κτίσαι
  • 219
  • πόλιν μεγίστην τῶν ἐν αὐτῇ Χαλκίδα,
  • Aἴκλον δʼ Ἐρέτριαν, ὄντ᾿ Ἀθηναῖον γένει,
  • τὴν δʼ ἐναλίαν Κήρινθον ὡσαύτως Κόθον,
  • Δρύοπας δὲ τὴν Κάρυστον ὠνομασμένην·