Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • κατὰ μἦκος εἰς τὸ πέλαγος ἄχρι τῆς Δωρίδος
  • Ῥόδου παρεκτείνουσα καὶ πλείστοις σχεδόν
  • Ὄχλοις ἀπʼ ἀρχῆς καὶ πόλεσιν οἰκουμένη.
  • Ἀρχαιοτάτους ἔχει δὲ τοὺς οἰκήτορας
  • τοὺς δὴ παῤ αὐτοῖς Ἐτεόκρητας λεγομένους.
  • Πράτους δὲ Κρῆτάς φασι τῆς Ἑλληνικῆς
  • ἄρξαι θαλάττης τάς τε νησιώτιδας
  • 218
  • πόλεις κατασχεῖν, ἃς δὲ καὶ συνοικίσαι
  • αὐτῶν Ἔφορος εἴρηκεν, εἶναί φησί τε
  • ἐπώνυμον τὴν νῆσον ἀπὸ Κρητός τινος,
  • τοῦ δὴ γενομένου βασιλέως αὐτόχθονος,
  • πλοῦν ἡμέρας ἀπέχειν δὲ τῆς Λακωνικῆς.
  • Ἐν τῷ πόρῳ δὲ κειμένη τῷ Κρητικῷ
  • ἄποικός ἐστιν Ἀστυπάλαια Μεγαρέων,
  • νῆσος πελαγία· πρὸς δὲ τῇ Λακωνικῇ
  • Κύθηρα· μετὰ δὲ ταῦτα κατʼ Ἐπίδαυρον ἥ
  • πρότερον μὲν Οἰνώνη προσηγορεύετο,
  • ὕστερον ἀπʼ Αἰγίνης δὲ τῆς Ἀσωπίδος
  • Aἴγιναν ἐκάλεσεν κατασχὼν Αἰακός·
  • καὶ πλησίον ταύτῃ Σαλαμὶς, ἐν ᾗ λόγος