Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Εἰσὶ δʼ ἐπάνω τούτων ἔποικοι βάρβαροι.
  • Ἐν τῇ παραλία δʼ ἔστʼ Ἀνακτόριον πόλις·
  • ταύτην δʼ Ἀκαρνᾶνές τε καὶ Κορίνθιοι
  • ἀπῴκισαν· μετέπειτα δʼ Ἀκαρνανία·
  • ὧν τοὺς μὲν Ἀλκμέωνά φασιν οἰκίσαι,
  • τοὺς δὲ τὸν ἐκείνου παῖδʼ Ἀκαρνᾶνα κτίσαι.
  • Κεῖνται δὲ καὶ νῆσοι κατὰ ταύτην πλείονες·
  • Λευκὰς μὲν ἐν πρώταις, Κορινθίων κτίσις,
  • εἶθ᾿ ἡ Κεφαλλήνων, Ἰθάκη δὲ πλησίον,
  • ἥ τε Πελοποννήσῳ σύνεγγυς κειμένη
  • Ζάκυνθος, εἶτεν αἱ καθήκουσαι πέραν
  • πρὸς τὸν Ἀχελῷον, λεγόμεναι δʼ Ἐχινάδες.
  • Ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα,
  • ἐπὶ κεφαλαίου τούς τε περὶ αὐτὴν τόπους
  • ἐθνικῶς ἅπόντας κατʼ Ἔφορον δηλώσομεν
  • Μετὰ τοὺς Ἀκαρνᾶνες μὲν ἔστʼ Αἰτωλία,
  • ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν·
  • Κουρῆτες αὐτὴν γὰρ κατῴκουν τὸ πρότερον,
  • ἀφικόμενος δʼ Αἰτωλὸς ἐκ τῆς Ἤλιδος
  • Αἰτωλίαν ὠνόμασ᾿ ἐκείνους ἐκβαλών.