Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • οἰκοῦσιν, ὧν ἐπῆρξε καὶ Κάδμος ποτέ.
  • Οἷς πλησιόχωρός ἐστιν Ἀπολλωνία,
  • Κορκυραίων τε καὶ Κορινθίων κτίσις,
  • Ἑλληνὶς Ὠρικός τε παράλιος πόλις·
  • ἐξ Ἰλίου γὰρ ἐπανάγοντες Εὐβοεῖς
  • κτίζουσι, κατενεχθέντες ὑπὸ τῶν πνευμάτων.
  • Ἔπειτα Θεσπρωτῶν τε καὶ τῶν Χαόνων
  • ἔθνη κατοικεῖ βάρβαῤ οὐ πολὺν τόπον.
  • 215
  • Κόρκυρα νῆσος δʼ ἐστὶ κατὰ Θεσπρωτίαν.
  • Μετὰ τοὺς δὲ Θεσπρωτοὺς Μολοττοὶ λεγόμενοι
  • οἰκοῦσιν, οὓς κατήγαγεν Πύρρος ποτέ,
  • ὁ Νεοπτολέμου παῖς, ἥ τε Δωδώνη Διός
  • μαντεῖον ἵδρυμ᾿ ἐστὶ δʼ οὖν Πελασγικόν.
  • Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μιγάδες βάρβαροι,
  • οὓς καὶ προσοικεῖν φασι τῷ χρηστηρίῳ.
  • Μετὰ τοὺς Μολοττὺς δʼ Ἀμβρακία Κορινθίων
  • ἄποικός ἐστιν· ᾤκισεν δʼ ὁ Κυψέλου
  • αὐτὴν πρότερον παῖς Γόργος· εἶτʼ Ἀμφιλοχικόν
  • Ἄργος λεγόμενον· τοῦτο δὲ κτίσαι δοκεῖ
  • Ἀμφίλοχος, υἱὸς Ἀμφιαράου μάντεως.