Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • αὐτῶν κατοικεῖν τὴν μεσόγειον νεμόμενα,
  • 214
  • ἃ δὲ τὴν παράλιον ἐντὸς ἐπέχειν Ἀδρίου,
  • καί τινα μὲν αὐτῶν βασιλικαῖς ἐξουσίαις
  • ὑπήκο᾿ εἶναι, τινὰ δὲ καὶ μοναρχίαις,
  • ἃ δʼ αὐτονομεῖσθαι· θεοσεβεῖς δʼ αὐτοὺς ἄγαν
  • καὶ σφόδρα δικαίους φασὶ καὶ φιλοξένους,
  • κοινωνικὴν διάθεσιν ἠγαπηκότας
  • εἶναι, βίον ζηλοῦν τε κοσμιώτατον.
  • Φάρος δὲ τούτων οὐκ ἄπωθεν κειμένη
  • νῆσος Παρίων κτίσις ἐστὶν ἥ τε λεγομένη
  • Μέλαινα Κόρκυῤ, ἣν Κνίδιοι κατῴκισαν.
  • Ἔχει δὲ λίμνην εὖ μάλʼ ἡ χώρα τινά
  • μεγάλην, παῤ αὐτοῖς τὴν Λυχνῖτιν λεγομένην.
  • Προσεχὴς δὲ νῆσός ἐστιν, οὗ φασίν τινες
  • ἐλθόντα Διομήδην ὑπολιπεῖν τὸν βίον·
  • ὅθεν ἐστὶ Διομήδεια ταύτη τοὔνομα.
  • Ὑπὲρ δὲ τούτους εἰσὶ Βρῦγοι βάρβαροι.
  • Πρὸς τῇ θαλάττῃ δʼ ἔσιν Ἐπίδαμνος, πόλις
  • Ἑλληνὶς, ἣν Κόρκυῤ ἀποικίσαι δοκεῖ.
  • Ὑπὲρ δὲ Βρύγους Ἐγχέλειοι λεγόμενοι