Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • χώραν ἀρίστην νεμομένων καὶ καρπίμην·
  • διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα·
  • ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικόν
  • ἐστὶν ὑπὲρ αὐτοὺς, καίπερ ὄντας πλησίον·
  • οὐ γὰρ νιφετώδης οὐδʼ ἄγαν ἐψυγμένος,
  • ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει·
  • ὀξὺς δὲ ταραχώδης τε πρὸς τὰς μεταβολάς,
  • μάλιστα τοῦ θέρους δὲ, πρηστήρων τε καί
  • βολὰς κεραυνῶν τούς τε λεγομένους ἔχει
  • τυφῶνας. Ἐνετῶν δʼ εἰσὶ πεντήκοντά που
  • πόλεις ἐν αὐτῷ κείμεναι πρὸς τῷ μυχῷ,
  • οὓς δὴ μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων
  • χώρας κατοικῆσαί τε περὶ τὸν Ἀδρίαν.
  • Ἐνετῶν ἔχονται Θρᾷκες Ἴστροι λεγόμενοι.
  • Δύο δὲ κατʼ αὐτούς εἰσι νῆσοι κείμεναι,
  • κασσίτερον αἳ δοκοῦσι κάλλιστον φέρειν.
  • 213
  • ὁπὲρ δὲ τούτους Ἴσμενοι καὶ Μέντορες ---
  • Ἠριδανὸς, ὃς κάλλιστον ἤλεκτρον φέρει,
  • ὅ φασιν εἶναι δάκρυον ἀπολιθούμενον,
  • διαυγὲς ἀγείρων ἀποστάλαγμά τι.